§1.145.1δυώδεκα δὲ μοι δοκέουσι πόλιας ποιήσασθαι οἱ Ἴωνες καὶ οὐκ ἐθελῆσαι πλεῦνας ἐσδέξασθαι τοῦδε εἵνεκα, ὅτι καὶ ὅτε ἐν Πελοποννήσῳ οἴκεον, δυώδεκα ἦν αὐτῶν μέρεα, κατά περ νῦν Ἀχαιῶν τῶν ἐξελασάντων Ἴωνας δυώδεκα ἐστὶ μέρεα, Πελλήνη μέν γε πρώτη πρὸς Σικυῶνος, μετὰ δὲ Αἴγειρα καὶ Αἰγαί, ἐν τῇ Κρᾶθις ποταμὸς ἀείναος ἐστί, ἀπʼ ὅτευ ὁ ἐν Ἰταλίῃ ποταμὸς τὸ οὔνομα ἔσχε, καὶ Βοῦρα καὶ Ἑλίκη, ἐς τὴν κατέφυγον Ἴωνες ὑπὸ Ἀχαιῶν μάχῃ ἑσσωθέντες, καὶ Αἴγίον καὶ Ῥύπες καὶ Πατρέες καὶ Φαρέες καὶ Ὤλενος, ἐν τῷ Πεῖρος ποταμὸς μέγας ἐστί, καὶ Δύμη καὶ Τριταιέες, οἳ μοῦνοι τούτων μεσόγαιοι οἰκέουσι.
在我看来,爱奥尼亚人建立十二个城市且不愿接纳更多城市,是因为以下原因:即在他们居住于伯罗奔尼撒半岛时,他们也分为十二个部分,正如现在驱逐了爱奥尼亚人的阿卡亚人分为十二个部分一样。 首先是靠近西库翁方向的培勒涅,其次是埃盖拉和埃盖(此处有终年不息的克拉提斯河,意大利的那条河便是得名于此),然后是布拉和赫利克(战败于阿卡亚人的爱奥尼亚人曾逃往该地),接着是埃吉翁、律佩斯、帕特莱、法莱、奥勒诺斯(此处有大河培罗斯河),以及迪梅和特里泰亚人(在这些人中只有他们居住在内陆)。
ταῦτα δυώδεκα μέρεα νῦν Ἀχαιῶν ἐστὶ καὶ τότε γε Ἰώνων ἦν.
这十二个部分如今属于阿卡亚人,而在当时则属于爱奥尼亚人。