Humanitext Reader

狄摩西尼 · 书信集 §3.9-3.17

谴责雅典人的忘恩负义与要求释放吕库古之子

第 7 段,共 14 段 · 希腊语

内容简介

德摩斯梯尼强烈谴责雅典人只在吕库古生前予以尊崇、如今却因罚金而对其子嗣进行不公囚禁的虚伪做法,并将这种忘恩负义与马其顿腓力的宽大处理进行对比。他用过去的先例驳斥了莫伊罗克莱斯的借口,警告为民主效力者的悲惨命运,并强烈要求释放孩子们。

§3.9λείπεται τοίνυν ὃ πάντες ἂν εἶναι φαύλων ἀνθρώπων φήσαιεν, ὅσον ἂν χρῆσθε χρόνον, τοσοῦτον ἑκάστου φροντίζειν δοκεῖν, μετὰ ταῦτα δὲ μηδένʼ ἔχειν λόγον.
因此,还剩下那件所有人都说是卑劣之人特征的事:即只要你们在使用某人,在同样长的时间里就显得关心他,但在此之后便不再有任何顾及。
εἰς τί γὰρ τῶν ἄλλων χρὴ προσδοκᾶν τῷ τετελευτηκότι τὴν παρʼ ὑμῶν ἔσεσθαι χάριν, ὅταν εἰς τοὺς παῖδας καὶ τὴν εὐδοξίαν τἀναντίʼ ὁρᾷ τις γιγνόμενα, ὧν μόνων καὶ τελευτῶσι πᾶσιν ὅπως ἕξει καλῶς μέλει;
因为当人们看到他的孩子们和他的好名声遭受相反的对待时,死者还能在其余什么事情上指指望从你们那里获得感激呢? 而那些孩子们和好名声,正是所有人在死时唯一关切是否安好的事物。
§3.10καὶ μὴν οὐδὲ χρημάτων ποιεῖν ἕνεκα ταῦτα δοκεῖν τῶν καλῶν ἐστιν.
而且,显得是为了钱财而做这些事,也绝非体面之举。
οὔτε γὰρ τῆς μεγαλοψυχίας οὔτε τῆς ἄλλης προαιρέσεως τῆς ὑμετέρας ἀκόλουθον ἂν φανείη.
因为这看起来既不符合你们的大度,也不符合你们的其他追求。
εἰ γὰρ ὑμᾶς λύσασθαι παρʼ ἑτέρων ἔδει δόντας ἐκ τῶν προσιόντων τὰ χρήματα ταῦτα, πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι· τίμημα δʼ ὁρῶν ὀκνοῦντας ἀφεῖναι, ὃ λόγῳ καὶ φθόνῳ γέγονεν, οὐκ ἔχω τί καταγνῶ, εἰ μὴ ὅλως πικρῶς καὶ ταραχωδῶς ἔχειν πρὸς τοὺς δημοτικοὺς ὡρμήκατε.
因为如果你们必须从公共收入中支付这些钱从他人那里赎回他们,我认为你们所有人都会非常热心;但我看到你们迟疑于免除那项因言语和嫉妒而产生的罚金,我不知道该指责你们什么,除非你们已经完全转向对民主派人士采取刻薄和捣乱的态度。
εἰ δὲ τοῦτʼ ἔστιν, οὔτʼ ὀρθῶς οὔτε συμφερόντως ἐγνώκατε.
如果情况是这样,你们的决定既不正确,也无益处。
§3.11θαυμάζω δʼ εἰ μηδεὶς ὑμῶν ἐννοεῖ, ὅτι τῶν αἰσχρῶν ἐστιν τὸν δῆμον τὸν Ἀθηναίων, συνέσει καὶ παιδείᾳ πάντων προέχειν δοκοῦντα, ὃς καὶ τοῖς ἀτυχήσασιν ἀεὶ κοινὴν ἔχει καταφυγήν, ἀγνωμονέστερον φαίνεσθαι Φιλίππου, ὃς ἀνουθέτητος ὢν εἰκότως,
我感到惊讶的是,难道你们中没有人想到,雅典的民众在聪明和教养上被公认为超越所有人,且总是作为不幸者的共同避难所,却显得比菲力普更为无情,这是一件可耻的事。
§3.12τραφείς γʼ ἐν ἐξουσίᾳ, ὅμως ᾤετο δεῖν, ἡνίκʼ ηὐτύχησεν μάλιστα, τότʼ ἀνθρωπινώτατα πράττων φαίνεσθαι, καὶ τοὺς παραταξαμένους, πρὸς οὓς περὶ τῶν ὅλων διεκινδύνευσεν, οὐκ ἐτόλμησεν δῆσαι τὸ τίνων καὶ τίνες εἰσὶν ἐξετάσας· οὐ γὰρ ὡς ἔοικεν ὁμοίως τῶν παρʼ ὑμῖν ῥητόρων ἐνίοις οὔτε δίκαιʼ ἂν εἶναι πρὸς ἅπαντας ταὔτʼ οὔτε κάλʼ ἡγεῖτο, ἀλλὰ τὴν τῆς ἀξίας προσθήκην συλλογιζόμενος τὰ τοιαῦτʼ ἐπέκρινεν.
菲力普理所当然地没有受到劝导,毕竟他是在特权中长大的,但他依然认为,在自己最得意的时候,那时应该显得行事最有人性,而且他在查明了与他列阵对抗、并与他孤注一掷进行决战的人们是谁以及是谁的儿子之后,也不敢将他们囚禁;因为他显然不像你们中间的某些演说家那样,认为同样的事情对所有人来说都是公正或光荣的,而是考虑到功绩的附加,才对这类事情做出决断。
