§1.153.1ταῦτα εἰπόντος τοῦ κήρυκος, λέγεται Κῦρον ἐπειρέσθαι τοὺς παρεόντας οἱ Ἑλλήνων τίνες ἐόντες ἄνθρωποι Λακεδαιμόνιοι καὶ κόσοι πλῆθος ταῦτα ἑωυτῷ προαγορεύουσι· πυνθανόμενον δέ μιν εἰπεῖν πρὸς τὸν κήρυκα τὸν Σπαρτιήτην· οὐκ ἔδεισά κω ἄνδρας τοιούτους, τοῖσι ἐστι χῶρος ἐν μέσῃ ἑωυτῷ προαγορεύουσι· τῇ πόλι ἀποδεδεγμένος ἐς τὸν συλλεγόμενοι ἀλλήλους ὀμνύντες ἐξαπατῶσι·
When the herald had said this, it is said that Cyrus asked the Greeks who were present with him who these Lacedaemonians were and how many they were in number that they should make such declarations to him; and on being informed, he said to the Spartan herald: "I have never yet feared such men, who have a place appointed in the middle of their city where they gather together to deceive one another with oaths.
τοῖσι, ἢν ἐγὼ ὑγιαίνω, οὐ τὰ Ἰώνων πάθεα ἔσται ἔλλεσχα ἀλλὰ τὰ οἰκήια. §1.153.2ταῦτα ἐς τοὺς πάντας Ἕλληνας ἀπέρριψε ὁ Κῦρος τὰ ἔπεα, ὅτι ἀγορὰς στησάμενοι ὠνῇ τε καὶ πρήσι χρέωνται· αὐτοὶ γὰρ οἱ Πέρσαι ἀγορῇσι οὐδὲν ἐώθασι χρᾶσθαι, οὐδέ σφι ἐστὶ τὸ παράπαν ἀγορή.
For them, if I remain in health, it will not be the misfortunes of the Ionians that will be a matter of talk, but their own." Cyrus threw out these words against all the Greeks, because they establish market-places and engage in buying and selling; for the Persians themselves are not accustomed to use market-places at all, nor do they have a market-place among them.
§1.153.3μετὰ ταῦτα ἐπιτρέψας τὰς μὲν Σάρδις Ταβάλῳ ἀνδρὶ Πέρσῃ, τὸν δὲ χρυσὸν τόν τε Κροίσου καὶ τὸν τῶν ἄλλων Λυδῶν Πακτύῃ ἀνδρὶ Λυδῷ κομίζειν, ἀπήλαυνε αὐτὸς ἐς Ἀγβάτανα, Κροῖσόν τε ἅμα ἀγόμενος καὶ τοὺς Ἴωνας ἐν οὐδενὶ λόγῳ ποιησάμενος τὴν πρώτην εἶναι.
After this, having entrusted Sardis to Tabalus, a Persian, and having charged Pactyes, a Lydian, to bring the gold both of Croesus and of the other Lydians, he himself marched away to Agbatana, taking Croesus with him and making no account of the Ionians for the present.
§1.153.4ἡ τε γὰρ Βαβυλών οἱ ἦν ἐμπόδιος καὶ τὸ Βάκτριον ἔθνος καὶ Σάκαι τε καὶ Αἰγύπτιοι, ἐπʼ οὓς ἐπεῖχέ τε στρατηλατέειν αὐτός, ἐπὶ δὲ Ἴωνας ἄλλον πέμπειν στρατηγόν.
For Babylon was an obstacle to him, as well as the Bactrian nation, the Sacae, and the Egyptians, against whom he intended to lead an army himself, while sending another general against the Ionians.