§1.174.1οἱ μέν νυν Κᾶρες οὐδὲν λαμπρὸν ἔργον ἀποδεξάμενοι ἐδουλώθησαν ὑπὸ Ἁρπάγου, οὔτε αὐτοὶ οἱ Κᾶρες ἀποδεξάμενοι οὐδέν, οὔτε ὅσοι Ἑλλήνων ταύτην τὴν χώρην οἰκέουσι·
且说卡里亚人没有立下任何辉煌的功绩,便被哈尔帕哥斯奴役了,不仅卡里亚人自己没有立下任何功绩,居住在这个地方的希腊人也是如此。
§1.174.2οἰκέουσι δὲ καὶ ἄλλοι καὶ Λακεδαιμονίων ἄποικοι Κνίδιοι.
这里还居住着其他人,其中包括斯巴达的殖民者克尼多斯人。
οἳ τῆς χώρης τῆς σφετέρης τετραμμένης ἐς πόντον, τὸ δὴ Τριόπιον καλέεται, ἀργμένης δὲ ἐκ τῆς Χερσονήσου τῆς Βυβασσίης, ἐούσης τε πάσης τῆς Κνιδίης πλὴν ὀλίγης περιρρόου §1.174.3(τὰ μὲν γὰρ αὐτῆς πρὸς βορέην ἄνεμον ὁ Κεραμεικὸς κόλπος ἀπέργει, τὰ δὲ πρὸς νότον ἡ κατὰ Σύμην τε καὶ Ῥόδον θάλασσα), τὸ ὦν δὴ ὀλίγον τοῦτο, ἐὸν ὅσον τε ἐπὶ πέντε στάδια, ὤρυσσον οἱ Κνίδιοι ἐν ὅσῳ Ἅρπαγος τὴν Ἰωνίην κατεστρέφετο, βουλόμενοι νῆσον τὴν χώρην ποιῆσαι.
他们的土地伸向大海,也就是被称为特里奥皮翁的地方,始于比巴西亚半岛,除了极少的一部分,整个克尼多斯地区都环绕着水(因为它的北面有凯拉梅克斯湾阻隔,南面有靠近西米和罗得岛的海水阻隔),因此,在这仅有大约五斯塔德宽的狭窄土地上,当哈尔帕哥斯征服伊奥尼亚时,克尼多斯人试图通过挖掘运河将自己的土地变成一个岛屿。
ἐντὸς δὲ πᾶσά σφι ἐγίνετο· τῇ γὰρ ἡ Κνιδίη χώρη ἐς τὴν ἤπειρον τελευτᾷ, ταύτῃ ὁ ἰσθμός ἐστι τὸν ὤρυσσον.
他们所有的土地都将位于其内部;因为在克尼多斯领土与大陆交接的地方,正是他们正在挖掘的地峡。
§1.174.4καὶ δὴ πολλῇ χειρὶ ἐργαζομένων τῶν Κνιδίων, μᾶλλον γάρ τι καὶ θειότερον ἐφαίνοντο τιτρώσκεσθαι οἱ ἐργαζόμενοι τοῦ οἰκότος τά τε ἄλλα τοῦ σώματος καὶ μάλιστα τὰ περὶ τοὺς ὀφθαλμοὺς θραυομένης τῆς πέτρης, ἔπεμπον ἐς Δελφοὺς θεοπρόπους ἐπειρησομένους τὸ ἀντίξοον.
事实上,当克尼多斯人动用大量人力进行挖掘时,由于工人们在石头破碎时,身体的其他部位、尤其是眼睛周围受到的伤害似乎超出了常理,且带有某种神异的性质,于是他们派遣使者前往德尔斐,询问这一阻碍的原因。
§1.174.5ἡ δὲ Πυθίη σφι, ὡς αὐτοὶ Κνίδιοι λέγουσι, χρᾷ ἐν τριμέτρῳ τόνῳ τάδε. "
Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδʼ ὀρύσσετε· Ζεὺς γάρ κʼ ἔθηκε νῆσον, εἴ κʼ ἐβούλετο.
正如克尼多斯人自己所说,皮提亚用三音步诗向他们宣示了如下的神谕: “不要给地峡筑墙,也不要挖掘它;因为如果宙斯愿意,他早已使其成为岛屿。
" §1.174.6Κνίδιοι μὲν ταῦτα τῆς Πυθίης χρησάσης τοῦ τε ὀρύγματος ἐπαύσαντο καὶ Ἁρπάγῳ ἐπιόντι σὺν τῷ στρατῷ ἀμαχητὶ σφέας αὐτοὺς παρέδοσαν.
” 在皮提亚给出这一神谕后,克尼多斯人便停止了挖掘,并在哈尔帕哥斯率军前来进攻时,不战而降。