§3.18εἰ μὴ τοῦτο δεῖξαι δημοσίᾳ βούλεσθε, ὅτι βδελυρία καὶ ἀναίδεια καὶ προαίρεσις πονηρίας ἐν τῇ πόλει ἰσχύει καὶ διασωθῆναι πλείω προσδοκίαν ἔχει, κἄν τι συμβῇ χαλεπὸν τοῖς τοιούτοις, ἀπόλυσις γίγνεται, ἐν δὲ προαιρέσει χρηστῇ καὶ βίῳ σώφρονι καὶ δημοτικῷ προελέσθαι ζῆν σφαλερόν, κἄν τι γένηται πταῖσμα, ἄφυκτον ἔσται.
除非你们想公开表明这一点:即在城邦中,卑劣、无耻和向恶的志向握有力量,且有更大的生存期望,如果此类人发生什么困难,就会得到解免;相反,选择生活在良好的志向、温良且民主的生涯中则是危险的,一旦发生什么失误,就将无可逃脱。
§3.19ἔτι τοίνυν τὸ μὲν μὴ δίκαιον εἶναι τὴν ἐναντίαν δόξαν ἔχειν ὧς περὶ ζῶντος εἴχετʼ ἐκείνου, καὶ τὸ τῶν τετελευτηκότων ἢ τῶν παρόντων πλείω ποιεῖσθαι λόγον δίκαιον εἶναι, καὶ πάντα τὰ τοιαῦτα, ἐάσω· παρὰ γὰρ πᾶσιν ὁμολογεῖσθαι ταῦθʼ ὑπείληφα·
此外,关于不能持有与他活着时你们对他所持的相反评价,以及对死者的看重理应多于对眼前之人的关切,以及所有诸如此类的道理,我都姑且不提;因为我认为这些是所有人都公认的。
ὅσοις μέντοι πατρικὰς εὐεργεσίας ἀπεμνημονεύσατε τῶν ἄλλων, ἡδέως ἂν ἴδοιμʼ ὑμᾶς ἀναμνησθέντας, οἷον τοῖς Ἀριστείδου καὶ τοῖς Θρασυβούλου καὶ τοῖς Ἀρχίνου καὶ πολλῶν ἑτέρων ἀπογόνοις.
然而,对于其他那些因其父亲的恩惠而受到你们报答的人,我倒很乐意看到你们重新回想起来,例如阿里斯泰德、色拉西布洛斯、阿尔基努斯以及许多其他人的后代。
§3.20οὐχ ὡς ἐπιτιμῶν δὲ ταῦτα παρήνεγκα.
我并非是以指责的态度提出这些劝告的。
τοσούτου γὰρ δέω τοῦτο ποιεῖν ὥστε συμφέρειν μάλιστα τῇ πόλει τὰ τοιαῦτα κρίνω· προκαλεῖσθε γὰρ πάντας ἐκ τούτων δημοτικοὺς εἶναι, ὁρῶντας ὅτι κἂν ἐν τῷ καθʼ ἑαυτοὺς βίῳ ταῖς προσηκούσαις αὐτῶν τιμαῖς ὁ φθόνος ἀντιστῇ, τοῖς γε παισὶν ὑπάρξει τὰ προσήκοντα παρʼ ὑμῶν κομίσασθαι.