§3.13ὑμεῖς δέ, ὄντες Ἀθηναῖοι καὶ ἐν παρρησίᾳ ζῶντες ἣ καὶ τοὺς ἀναισθήτους ἀνεκτοὺς ποιεῖν δοκεῖ δύνασθαι, πρῶτον μέν, ὃ πάντων ἀγνωμονέστατόν ἐστιν, ὑπὲρ ὧν τὸν πατέρʼ αἰτιῶνταί τινες, τοὺς υἱεῖς δεδέκατε, εἶτα τὸ ταῦτα ποιεῖν ἴσον εἶναί φατε, ὥσπερ ὑπὲρ σταθμῶν ἢ μέτρων τὸ ἴσον σκοπούμενοι, ἀλλʼ οὐχ ὑπὲρ ἀνδρῶν προαιρέσεως καὶ πολιτείας βουλευόμενοι,
而你们,作为雅典人,生活在甚至能使愚蠢者变得可以容忍的言论自由中,首先,这是所有人中最无情的事,你们为了某些人指责他们父亲的罪名而囚禁了儿子们;其次,你们说做这些事是公正的,仿佛你们在衡量砝码或尺度的均等,而不是在审议人的选择和政治作为。
§3.14ἐν οἷς ἐξεταζομένοις εἰ μὲν χρηστὰ καὶ δημοτικὰ καὶ ἐπʼ εὐνοίᾳ τὰ Λυκούργῳ πεπραγμένα φαίνεται, μηδενὸς κακοῦ ἀλλὰ καὶ πάντων τῶν ἀγαθῶν τοὺς παῖδας αὐτοῦ δίκαιόν ἐστιν τυγχάνειν παρʼ ὑμῶν· εἰ δὲ τἀναντία τούτων, ἐκεῖνον, ὅτʼ ἔζη, ἔδει δίκην διδόναι, τούτους δὲ μηδʼ οὕτως, ἐφʼ οἷς ἐκείνῳ τις ἐγκαλεῖ, τυγχάνειν ὀργῆς· πᾶσι γὰρ πάντων τῶν ἁμαρτημάτων ὅρος ἐστὶ τελευτή.
在对这些进行审查时,如果吕库古所做的事显得是善良、民主且怀有善意的,那么他的孩子们从你们这里不仅不应遭受任何恶待,反而应当得到所有善待,这才是公正的;但如果是相反的情况,他活着的时候就应当受到惩罚,而这些孩子们即使在这种情况下也不应因他人对他的指责而遭受愤怒;因为对所有人来说,死亡是所有过错的终点。
§3.15ἐπεὶ εἴ γʼ οὕτως ἕξετε, ὥσθʼ οἱ μὲν ἀχθεσθέντες τι τοῖς ὑπὲρ τοῦ δήμου πολιτευομένοις μηδὲ πρὸς τελευτήσαντας διαλλαγήσονται, ἀλλὰ καὶ τοῖς παισὶ τὴν ἔχθραν διαφυλάξουσιν, ὁ δὲ δῆμος, ᾧ συναγωνίζεται τῶν δημοτικῶν ἕκαστος, μέχρι τοῦ παρόντι χρῆσθαι μνημονεύσει τὰς χάριτας, μετὰ ταῦτα δὲ μηδὲν φροντιεῖ, οὐδὲν ἀθλιώτερον ἔσται τοῦ τὴν ὑπὲρ τοῦ δήμου τάξιν αἱρεῖσθαι.
因为如果你们要采取这种态度,以至于那些对为民众参政的人感到不满的人,甚至对死者也不愿和解,反而对孩子们也保留敌意,而民主派的每个人与之并肩作战的民众,却只在有利用眼前之人的时候才记住恩情,在此之后便不再有任何关心,那么就没有什么比选择站在民众这一立场更为悲惨的了。
§3.16εἰ δὲ Μοιροκλῆς ἀποκρίνεται ταῦτα μὲν σοφώτερʼ ἢ καθʼ ἑαυτὸν εἶναι, ἵνα δὲ μὴ ἀποδρῶσιν, αὐτὸς αὐτοὺς δῆσαι, ἐρωτήσατʼ αὐτόν, ἡνίκα Ταυρέας καὶ Πάταικος καὶ Ἀριστογείτων καὶ αὐτὸς εἰς τὸ δεσμωτήριον παραδοθέντες οὐ μόνον οὐκ ἐδέδεντο, ἀλλὰ καὶ ἐδημηγόρουν, τί δήποτʼ οὐχ ἑώρα τὰ δίκαια ταῦτα.
如果莫伊罗克莱斯回答说,这些道理对他来说太深奥了,而他自己囚禁他们是为了不让他们逃跑,那么就请问问他:当陶雷阿斯、帕泰科斯、阿里斯托盖同以及他自己被送进监狱时,他们不仅没有被囚禁,甚至还在发表民意演说,那时他为什么没有看到这些公正的原则呢?
§3.17εἰ δὲ μὴ φήσει τότʼ ἄρχειν, οὐδὲ λέγειν ἔκ γε τῶν νόμων αὐτῷ προσῆκεν.
如果他辩称自己当时没有担任官职,那么根据法律,他连演讲都不应该。
ὥστε πῶς ἴσον ἐστὶν τοὺς μὲν ἄρχειν, οἷς μηδὲ λέγειν ἔξεστιν, τοὺς δὲ δεδέσθαι, ὧν πολλὰ χρήσιμος ἦν ὑμῖν ὁ πατήρ;
因此,怎么能说是公正的呢:一些连演讲都不被允许的人在担任官职,而其父亲对你们大有裨益的人却被囚禁?
ἐγὼ μὲν οὐκ ἔχω συλλογίσασθαι,
我实在无法理解。

