§1.155.1πυθόμενος δὲ κατʼ ὁδὸν ταῦτα ὁ Κῦρος εἶπε πρὸς Κροῖσον τάδε. Κροῖσε, τί ἔσται τέλος τῶν γινομένων τούτων ἐμοί;
居鲁士在途中得知这些消息,便对克罗伊斯说道:\n“克罗伊斯,这些发生在我身上的事,究竟会以怎样的结局收场?
οὐ παύσονται Λυδοί, ὡς οἴκασι, πρήγματα παρέχοντες καὶ αὐτοὶ ἔχοντες.
吕底亚人,看来他们是不会停止制造麻烦,也不会停止让自己自食其果了。
φροντίζω μὴ ἄριστον ᾖ ἐξανδραποδίσασθαι σφέας.
我担心,把他们全部贬为奴隶是不是最好的办法。
ὁμοίως γὰρ μοι νῦν γε φαίνομαι πεποιηκέναι ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσατο· §1.155.2ὡς δὲ καὶ ἐγὼ Λυδῶν τὸν μὲν πλέον τι ἢ πατέρα ἐόντα σὲ λαβὼν ἄγω, αὐτοῖσι δὲ Λυδοῖσι τὴν πόλιν παρέδωκα, καὶ ἔπειτα θωμάζω εἰ μοι ἀπεστᾶσι.
因为现在的我,似乎就像一个人杀死了父亲,却放过了他的孩子一样;\n 同样地,我把对吕底亚人来说不亚于父亲的你俘虏并带走,却把城市交给了吕底亚人自己,然后现在又奇怪他们为什么背叛我。
ὃ μὲν δὴ τά περ ἐνόεε ἔλεγε, ὃ δʼ ἀμείβετο τοῖσιδε, δείσας μὴ ἀναστάτους ποιήσῃ τὰς Σάρδις. §1.155.3ὦ βασιλεῦ, τὰ μὲν οἰκότα εἴρηκας, σὺ μέντοι μὴ πάντα θυμῷ χρέο, μηδὲ πόλιν ἀρχαίην ἐξαναστήσῃς ἀναμάρτητον ἐοῦσαν καὶ τῶν πρότερον καὶ τῶν νῦν ἑστεώτων.
”\n他确实说出了心里话;而另一位则因担心居鲁士会毁灭萨尔迪斯,便用以下的话回答道:\n “国王啊,您说得很有道理,但请不要任由愤怒支配一切,也不要毁灭一座无论对过去的事还是对眼前发生的事都毫无过错的古老城市。
τὰ μὲν γὰρ πρότερον ἐγώ τε ἔπρηξα καὶ ἐγὼ κεφαλῇ ἀναμάξας φέρω· τὰ δὲ νῦν παρεόντα Πακτύης γὰρ ἐστὶ ὁ ἀδικέων, τῷ σὺ ἐπέτρεψας Σάρδις, οὗτος δότω τοι δίκην.
因为过去的事是我做的,我也在用自己的头颅承担着代价;但眼前的局势,犯下罪行的则是帕克提埃斯——您把萨尔迪斯托付给的那个人,就让他向您赎罪吧。
§1.155.4Λυδοῖσι δὲ συγγνώμην ἔχων τάδε αὐτοῖσι ἐπίταξον, ὡς μήτε ἀποστέωσι μήτε δεινοί τοι ἔωσι· ἄπειπε μέν σφι πέμψας ὅπλα ἀρήια μὴ ἐκτῆσθαι, κέλευε δὲ σφέας κιθῶνάς τε ὑποδύνειν τοῖσι εἵμασι καὶ κοθόρνους ὑποδέεσθαι, πρόειπε δʼ αὐτοῖσι κιθαρίζειν τε καὶ ψάλλειν καὶ καπηλεύειν παιδεύειν τοὺς παῖδας.
\n 请您对吕底亚人宽大处理,并向他们下达以下命令,好让他们既不反叛,也不再对您构成威胁:派人禁止他们拥有武器,命令他们在斗篷里穿上内衣,并穿上高筒靴,还要向他们宣布,要教育他们的儿子弹奏齐特琴和竖琴,并从事零售买卖。
καὶ ταχέως σφέας ὦ βασιλεῦ γυναῖκας ἀντʼ ἀνδρῶν ὄψεαι γεγονότας, ὥστε οὐδὲν δεινοί τοι ἔσονται μὴ ἀποστέωσι.
国王啊,很快您就会看到他们由男人变成女人,结果,您就再也不用担心他们会反叛了。 ”