§1.116.1ταῦτα λέγοντος τοῦ παιδὸς τὸν Ἀστυάγεα ἐσήιε ἀνάγνωσις αὐτοῦ, καὶ οἱ ὅ τε χαρακτὴρ τοῦ προσώπου προσφέρεσθαι ἐδόκεε ἐς ἑωυτὸν καὶ ἡ ὑπόκρισις ἐλευθερωτέρη εἶναι, ὅ τε χρόνος τῆς ἐκθέσιος τῇ ἡλικίῃ τοῦ παιδὸς ἐδόκεε συμβαίνειν.
当这孩子说着这些话时,阿斯提阿格斯心中对他的身份产生了解认;在他看来,这孩子的面貌特征似乎与他自己相似,而且其言语应对也显得更为高贵,同时遗弃孩子的时间似乎也与这孩子的年龄相吻合。
§1.116.2ἐκπλαγεὶς δὲ τούτοισι ἐπὶ χρόνον ἄφθογγος ἦν·
他因这些发现而震惊,一时默然无语。
μόγις δὲ δή κοτε ἀνενειχθεὶς εἶπε, θέλων ἐκπέμψαι τὸν Ἀρτεμβάρεα, ἵνα τὸν βουκόλον μοῦνον λαβὼν βασανίσῃ,
Ἀρτέμβαρες, ἐγὼ ταῦτα ποιήσω ὥστε σὲ καὶ τὸν παῖδα τὸν σὸν μηδὲν ἐπιμέμφεσθαι.
但当他终于缓过神来时,由于想要打发阿尔提姆巴雷斯走开,以便单独留下牧牛人进行审问,他便说道:“阿尔提姆巴雷斯,我会把这件事情处理好,使你和你的儿子都不会有任何抱怨。
§1.116.3τὸν μὲν δὴ Ἀρτεμβάρεα πέμπει, τὸν δὲ Κῦρον ἦγον ἔσω οἱ θεράποντες κελεύσαντος τοῦ Ἀστυάγεος, ἐπεὶ δὲ ὑπελέλειπτο ὁ βουκόλος μοῦνος μουνόθεν, τάδε αὐτὸν εἴρετο ὁ Ἀστυάγεος, κόθεν λάβοι τὸν παῖδα καὶ τίς εἴη ὁ παραδούς.
” 于是他派人送走了阿尔提姆巴雷斯,而仆从们根据阿斯提阿格斯命令,将居鲁士带到了里面。 当牧牛人被单独留下、面对面坐着时,阿斯提阿格斯便向他询问:他是从哪里得到这孩子的,以及交出孩子的人是谁。
§1.116.4ὁ δὲ ἐξ ἑωυτοῦ τε ἔφη γεγονέναι καὶ τὴν τεκοῦσαν αὐτὸν εἶναι ἔτι παρʼ ἑωυτῷ.
牧牛人回答说,这孩子是他亲生的,而生他的母亲至今仍和他在一起。
Ἀστυάγης δὲ μιν οὐκ εὖ βουλεύεσθαι ἔφη ἐπιθυμέοντα ἐς ἀνάγκας μεγάλας ἀπικνέεσθαι, ἅμα τε λέγων ταῦτα ἐσήμαινε τοῖσι δορυφόροισι λαμβάνειν αὐτόν.
但阿斯提阿格斯说,他这样想是不明智的,因为他是在自寻极大的苦痛,在说这些话的同时,阿斯提阿格斯示意卫兵将他拿下。
§1.116.5ὁ δὲ ἀγόμενος ἐς τὰς ἀνάγκας οὕτω δὴ ἔφαινε τὸν ἐόντα λόγον· ἀρχόμενος δὲ ἀπʼ ἀρχῆς διεξήιε τῇ ἀληθείῃ χρεώμενος, καὶ κατέβαινε ἐς λιτάς τε καὶ συγγνώμην ἑωυτῷ κελεύων ἔχειν αὐτόν.
在被带去受审时,他这才吐露了实情;他从头开始,如实地叙述了整个经过,最后转为哀求,请求阿斯提阿格斯宽恕他。