§1.153.1ταῦτα εἰπόντος τοῦ κήρυκος, λέγεται Κῦρον ἐπειρέσθαι τοὺς παρεόντας οἱ Ἑλλήνων τίνες ἐόντες ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι πλῆθος ταῦτα ἑωυτῷ προαγορεύουσι· πυνθανόμενον δέ μιν εἰπεῖν πρὸς τὸν κήρυκα τὸν Σπαρτιήτην· οὐκ ἔδεισά κω ἄνδρας τοιούτους, τοῖσι ἐστι χῶρος ἐν μέσῃ ἑωυτῷ προαγορεύουσι· τῇ πόλι ἀποδεδεγμένος ἐς τὸν συλλεγόμενοι ἀλλήλους ὀμνύντες ἐξαπατῶσι·
传令官说完了这些话后,据说居鲁士询问身边在场的希腊人,这些拉刻代蒙人究竟是些什么人,人数有多少,竟然向他发出这样的通告;在探听清楚后,据说他对斯巴达的传令官说:“我从未害怕过这样的人,他们在城中心有一个指定的场所,聚集在那里用誓言互相欺骗。
τοῖσι, ἢν ἐγὼ ὑγιαίνω, οὐ τὰ Ἰώνων πάθεα ἔσται ἔλλεσχα ἀλλὰ τὰ οἰκήια.
对他们来说,如果我身体安康,他们要议论的将不会是爱奥尼亚人的苦难,而是他们自己的苦难。
§1.153.2ταῦτα ἐς τοὺς πάντας Ἕλληνας ἀπέρριψε ὁ Κῦρος τὰ ἔπεα, ὅτι ἀγορὰς στησάμενοι ὠνῇ τε καὶ πρήσι χρέωνται· αὐτοὶ γὰρ οἱ Πέρσαι ἀγορῇσι οὐδὲν ἐώθασι χρᾶσθαι, οὐδέ σφι ἐστὶ τὸ παράπαν ἀγορή.
” 居鲁士是将这些话投向所有的希腊人,因为他们设立市场,进行买卖;而波斯人自己则完全没有使用市场的习惯,在他们那里根本就没有市场。
§1.153.3μετὰ ταῦτα ἐπιτρέψας τὰς μὲν Σάρδις Ταβάλῳ ἀνδρὶ Πέρσῃ, τὸν δὲ χρυσὸν τόν τε Κροίσου καὶ τὸν τῶν ἄλλων Λυδῶν Πακτύῃ ἀνδρὶ Λυδῷ κομίζειν, ἀπήλαυνε αὐτὸς ἐς Ἀγβάτανα, Κροῖσόν τε ἅμα ἀγόμενος καὶ τοὺς Ἴωνας ἐν οὐδενὶ λόγῳ ποιησάμενος τὴν πρώτην εἶναι.
此后,居鲁士将萨尔迪斯委托给一个名叫塔巴洛斯的波斯人,并把运送克罗伊斯及其他吕底亚人黄金的任务交托给一个名叫帕克提埃斯的吕底亚人,而他自己则带着克罗伊斯,起初完全不把爱奥尼亚人放在眼里,向着阿格巴塔纳出发了。
§1.153.4ἡ τε γὰρ Βαβυλών οἱ ἦν ἐμπόδιος καὶ τὸ Βάκτριον ἔθνος καὶ Σάκαι τε καὶ Αἰγύπτιοι, ἐπʼ οὓς ἐπεῖχέ τε στρατηλατέειν αὐτός, ἐπὶ δὲ Ἴωνας ἄλλον πέμπειν στρατηγόν.
因为巴比伦、巴克特里亚民族、撒开人以及埃及人都是他的障碍,他计划亲自对他们发动远征,而对爱奥尼亚人则派遣另一位将军去对付。