§1.181.1τοῦτο μὲν δὴ τὸ τεῖχος θώρηξ ἐστί, ἕτερον δὲ ἔσωθεν τεῖχος περιθέει, οὐ πολλῷ τεῳ ἀσθενέστερον τοῦ ἑτέρου τείχεος, στεινότερον δέ.
这一面城墙可以说是一面护胸甲,而内侧还有另一面城墙环绕,它并不比另一面城墙弱多少,只是更窄一些。
§1.181.2ἐν δὲ φάρσεϊ ἑκατέρῳ τῆς πόλιος ἐτετείχιστο ἐν μέσῳ ἐν τῷ μὲν τὰ βασιλήια περιβόλῳ μεγάλῳ τε καὶ ἰσχυρῷ, ἐν δὲ τῷ ἑτέρῳ Διὸς Βήλου ἱρὸν χαλκόπυλον, καὶ ἐς ἐμὲ ἔτι τοῦτο ἐόν, δύο σταδίων πάντῃ, ἐὸν τετράγωνον.
在这座城市的两个部分的每一个的中心,都建有防御工事:在其中一部分,是坐落在高大而坚固的围墙之内的王宫;在另一部分,则是宙斯·贝洛斯的神圣领地,配有青铜大门,这在我那个时代依然存在,是一个每边长两斯塔德的正方形。
§1.181.3ἐν μέσῳ δὲ τοῦ ἱροῦ πύργος στερεὸς οἰκοδόμηται, σταδίου καὶ τὸ μῆκος καὶ τὸ εὖρος, καὶ ἐπὶ τούτῳ τῷ πύργῳ ἄλλος πύργος ἐπιβέβηκε, καὶ ἕτερος μάλα ἐπὶ τούτῳ, μέχρι οὗ ὀκτὼ πύργων.
在神圣领地的中央,建有一座坚固的塔,其长度和宽度均为一斯塔德,在这座塔之上又建有另一座塔,其上再建一座,如此层叠,直至达到八层塔。
§1.181.4ἀνάβασις δὲ ἐς αὐτοὺς ἔξωθεν κύκλῳ περὶ πάντας τοὺς πύργους ἔχουσα πεποίηται.
通往这些塔的登道建在外面,呈螺旋状环绕着所有的塔。
μεσοῦντι δέ κου τῆς ἀναβάσιος ἐστὶ καταγωγή τε καὶ θῶκοι ἀμπαυστήριοι, ἐν τοῖσι κατίζοντες ἀμπαύονται οἱ ἀναβαίνοντες.
在登道大约过了一半的地方,设有一个歇脚处和供人休息的座椅,攀登的人可以在此坐下歇息。
§1.181.5ἐν δὲ τῷ τελευταίῳ πύργῳ νηὸς ἔπεστι μέγας· ἐν δὲ τῷ νηῷ κλίνη μεγάλη κέεται εὖ ἐστρωμένη, καὶ οἱ τράπεζα παρακέεται χρυσέη.
在最顶层的塔上有一座巨大的神殿;神殿里放着一张铺设精美的大床,床旁放着一张金桌子。
ἄγαλμα δὲ οὐκ ἔνι οὐδὲν αὐτόθι ἐνιδρυμένον, οὐδὲ νύκτα οὐδεὶς ἐναυλίζεται ἀνθρώπων ὅτι μὴ γυνὴ μούνη τῶν ἐπιχωρίων, τὴν ἂν ὁ θεὸς ἕληται ἐκ πασέων, ὡς λέγουσι οἱ Χαλδαῖοι ἐόντες ἱρέες τούτου τοῦ θεοῦ.
那里没有安放任何神像,夜里也没有任何人在此过夜,只有当地妇女中的一个女人例外,正如作为该神祭司的迦勒底人所说,她是神从所有女人中为自己挑选出来的。