§1.126.1ὡς δὲ παρῆσαν ἅπαντες ἔχοντες τὸ προειρημένον, ἐνθαῦτα ὁ Κῦρος, ἦν γάρ τις χῶρος τῆς Περσικῆς ἀκανθώδης ὅσον τε ἐπὶ ὀκτωκαίδεκα σταδίους ἢ εἴκοσι πάντῃ, τοῦτον σφι τὸν χῶρον προεῖπε ἐξημερῶσαι ἐν ἡμέρῃ.
When they had all arrived, carrying what had been commanded, Cyrus then—for there was a certain thorny district in Persia of about eighteen or twenty stades in every direction—ordered them to clear this district within a day.
§1.126.2ἐπιτελεσάντων δὲ τῶν Περσέων τὸν προκείμενον ἄεθλον, δεύτερα σφι προεῖπε ἐς τὴν ὑστεραίην παρεῖναι λελουμένους.
When the Persians had completed the appointed task, he next ordered them to present themselves on the following day, having bathed.
ἐν δὲ τούτῳ τά τε αἰπόλια καὶ τὰς ποίμνας καὶ τὰ βουκόλια ὁ Κῦρος πάντα τοῦ πατρὸς συναλίσας ἐς τὠυτὸ ἔθυσε καὶ παρεσκεύαζε ὡς δεξόμενος τὸν Περσέων στρατόν, πρὸς δὲ οἴνῳ τε καὶ σιτίοισι ὡς ἐπιτηδεοτάτοισι.
In the meantime, Cyrus, gathering together all his father's flocks of goats and sheep and herds of cattle into one place, slaughtered them and prepared to entertain the Persian host, and in addition provided wine and the most suitable food.
§1.126.3ἀπικομένους δὲ τῇ ὑστεραίῃ τοὺς Πέρσας κατακλίνας ἐς λειμῶνα εὐώχεε.
When the Persians arrived on the following day, he made them recline on a meadow and feasted them.
ἐπείτε δὲ ἀπὸ δείπνου ἦσαν, εἴρετο σφέας ὁ Κῦρος κότερα τὰ τῇ προτεραίῃ εἶχον ἢ τὰ παρεόντα σφι εἴη αἱρετώτερα.
When they had finished their meal, Cyrus asked them whether what they had on the previous day or their present circumstances were more desirable to them.
§1.126.4οἳ δὲ ἔφασαν πολλὸν εἶναι αὐτῶν τὸ μέσον· τὴν μὲν γὰρ προτέρην ἡμέρην πάντα σφι κακὰ ἔχειν, τὴν δὲ τότε παρεοῦσαν πάντα ἀγαθά.
They said that there was a vast difference between them; for the previous day held nothing but evils for them, while the present day held all things good.
παραλαβὼν δὲ τοῦτο τὸ ἔπος ὁ Κῦρος παρεγύμνου τὸν πάντα λόγον, λέγων §1.126.5ἄνδρες Πέρσαι, οὕτω ὑμῖν ἔχει.
Taking up this reply, Cyrus laid bare his whole design, saying: "Men of Persia, this is how it stands for you.
βουλομένοισι μὲν ἐμέο πείθεσθαί ἔστι τάδε τε καὶ ἄλλα μυρία ἀγαθά, οὐδένα πόνον δουλοπρεπέα ἔχουσι, μὴ βουλομένοισι δὲ ἐμέο πείθεσθαι εἰσὶ ὑμῖν πόνοι τῷ χθιζῷ παραπλήσιοι ἀναρίθμητοι.
If you are willing to obey me, you shall have these and countless other good things, without having any slave-like labor; but if you are not willing to obey me, you will have countless labors similar to yesterday's.
§1.126.6νῦν ὦν ἐμέο πειθόμενοι γίνεσθε ἐλεύθεροι.
Now therefore, by obeying me, become free.
αὐτός τε γὰρ δοκέω θείῃ τύχῃ γεγονὼς τάδε ἐς χεῖρας ἄγεσθαι, καὶ ὑμέας ἥγημαι ἄνδρας Μήδων εἶναι οὐ φαυλοτέρους οὔτε τἄλλα οὔτε τὰ πολέμια.
For I think myself to have been born by divine providence to take these matters into my hands, and I hold you to be men in no way inferior to the Medes, either in other respects or in war.
ὡς ὦν ἐχόντων ὧδε, ἀπίστασθε ἀπʼ Ἀστυάγεος τὴν ταχίστην.
Since these things are so, revolt from Astyages with all speed."