Humanitext Reader

希罗多德 · 历史 §1.126.1-1.126.6

居鲁士以劳役和盛宴劝诱波斯人反叛

第 126 段,共 1577 段 · 希腊语

内容简介

居鲁士让波斯人在第一天开垦荆棘荒地,第二天则设盛宴款待他们,以此对比劝说他们背叛米底人以夺回自由。

§1.126.1ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον, ἐνθαῦτα ὁ Κῦρος, ἦν γάρ τις χῶρος τῆς Περσικῆς ἀκανθώδης ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους ἢ εἴκοσι πάντῃ, τοῦτον σφι τὸν χῶρον προεῖπε ἐξημερῶσαι ἐν ἡμέρῃ.
当他们全部带着所命令的工具到达时,居鲁士便——因为在波斯有一块到处长满荆棘的土地,四面各约十八或二十斯塔德——命令他们要在一天之内开垦出这块土地。
§1.126.2ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον, δεύτερα σφι προεῖπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους.
在波斯人完成了指定的苦活之后,接着他命令他们第二天沐浴后前来集合。
ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια ὁ Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυσε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατόν, πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι.
在此期间,居鲁士将他父亲所有的山羊群、绵羊群和牛群全部聚集到一处并宰杀了,准备款待波斯的大军,此外还准备了葡萄酒和最合适的食物。
§1.126.3ἀπικομένους δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε.
第二天波斯人到来时,他让他们在草地上坐下,并设宴款待。
ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν, εἴρετο σφέας ὁ Κῦρος κότερα τὰ τῇ προτεραίῃ εἶχον ἢ τὰ παρεόντα σφι εἴη αἱρετώτερα.
当他们吃完饭后,居鲁士问他们,是前一天的遭遇还是眼前的享受更合他们的意。
§1.126.4οἳ δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον· τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν, τὴν δὲ τότε παρεοῦσαν πάντα ἀγαθά.
他们说,这两者之间有天壤之别;因为前一天对他们来说全是苦难,而今天则全是美好的事物。
παραλαβὼν δὲ τοῦτο τὸ ἔπος ὁ Κῦρος παρεγύμνου τὸν πάντα λόγον, λέγων §1.126.5ἄνδρες Πέρσαι, οὕτω ὑμῖν ἔχει.
居鲁士抓住这句话,揭示了他的全部计划,说道: “波斯人啊,你们的处境就是这样。
βουλομένοισι μὲν ἐμέο πείθεσθαί ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθά, οὐδένα πόνον δουλοπρεπέα ἔχουσι, μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι.
如果你们愿意听从我,你们就会拥有这些以及其他无数的好处,而不需要承担任何奴隶般的劳苦;但如果你们不愿意听从我,你们就会有无数像昨天那样繁重的劳苦。
§1.126.6νῦν ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι.
那么现在,听从我而获得自由吧。
αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι, καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φαυλοτέρους οὔτε τἄλλα οὔτε τὰ πολέμια.
因为我自己认为,我是承蒙神意降生来把这些事情挑在肩上的,而且我认为你们在其他方面和军事上,都绝不亚于米底人。
ὡς ὦν ἐχόντων ὧδε, ἀπίστασθε ἀπʼ Ἀστυάγεος τὴν ταχίστην.
既然如此,你们要以最快的速度背叛阿斯提阿格斯。 ”

词汇与语法注释

  1. §1.126.1ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους ἢ εἴκοσι πάντῃ — 表示程度或范围的副词性宾格 ὅσον 与表示空间延伸的介词短语 ἐπί + 宾格相结合,并加上表示“在各个方向”的 πάντῃ,用以描述该区域的大致范围(四面各约18至20斯塔德)。
  2. §1.126.2δεύτερα — 形容词 δεύτερος 的中性复数宾格(内格宾格),副词性地用作“第二”、“其次”或“接下来”。
  3. §1.126.5βουλομένοισι μὲν ἐμέο πείθεσθαι — 分词 βουλομένοισι 表示条件(“如果愿意”)。人称代词 ἐμέο 是爱奥尼亚方言的属格形式(雅典方言为 ἐμοῦ)。动词 πείθεσθαι(顺从、听从)通常支配与格,但此处由于在语义上接近于“听从某人(的意见)”(ἀκούειν),因而支配了属格(ἐμέο)。
  4. §1.126.5ἔχουσι — 此词并非动词 ἔχω 的第三人称复数现在时直陈式,而是现在分词 ἔχων 的与格复数(阳性/中性)形式。它与前面表示条件的与格分词 βουλομένοισι 一致,表示伴随状况(“在不承担……的情况下”)。
  5. §1.126.6ὡς ὦν ἐχόντων ὧδε — 使用无人称短语 ὧδε ἔχει(情况如此)的分词构成的无人称属格绝对结构。伴随引导主观原因或前提的 ὡς,表示“既然事态如此”。

引用这一段

希罗多德, 历史 §1.126.1-1.126.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.126.1-1.126.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。