§1.155.1πυθόμενος δὲ κατʼ ὁδὸν ταῦτα ὁ Κῦρος εἶπε πρὸς Κροῖσον τάδε. Κροῖσε, τί ἔσται τέλος τῶν γινομένων τούτων ἐμοί;
On learning these things on his way, Cyrus said to Croesus:\n"Croesus, what will be the end of these things happening to me?
οὐ παύσονται Λυδοί, ὡς οἴκασι, πρήγματα παρέχοντες καὶ αὐτοὶ ἔχοντες.
The Lydians, as it seems, will not cease from causing trouble and having trouble themselves.
φροντίζω μὴ ἄριστον ᾖ ἐξανδραποδίσασθαι σφέας.
I am afraid that it may be best to reduce them to slavery.
ὁμοίως γὰρ μοι νῦν γε φαίνομαι πεποιηκέναι ὡς εἴ τις πατέρα ἀποκτείνας τῶν παίδων αὐτοῦ φείσατο· §1.155.2ὡς δὲ καὶ ἐγὼ Λυδῶν τὸν μὲν πλέον τι ἢ πατέρα ἐόντα σὲ λαβὼν ἄγω, αὐτοῖσι δὲ Λυδοῖσι τὴν πόλιν παρέδωκα, καὶ ἔπειτα θωμάζω εἰ μοι ἀπεστᾶσι. ὃ μὲν δὴ τά περ ἐνόεε ἔλεγε, ὃ δʼ ἀμείβετο τοῖσιδε, δείσας μὴ ἀναστάτους ποιήσῃ τὰς Σάρδις. §1.155.3ὦ βασιλεῦ, τὰ μὲν οἰκότα εἴρηκας, σὺ μέντοι μὴ πάντα θυμῷ χρέο, μηδὲ πόλιν ἀρχαίην ἐξαναστήσῃς ἀναμάρτητον ἐοῦσαν καὶ τῶν πρότερον καὶ τῶν νῦν ἑστεώτων.
For now I seem to have done just as if someone, having killed a father, spared his children;\n since I too am leading you away, who are something more than a father to the Lydians, while I have handed over the city to the Lydians themselves, and then I wonder why they revolt from me."\nHe, indeed, spoke what he had in mind; but the other answered with these words, fearing lest Cyrus should destroy Sardis:\n "O King, you have spoken what is natural, yet do not indulge your anger in all things, nor destroy an ancient city that is innocent of both the past and the present circumstances.
τὰ μὲν γὰρ πρότερον ἐγώ τε ἔπρηξα καὶ ἐγὼ κεφαλῇ ἀναμάξας φέρω· τὰ δὲ νῦν παρεόντα Πακτύης γὰρ ἐστὶ ὁ ἀδικέων, τῷ σὺ ἐπέτρεψας Σάρδις, οὗτος δότω τοι δίκην. §1.155.4Λυδοῖσι δὲ συγγνώμην ἔχων τάδε αὐτοῖσι ἐπίταξον, ὡς μήτε ἀποστέωσι μήτε δεινοί τοι ἔωσι· ἄπειπε μέν σφι πέμψας ὅπλα ἀρήια μὴ ἐκτῆσθαι, κέλευε δὲ σφέας κιθῶνάς τε ὑποδύνειν τοῖσι εἵμασι καὶ κοθόρνους ὑποδέεσθαι, πρόειπε δʼ αὐτοῖσι κιθαρίζειν τε καὶ ψάλλειν καὶ καπηλεύειν παιδεύειν τοὺς παῖδας.
For the past events, I myself did them and I bear the responsibility on my own head; but as for the present, since Pactyes is the one who does wrong, to whom you entrusted Sardis, let him pay the penalty to you.\n Show clemency to the Lydians and lay these commands upon them, so that they will neither revolt nor be a danger to you: send and forbid them to possess weapons of war, and command them to wear tunics under their cloaks and to put on buskins, and proclaim to them to train their sons to play the cithara and the harp, and to be retail traders.
καὶ ταχέως σφέας ὦ βασιλεῦ γυναῖκας ἀντʼ ἀνδρῶν ὄψεαι γεγονότας, ὥστε οὐδὲν δεινοί τοι ἔσονται μὴ ἀποστέωσι.
And quickly, O King, you will see them become women instead of men, so that you will have no fear of their revolting."