因为我非但不想这么做,反而认为这样的决定对城邦最为有利;因为你们通过这些做法在号召所有人成为民主派,因为他们看到,即使在他们个人的生活中,嫉妒会阻碍他们获得应得的荣誉,但至少他们的孩子们将有可能从你们那里得到应得的报答。
§3.21πῶς οὖν οὐκ ἄτοπον, μᾶλλον δὲ καὶ αἰσχρόν, τῶν μὲν ἄλλων τισί, καὶ παλαιῶν ὄντων τῶν χρόνων καθʼ οὓς ἐγένοντο χρήσιμοι, καὶ διʼ ὧν ἀκούετε τὰς εὐεργεσίας, οὐκ ἐξ ὧν ἑοράκαθʼ ὑπειληφότας, ὅμως τὴν δικαίαν εὔνοιαν διασῴζειν, Λυκούργῳ δʼ οὕτως ὑπογύου καὶ τῆς πολιτείας καὶ τῆς τελευτῆς γεγονυίας, μηδʼ εἰς ἃ καὶ τοῖς ἀγνῶσιν καὶ ὑφʼ ὧν ἀδικοῖσθʼ ἕτοιμοι τὸν ἄλλον ἦτε χρόνον, §3.22εἰς ἔλεον καὶ φιλανθρωπίαν, μηδʼ εἰς ταῦθʼ ὑμᾶς αὐτοὺς ὁμοίους παρέχειν, καὶ ταῦτʼ εἰς τοὺς παῖδας αὐτοῦ γιγνομένης τῆς τιμωρίας, οὓς κἂν ἐχθρός, εἴπερ μέτριος εἴη καὶ λογισμὸν ἔχων, ἐλεήσαι;
那么,怎么会不荒谬,甚至可以说是可耻呢:对于其他某些人,即便他们起作用的时代已然久远,且你们只是听说他们的恩惠,而不是凭自己亲眼所见而得知,你们却依然保留着公正的好意;然而对于吕库古,他的政治活动和离世都发生得如此近,你们却甚至不愿展现出在其他时候连对陌生人以及对伤害过你们的人都随时准备展现的态度,即怜悯与温情,你们甚至不在这些事上表现得和以往一样,更何况这惩罚是落在他的孩子们身上,而对于他们,即便是一个敌人,只要他适度且具有理性,也都会产生怜悯?
§3.23θαυμάζω τοίνυν καὶ τοῦτʼ εἴ τις ὑμῶν ἀγνοεῖ, ὡς οὐδὲ τοῦτο συμφέρει τῇ πολιτείᾳ φανερὸν γιγνόμενον, ὅτι τοῖς μὲν ἄλλην τινὰ κτησαμένοις φιλίαν καὶ κατορθοῦσιν ἐν πᾶσιν πλεονεκτεῖν ὑπάρχει, κἂν ἀτυχήσωσίν τι, ῥᾳδίους εἶναι τὰς λύσεις, τοῖς δʼ εἰς τὸν δῆμον ἀναρτήσασιν ἑαυτοὺς οὐ μόνον κατὰ τἄλλʼ ἔλαττον ἔχειν ὑπάρξει, ἀλλὰ καὶ τὰς συμφορὰς βεβαίους τούτοις μόνοις τῶν ἄλλων μένειν.
此外,如果你们中有人不知道这一点,我也感到惊讶:即向世人显露以下事实对城邦是毫无益处的,那便是,对于那些结交了其他某种外部友谊并万事顺利的人来说,他们可以在一切事上占尽便宜,且即便遭遇什么不幸,也极易获得开脱;而对于那些将自己系于民众的人,不仅在其他方面注定处于劣势,而且唯独对他们而言,不幸才会确定无疑地留存。
ἀλλὰ μὴν ὅτι τοῦθʼ οὕτως γίγνεται ῥᾴδιον δεῖξαι.
然而,要表明情况确实如此是很轻而易举的。
§3.24τίς γὰρ οὐκ οἶδεν ὑμῶν Λάχητι τῷ Μελανώπου ἁλῶναι μὲν ὁμοίως ἐν δικαστηρίῳ συμβὰν ὡς καὶ νῦν τοῖς Λυκούργου παισίν, ἀφεθῆναι δὲ πᾶν τὸ ὄφλημʼ ἐπιστείλαντος Ἀλεξάνδρου;
因为你们中谁不知道,墨拉诺波斯之子拉刻斯同样在法庭上被判有罪,正如现在吕库古的孩子们一样,但在亚历山大来信要求后,他的全部罚金就被免除了?
