§1.117.1Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο, Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε.
阿斯提阿格斯既然牧牛人已经吐露了实情,便不再对他多加追究,但他对哈尔帕哥斯深感愤怒,于是命令卫兵召他前来。
§1.117.2ὡς δέ οἱ παρῆν ὁ Ἅρπαγος, εἴρετό μιν ὁ Ἀστυάγης
Ἅρπαγε, τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς;
当哈尔帕哥斯来到他面前时,阿斯提阿格斯问他:“哈尔帕哥斯,我交给你那个我女儿所生的孩子,你是用什么死法处置了他的?
ὁ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα, οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν, ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται, ἀλλὰ λέγει τάδε. §1.117.3ὦ βασιλεῦ, ἐπείτε παρέλαβον τὸ παιδίον, ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον, καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης.
”哈尔帕哥斯一见牧牛人在里面,为了不至于在受审问时败露,便不走谎言之路,而是这样说道: “大王啊,当我接管那个孩子时,我便反复思量,考虑如何既能顺从您的意愿,又使我对于您而言不致犯罪,并且无论对于您的女儿还是您本人,我都不会成为亲手杀害他的凶手。
§1.117.4ποιέω δὴ ὧδε· καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον, φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό.
于是我便这样做:我召来这位牧牛人,把孩子交给他,并说命令杀死他的是您。
καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην· σὺ γὰρ ἐνετέλλεο οὕτω.
我这样说并没有撒谎,因为您的确是如此吩咐的。
παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος, θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ, ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ.
然而,我把孩子交给他时,也如此命令他:将孩子放在荒山之中,守在旁边看着他,直到他死去,并威胁他如果不执行这些命令,就将面临各种严惩。
§1.117.5ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον, πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον διʼ ἐκείνων καὶ ἔθαψά μιν.
而当这人执行了吩咐、孩子死去之后,我派去了我那些最亲信的太监,通过他们亲眼确认并埋葬了孩子。
οὕτω ἔσχε ὦ βασιλεῦ περὶ τοῦ πρήγματος τούτου, καὶ τοιούτῳ μόρῳ ἐχρήσατο ὁ παῖς.
大王啊,关于这件事的经过就是如此,这孩子也是以这样的死法结束了生命的。 ”