§1.175.1ἦσαν δὲ Πηδασέες οἰκέοντες ὑπὲρ Ἁλικαρνησσοῦ μεσόγαιαν· τοῖσι ὅκως τι μέλλοι ἀνεπιτήδεον ἔσεσθαι, αὐτοῖσί τε καὶ τοῖσι περιοίκοισι, ἡ ἱρείη τῆς Ἀθηναίης πώγωνα μέγαν ἴσχε.
Now the Pedasians inhabited the inland country above Halicarnassus; whenever any misfortune was about to happen to them, both to themselves and to their neighbors, the priestess of Athena grew a great beard.
τρὶς σφι τοῦτο ἐγένετο.
This happened to them three times.
οὗτοι τῶν περὶ Καρίην ἀνδρῶν μοῦνοί τε ἀντέσχον χρόνον Ἁρπάγῳ καὶ πρήγματα παρέσχον πλεῖστα, ὄρος τειχίσαντες τῷ οὔνομα ἐστὶ Λίδη.
These were the only ones among the men about Caria who held out for a time against Harpagus and gave him the greatest trouble, having fortified a mountain named Lide.