§1.180.1ἐτετείχιστο μέν νυν ἡ Βαβυλὼν τρόπῳ τοιῷδε, ἔστι δὲ δύο φάρσεα τῆς πόλιος.
So Babylon had been fortified in this manner; and there are two divisions of the city.
τὸ γὰρ μέσον αὐτῆς ποταμὸς διέργει, τῷ οὔνομα ἐστὶ Εὐφρήτης· ῥέει δὲ ἐξ Ἀρμενίων, ἐὼν μέγας καὶ βαθὺς καὶ ταχύς· ἐξιεῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν θάλασσαν.
For a river divides the middle of it, the name of which is Euphrates; it flows from the land of the Armenians, being great, deep, and swift; and it discharges into the Red Sea.
§1.180.2τὸ ὦν δὴ τεῖχος ἑκάτερον τοὺς ἀγκῶνας ἐς τὸν ποταμὸν ἐλήλαται· τὸ δὲ ἀπὸ τούτου αἱ ἐπικαμπαὶ παρὰ χεῖλος ἑκάτερον τοῦ ποταμοῦ αἱμασιὴ πλίνθων ὀπτέων παρατείνει.
Now, the wall on either side has its elbows driven down to the river; and from this point onward, a wall of baked bricks extends along each bank of the river as the returns.
§1.180.3τὸ δὲ ἄστυ αὐτό, ἐὸν πλῆρες οἰκιέων τριωρόφων καὶ τετρωρόφων, κατατέτμηται τὰς ὁδοὺς ἰθέας τάς τε ἄλλας καὶ τὰς ἐπικαρσίας τὰς ἐπὶ τὸν ποταμὸν ἐχούσας.
The city itself, which is full of three- and four-story houses, is cut up into straight streets, both the other streets and the transverse ones that lead down to the river.
§1.180.4κατὰ δὴ ὦν ἑκάστην ὁδὸν ἐν τῇ αἱμασιῇ τῇ παρὰ τὸν ποταμὸν πυλίδες ἐπῆσαν, ὅσαι περ αἱ λαῦραι, τοσαῦται ἀριθμόν· ἦσαν δὲ καὶ αὗται χάλκεαι φέρουσαι ἐς αὐτὸν τὸν ποταμόν.
Along each of these streets, in the wall along the river, there were small gates, just as many in number as the alleys; and these too were of bronze, leading to the river itself.