§1.175.1ἦσαν δὲ Πηδασέες οἰκέοντες ὑπὲρ Ἁλικαρνησσοῦ μεσόγαιαν·
却说佩达萨人居住在哈利卡尔那索斯上方的内陆地区。
τοῖσι ὅκως τι μέλλοι ἀνεπιτήδεον ἔσεσθαι, αὐτοῖσί τε καὶ τοῖσι περιοίκοισι, ἡ ἱρείη τῆς Ἀθηναίης πώγωνα μέγαν ἴσχε.
每当他们——即他们自己及邻近的居民——将有不幸的事情发生时,雅典娜的女祭司就会长出长长的胡须。
τρὶς σφι τοῦτο ἐγένετο.
这件事情在他们身上共发生了三次。
οὗτοι τῶν περὶ Καρίην ἀνδρῶν μοῦνοί τε ἀντέσχον χρόνον Ἁρπάγῳ καὶ πρήγματα παρέσχον πλεῖστα, ὄρος τειχίσαντες τῷ οὔνομα ἐστὶ Λίδη.
在卡里亚周边的居民中,只有他们对哈尔帕哥斯抵抗了一段时间,并给他制造了最大的麻烦,他们在一座名叫利德的山上修筑了防御工事。