§1.147.1ταῦτα δὲ ἦν γινόμενα ἐν Μιλήτῳ.
而这些事是发生在米利都的。
βασιλέας δὲ ἐστήσαντο οἳ μὲν αὐτῶν Λυκίους ἀπὸ Γλαύκου τοῦ Ἱππολόχου γεγονότας, οἳ δὲ Καύκωνας Πυλίους ἀπὸ Κόδρου τοῦ Μελάνθου, οἳ δὲ καὶ συναμφοτέρους.
至于王位,他们之中有些人立了希波洛科斯之子格劳科斯的后裔吕基亚人为王,有些人立了梅兰索斯之子科德洛斯的后裔皮洛斯卡乌科涅斯人为王,还有些人则立了这两者的后裔为王。
ἀλλὰ γὰρ περιέχονται τοῦ οὐνόματος μᾶλλόν τι τῶν ἄλλων Ἰώνων, ἔστωσαν δὴ καὶ οἱ καθαρῶς γεγονότες Ἴωνες.
然而,既然他们比其他爱奥尼亚人更执着于这个名字,那就让他们算作纯正出身的爱奥尼亚人吧。
§1.147.2εἰσὶ δὲ πάντες Ἴωνες ὅσοι ἀπʼ Ἀθηνέων γεγόνασι καὶ Ἀπατούρια ἄγουσι ὁρτήν.
凡是源自雅典并庆祝阿帕图里亚节的人,都是爱奥尼亚人。
ἄγουσι δὲ πάντες πλὴν Ἐφεσίων καὶ Κολοφωνίων· οὗτοι γὰρ μοῦνοι Ἰώνων οὐκ ἄγουσι Ἀπατούρια, καὶ οὗτοι κατὰ φόνου τινὰ σκῆψιν.
除了以弗所人和科洛封人之外,所有人都会庆祝这个节日;因为在爱奥尼亚人中,唯有他们不庆祝阿帕图里亚节,而这据说是由于某种涉及谋杀的借口。