§1.176.1Πηδασέες μέν νυν χρόνῳ ἐξαιρέθησαν.
至于佩达萨人,他们最终被征服了。
Λύκιοι δέ, ὡς ἐς τὸ Ξάνθιον πεδίον ἤλασε ὁ Ἅρπαγος τὸν στρατόν, ἐπεξιόντες καὶ μαχόμενοι ὀλίγοι πρὸς πολλοὺς ἀρετᾶς ἀπεδείκνυντο, ἑσσωθέντες δὲ καὶ κατειληθέντες ἐς τὸ ἄστυ συνήλισαν ἐς τὴν ἀκρόπολιν τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα καὶ τοὺς οἰκέτας, καὶ ἔπειτα ὑπῆψαν τὴν ἀκρόπολιν πᾶσαν ταύτην καίεσθαι.
而当哈尔帕哥斯率军进入克桑托斯平原时,吕基亚人出击并与他们交战,虽然敌众我寡,但他们展现出了极大的勇气。 战败并被围困在城中后,他们把妻子、儿女、财产以及仆人们都集中到卫城里,然后纵火将整座卫城付之一炬。
§1.176.2ταῦτα δὲ ποιήσαντες καὶ συνομόσαντες ὅρκους δεινούς, ἐπεξελθόντες ἀπέθανον πάντες Ξάνθιοι μαχόμενοι.
他们做完这些并立下庄严的誓言后,全体克桑托斯人便出城迎战,在战斗中全部壮烈牺牲。
§1.176.3τῶν δὲ νῦν Λυκίων φαμένων Ξανθίων εἶναι οἱ πολλοί, πλὴν ὀγδώκοντα ἱστιέων, εἰσὶ ἐπήλυδες·
在如今自称为克桑托斯人的吕基亚人中,除了八十户人家之外,绝大多数都是后来迁入的外来者。
αἱ δὲ ὀγδώκοντα ἱστίαι αὗται ἔτυχον τηνικαῦτα ἐκδημέουσι καὶ οὕτω περιεγένοντο.
这八十户人家当时碰巧在外地,因此才得以幸存。
τὴν μὲν δὴ Ξάνθον οὕτω ἔσχε ὁ Ἅρπαγος, παραπλησίως δὲ καὶ τὴν Καῦνον ἔσχε· καὶ γὰρ οἱ Καύνιοι τοὺς Λυκίους ἐμιμήσαντο τὰ πλέω.
哈尔帕哥斯就这样夺取了克桑托斯,并用几乎相同的方式夺取了卡乌诺斯;因为卡乌诺斯人在大部分事情上也效法了吕基亚人。