词汇与语法注释

  1. §3.9φαύλων ἀνθρώπων — 用作动词 `εἶναι` 的谓语属格,表示特征、属性或“属于……的特征”(所有格的延伸用法)。在此构成了“卑劣之人的特征”的意思。
  2. §3.10εἰ γὰρ ὑμᾶς λύσασθαι παρʼ ἑτέρων ἔδει ... πάντας ἂν ἡγοῦμαι προθύμους εἶναι — 表示与过去事实相反的虚拟条件句。条件从句中的 `ἔδει`(无人称动词 `δεῖ` 的未完成过去时)作为表示义务或必要的表达,不带 `ἂν` 即表示与事实相反的假设;而归结从句中与不定式 `εἶναι`(依附于 `ἡγοῦμαι`)共用的 `Format: ἂν` 则表示虚拟的结论(“本来会是热心的”)。
  3. §3.13ὃ πάντων ἀγνωμονέστατόν ἐστιν — 关系代词 `ὅ`(中性单数)并非指代某个特定的先行词,而是指代后面整个从句 `τοὺς υἱεῖς δεδέκατε`(你们囚禁了儿子们)所表达的事实。这种关系从句的插入在语境中用于表达强烈的谴责或情感。
  4. §3.14ἐν οἷς ἐξεταζομένοις — 关系代词 `οἷς` 承接前句中的 `προαιρέσεως καὶ πολιτείας`(志向与政治作为),起到“关系代词连接”的作用,并伴随分词 `ἐξεταζομένοις`(与格、复数、中性)。整体上表示“在对这些进行审查时”这一前提语境。

引用这一段

狄摩西尼, 书信集 §3.9-3.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg063.humanitext-grc2:3.9-3.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。