§1.146.1τούτων δὴ εἵνεκα καὶ οἱ Ἴωνες δυώδεκα πόλιας ἐποιήσαντο·
正是因为这些原因,爱奥尼亚人也建立了自己的十二个城市。
ἐπεὶ ὥς γέ τι μᾶλλον οὗτοι Ἴωνες εἰσὶ τῶν ἄλλων Ἰώνων ἢ κάλλιόν τι γεγόνασι, μωρίη πολλὴ λέγειν·
因为如果说这些人比其他爱奥尼亚人更算是爱奥尼亚人,或者说他们的出身更为高贵,那真是极其愚蠢的想法。
τῶν Ἄβαντες μὲν ἐξ Εὐβοίες εἰσὶ οὐκ ἐλαχίστη μοῖρα, τοῖσι Ἰωνίης μέτα οὐδὲ τοῦ οὐνόματος οὐδέν, Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι, ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται·
在他们之中,来自优卑亚的阿班特斯人占了不小的比例,而这些人与爱奥尼亚这个名字毫无关系;此外,奥尔科梅努斯的米纽亚人、卡德摩斯人、德律奥皮亚人、分离出来的福基斯人、莫洛索斯人、阿卡迪亚的佩拉斯吉人以及埃皮达鲁斯的多利安人也都混杂在他们之中,还有许多其他部族也混杂在一起。
§1.146.2οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι Ἰώνων, οὗτοι δὲ οὐ γυναῖκας ἠγάγοντο ἐς τὴν ἀποικίην ἀλλὰ Καείρας ἔσχον, τῶν ἐφόνευσαν τοὺς γονέας.
至于他们之中那些从雅典市政厅出发、并自认为是爱奥尼亚人中最显贵的人,——这些人并没有带妻子前往殖民地,而是占有了卡里亚妇女,并且屠杀了这些妇女的父母。
§1.146.3διὰ τοῦτὸν δὲ τὸν φόνον αἱ γυναῖκες αὗται νόμον θέμεναι σφίσι αὐτῇσι ὅρκους ἐπήλασαν καὶ παρέδοσαν τῇσι θυγατράσι, μή κοτε ὁμοσιτῆσαι τοῖσι ἀνδράσι μηδὲ οὐνόματι βῶσαι τὸν ἑωυτῆς ἄνδρα, τοῦδε εἵνεκα ὅτι ἐφόνευσαν σφέων τοὺς πατέρας καὶ ἄνδρας καὶ παῖδας καὶ ἔπειτα ταῦτα ποιήσαντες αὐτῇσι συνοίκεον.
正是因为这场屠杀,这些妇女自己立下了规矩,并起誓将这一传统传给她们的女儿:绝不与丈夫同席进食,也绝不直呼自己丈夫的名字。 其原因在于,那些人屠杀了她们的父亲、丈夫和孩子,在此之后,做了这些事的男人还与她们共同生活。