§1.146.1τούτων δὴ εἵνεκα καὶ οἱ Ἴωνες δυώδεκα πόλιας ἐποιήσαντο· ἐπεὶ ὥς γέ τι μᾶλλον οὗτοι Ἴωνες εἰσὶ τῶν ἄλλων Ἰώνων ἢ κάλλιόν τι γεγόνασι, μωρίη πολλὴ λέγειν·
For these very reasons indeed, the Ionians too founded twelve cities; since to say that these are any more Ionians than the other Ionians, or are born in any way more nobly, is great folly.
τῶν Ἄβαντες μὲν ἐξ Εὐβοίες εἰσὶ οὐκ ἐλαχίστη μοῖρα, τοῖσι Ἰωνίης μέτα οὐδὲ τοῦ οὐνόματος οὐδέν, Μινύαι δὲ Ὀρχομένιοί σφι ἀναμεμίχαται καὶ Καδμεῖοι καὶ Δρύοπες καὶ Φωκέες ἀποδάσμιοι καὶ Μολοσσοὶ καὶ Ἀρκάδες Πελασγοὶ καὶ Δωριέες Ἐπιδαύριοι, ἄλλα τε ἔθνεα πολλὰ ἀναμεμίχαται·
Among them, the Abantes from Euboea make up no small part, who have no share at all even in the name of Ionia; and Orchomenian Minyans have been mixed with them, as well as Cadmeans, Dryopes, detached Phocians, Molossians, Arcadian Pelasgians, and Epidaurian Dorians, and many other tribes have been mixed with them.
§1.146.2οἱ δὲ αὐτῶν ἀπὸ τοῦ πρυτανηίου τοῦ Ἀθηναίων ὁρμηθέντες καὶ νομίζοντες γενναιότατοι εἶναι Ἰώνων, οὗτοι δὲ οὐ γυναῖκας ἠγάγοντο ἐς τὴν ἀποικίην ἀλλὰ Καείρας ἔσχον, τῶν ἐφόνευσαν τοὺς γονέας.
And those of them who set out from the prytaneum of the Athenians and consider themselves to be the most noble of the Ionians—these did not bring wives to the colony, but took Carian women, whose parents they had slaughtered.
§1.146.3διὰ τοῦτὸν δὲ τὸν φόνον αἱ γυναῖκες αὗται νόμον θέμεναι σφίσι αὐτῇσι ὅρκους ἐπήλασαν καὶ παρέδοσαν τῇσι θυγατράσι, μή κοτε ὁμοσιτῆσαι τοῖσι ἀνδράσι μηδὲ οὐνόματι βῶσαι τὸν ἑωυτῆς ἄνδρα, τοῦδε εἵνεκα ὅτι ἐφόνευσαν σφέων τοὺς πατέρας καὶ ἄνδρας καὶ παῖδας καὶ ἔπειτα ταῦτα ποιήσαντες αὐτῇσι συνοίκεον.
Because of this slaughter, these women, establishing a custom for themselves, bound themselves by oaths and handed it down to their daughters, never to eat with their husbands, nor to call their own husband by name, for this reason: because they had slaughtered their fathers and husbands and children, and then, having done these things, lived with them.