§1.180.1ἐτετείχιστο μέν νυν ἡ Βαβυλὼν τρόπῳ τοιῷδε, ἔστι δὲ δύο φάρσεα τῆς πόλιος.
さて、バビロンはこのような方法で城壁を築かれていたが、この都市には二つの部分がある。
τὸ γὰρ μέσον αὐτῆς ποταμὸς διέργει, τῷ οὔνομα ἐστὶ Εὐφρήτης·
というのも、その中央を川が二分して流れており、その名はユーフラテスという。
ῥέει δὲ ἐξ Ἀρμενίων, ἐὼν μέγας καὶ βαθὺς καὶ ταχύς· ἐξιεῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν θάλασσαν.
この川はアルメニア人の土地から流れ出ており、大きく、深く、また流れが速く、エリトリア海へと注いでいる。
§1.180.2τὸ ὦν δὴ τεῖχος ἑκάτερον τοὺς ἀγκῶνας ἐς τὸν ποταμὸν ἐλήλαται·
さて、両側の城壁はその端(屈曲部)を川に向けて伸ばしている。
τὸ δὲ ἀπὸ τούτου αἱ ἐπικαμπαὶ παρὰ χεῖλος ἑκάτερον τοῦ ποταμοῦ αἱμασιὴ πλίνθων ὀπτέων παρατείνει.
そして、そこから先は、川の両岸に沿って、焼き煉瓦の防壁が(外壁からの)折れ曲がり部分として延びている。
§1.180.3τὸ δὲ ἄστυ αὐτό, ἐὸν πλῆρες οἰκιέων τριωρόφων καὶ τετρωρόφων, κατατέτμηται τὰς ὁδοὺς ἰθέας τάς τε ἄλλας καὶ τὰς ἐπικαρσίας τὰς ἐπὶ τὸν ποταμὸν ἐχούσας.
都市自体は、三階建てや四階建ての家々が密集しているが、通りがまっすぐに通るように区画されており、他の通りも、川へと通じる横切る通りも同様である。
§1.180.4κατὰ δὴ ὦν ἑκάστην ὁδὸν ἐν τῇ αἱμασιῇ τῇ παρὰ τὸν ποταμὸν πυλίδες ἐπῆσαν, ὅσαι περ αἱ λαῦραι, τοσαῦται ἀριθμόν·
そして、川沿いの防壁には、これらの通りのそれぞれに対応して、路地の数と同じだけの数の小門が設けられていた。
ἦσαν δὲ καὶ αὗται χάλκεαι φέρουσαι ἐς αὐτὸν τὸν ποταμόν.
これらもまた青銅製であり、川そのものへと通じていた。