καὶ πάλιν Μνησιβούλῳ τῷ Ἀχαρνεῖ ἁλῶναι μὲν ὁμοίως καταγνόντος αὐτοῦ τοῦ δικαστηρίου ὥσπερ καὶ τῶν Λυκούργου παίδων, ἀφεῖσθαι δὲ καλῶς ποιοῦντι;
还有,阿哈尔奈的姆内西布洛斯,同样在法庭亲自对他定罪时被判有罪,就像吕库古的孩子们一样,却因其行事高尚而获释?
§3.25ἄξιος γὰρ ἁνήρ.
因为那个人配得上如此对待。
καὶ οὐδεὶς ἐπὶ τούτοις τοὺς νόμους ἔφη καταλύεσθαι τῶν νῦν βοώντων.
而现在大喊大叫的那些人中,没有人说法律在这些事情上遭到了破坏。
εἰκότως· οὐδὲ γὰρ κατελύοντο, εἴπερ ἅπαντες οἱ νόμοι τῶν δικαίων εἵνεκα καὶ σωτηρίας τῶν χρηστῶν ἀνθρώπων τίθενται, καὶ μήτʼ ἀϊδίους τοῖς ἀτυχήσασι καθιστάναι τὰς συμφορὰς συμφέρει, μήτʼ ἀχαρίστους ὄντας φαίνεσθαι.
理应如此;因为法律并没有遭到破坏,如果确实所有的法律都是为了正义和善良之人的安全而制定的,而且让遭遇不幸者的灾难变得永久既无益处,显得忘恩负义也同样无益。
§3.26ἀλλὰ μὴν εἴ γε ταῦθʼ οὕτως, ὥσπερ ἂν φήσαιμεν, ἔχειν συμφέρει, οὐ μόνον τοὺς νόμους οὐ κατελύετε, ἡνίκʼ ἐκείνους ἀφίετε, ἀλλὰ καὶ τοὺς λογισμοὺς ἐσῴζετε τῶν τοὺς νόμους θεμένων ἀνθρώπων, Λάχητα μὲν πρὸς χάριν δεηθέντος Ἀλεξάνδρου ἀφέντες, Μνησίβουλον δὲ τῇ τοῦ βίου σωφροσύνῃ σῴσαντες.
然而,正如我们会说的,如果这些事情确实应当如此才是有益的,那么当你们释放那些人时,你们不仅没有破坏法律,反而维护了立法国民的初衷——因为你们出于对亚历山大请求的好意而释放了拉刻斯,并因其一生的温良而挽救了姆内西布洛斯。
§3.27μὴ τοίνυν τὸ κτήσασθαί τινʼ ἔξωθεν φιλίαν λυσιτελέστερον δείκνυτʼ ἢ τὸ τῷ δήμῳ παρακαταθέσθαι ἑαυτόν, μηδὲ τὸ τῶν ἀγνώτων εἶναι κρεῖττον ἢ τοῖς πολλοῖς ὑμῖν τὰ συμφέροντα πολιτευόμενον γιγνώσκεσθαι.
因此,请不要表明结交外部的友谊比将自己托付给民众更为有利,也不要表明保持默默无闻比因替你们大众施加有益的政治而闻名更为优越。
τὸ μὲν γὰρ πᾶσιν ἀρέσκειν τὸν συμβουλεύοντα καὶ τὰ κοινὰ πράττοντʼ ἀδύνατον· ἐὰν δʼ ἐπʼ εὐνοίᾳ ταὐτὰ τῷ δήμῳ τις φρονῇ, δίκαιός ἐστιν σῴζεσθαι.
因为对于一个提出建言和处理国务的人来说,要取悦所有人是不可能的;但如果有人怀着善意、与民众志同道合,他就理应获得保全。
εἰ δὲ μή, καὶ θεραπεύειν ἑτέρους μᾶλλον ἢ τὸν δῆμον ἅπαντας διδάξετε, καὶ φεύγειν τὸ τῶν ὑμῖν συμφερόντων ποιοῦντά τι γνωσθῆναι.
否则,你们就会教导所有人去巴结他人而不是民众,并教导他们去避免因做任何对你们有益的事而为人所知。