§1.117.1Ἀστυάγης δὲ τοῦ μὲν βουκόλου τὴν ἀληθείην ἐκφήναντος λόγον ἤδη καὶ ἐλάσσω ἐποιέετο, Ἁρπάγῳ δὲ καὶ μεγάλως μεμφόμενος καλέειν αὐτὸν τοὺς δορυφόρους ἐκέλευε.
Astyages, now that the herdsman had revealed the truth, made less account of him, but being greatly angry with Harpagus, he ordered his guards to summon him.
§1.117.2ὡς δέ οἱ παρῆν ὁ Ἅρπαγος, εἴρετό μιν ὁ Ἀστυάγης
Ἅρπαγε, τέῳ δὴ μόρῳ τὸν παῖδα κατεχρήσαο τόν τοι παρέδωκα ἐκ θυγατρὸς γεγονότα τῆς ἐμῆς; ὁ δὲ Ἅρπαγος ὡς εἶδε τὸν βουκόλον ἔνδον ἐόντα, οὐ τρέπεται ἐπὶ ψευδέα ὁδόν, ἵνα μὴ ἐλεγχόμενος ἁλίσκηται, ἀλλὰ λέγει τάδε. §1.117.3ὦ βασιλεῦ, ἐπείτε παρέλαβον τὸ παιδίον, ἐβούλευον σκοπέων ὅκως σοί τε ποιήσω κατὰ νόον, καὶ ἐγὼ πρὸς σὲ γινόμενος ἀναμάρτητος μήτε θυγατρὶ τῇ σῇ μήτε αὐτῷ σοὶ εἴην αὐθέντης.
When Harpagus was present before him, Astyages asked him: "Harpagus, by what kind of death did you dispose of the child whom I handed over to you, who was born of my daughter?" But Harpagus, when he saw the herdsman inside, did not turn to a false way, so that he might not be caught when cross-examined, but spoke as follows: "O King, when I received the child, I deliberated, considering how I might act according to your mind, and how I, becoming guiltless toward you, might be a murderer neither to your daughter nor to your own self.
§1.117.4ποιέω δὴ ὧδε· καλέσας τὸν βουκόλον τόνδε παραδίδωμι τὸ παιδίον, φὰς σέ τε εἶναι τὸν κελεύοντα ἀποκτεῖναι αὐτό.
Therefore I acted in this way: having summoned this herdsman, I handed over the child, saying that you were the one ordering its death.
καὶ λέγων τοῦτό γε οὐκ ἐψευδόμην· σὺ γὰρ ἐνετέλλεο οὕτω.
And in saying this, indeed, I was not lying, for you did command so.
παραδίδωμι μέντοι τῷδε κατὰ τάδε ἐντειλάμενος, θεῖναὶ μιν ἐς ἔρημον ὄρος καὶ παραμένοντα φυλάσσειν ἄχρι οὗ τελευτήσῃ, ἀπειλήσας παντοῖα τῷδε ἢν μὴ τάδε ἐπιτελέα ποιήσῃ.
I handed it over to him, however, commanding him as follows: to place it on a deserted mountain and to stay and watch over it until it should die, threatening him with all kinds of punishments if he should not carry this out.
§1.117.5ἐπείτε δὲ ποιήσαντος τούτου τὰ κελευόμενα ἐτελεύτησε τὸ παιδίον, πέμψας τῶν εὐνούχων τοὺς πιστοτάτους καὶ εἶδον διʼ ἐκείνων καὶ ἔθαψά μιν.
And when, this man having done what was commanded, the child died, I sent the most trustworthy of my eunuchs, and through them I saw the body and buried it.
οὕτω ἔσχε ὦ βασιλεῦ περὶ τοῦ πρήγματος τούτου, καὶ τοιούτῳ μόρῳ ἐχρήσατο ὁ παῖς.
This, O King, is how this matter stood, and by such a death did the boy meet his end."