§3.28ὅλως δὲ κοινόν ἐστιν ὄνειδος ἁπάντων, ἄνδρες Ἀθηναῖοι, καὶ ὅλης τῆς πόλεως συμφορά, τὸν φθόνον δοκεῖν μεῖζον ἰσχύειν παρʼ ὑμῖν ἢ τὰς τῶν εὐεργεσιῶν χάριτας, καὶ ταῦτα τοῦ μὲν νοσήματος ὄντος, τῶν δʼ ἐν τοῖς θεοῖς ἀποδεδειγμένων.
雅典的人们,总体而言,在你们中间,嫉妒似乎比对恩惠的感谢更有力量,这是所有人的共同耻辱,也是整个城邦的灾难,更何况前者是一种疾病,而后者已被证明属于神灵之列。
§3.29καὶ μὴν οὐδὲ τὸν Πυθέαν παραλείψω τὸν μέχρι τῆς παρόδου δημοτικόν, μετὰ ταῦτα δʼ ἕτοιμον εἰς τὰ καθʼ ὑμῶν πάντα.
此外,我也不会漏掉皮西亚斯,他在登台从政之前还是一个民主派,但此后就随时准备参与任何反对你们的事。
τίς γὰρ οὐκ οἶδεν τοῦτον, ὅτε μὲν τὴν ὑπὲρ ὑμῶν τάξιν ἔχων εἰς τὸ πολιτεύεσθαι παρῄει, ὡς δοῦλον ἐλαυνόμενον καὶ γραφὴν ξενίας φεύγοντα καὶ μικροῦ πραθένθʼ ὑπὸ τούτων οἷς νῦν ὑπηρετῶν τοὺς κατʼ ἐμοῦ λόγους ἔγραφεν, §3.30ἐπειδὴ δʼ ἃ κατηγόρει τότε τῶν ἄλλων, νῦν αὐτὸς πράττει, εὐποροῦντα μὲν οὕτως ὥστε δύʼ ἔχειν ἑταίρας, αἳ μέχρι φθόης καλῶς ποιοῦσαι προπεπόμφασιν αὐτόν, πέντε τάλαντα δʼ ὀφλόντα ῥᾷον ἐκτεῖσαι ἢ πέντε δραχμὰς ἂν ἔδειξε πρότερον, πρὸς δὲ τούτοις παρʼ ὑμῶν, τοῦ δήμου, οὐ μόνον τῆς πολιτείας μετειληφότα, ὃ κοινὸν ὄνειδός ἐστιν ἅπασιν, ἀλλὰ καὶ θύονθʼ ὑπὲρ ὑμῶν τὰς πατρίους θυσίας ἐν Δελφοῖς;
因为谁不知道他呢:当他站在代表你们的岗位上参与政治时,他像奴隶一样被驱逐,逃避关于外国人身份的诉讼,且几乎被那些他如今正效忠、并为之撰写反对我的言论的人卖掉;然而,既然他现在自己干着他当年指责别人的勾当,谁不知道他已经富裕到可以豢养两个高级妓女(她们好意相伴,直到他因肺病而衰竭),且在被罚款五塔兰同后,他如今轻松偿清,这在以前他连拿出五德拉克马都困难;此外,他不仅从你们——即民众——那里获得了公民权(这是所有人共同的耻辱),而且还代表你们在德尔斐主持祖传的祭祀?
§3.31ὅταν οὖν τοιαῦτα καὶ τηλικαῦτα πᾶσιν ἰδεῖν ᾖ παραδείγματα, ἀφʼ ὧν ἃ λυσιτελεῖ προελέσθαι πᾶς τις ἂν κρίναι, φοβοῦμαι μήποτʼ ἔρημοι τῶν ὑπὲρ ὑμῶν ἐρούντων γένησθε, ἄλλως τε καὶ ὅταν τῶν δημοτικῶν τοὺς μὲν ἡ καθήκουσα μοῖρα καὶ ἡ τύχη καὶ ὁ χρόνος παραιρῆται, οἷον Ναυσικλέα καὶ Χάρητα καὶ Διότιμον καὶ Μενεσθέα καὶ Εὔδοξον, ἔτι δʼ Εὐθύδικον καὶ Ἐφιάλτην καὶ Λυκοῦργον, τοὺς δʼ ὑμεῖς προῆσθε, ὥσπερ Χαρίδημον καὶ Φιλοκλέα καὶ ἐμέ.
因此,当所有人都能看到如此多且如此重大的先例,任何人都可以从中判断选择什么才是有益的时候,我担心你们有一天会失去那些为你们说话的人,尤其是当那些民主派中,有些人被应有的命运、运气和时间夺走(例如瑙西克勒斯、卡雷斯、迪奥蒂穆斯、梅内斯修斯和欧多克索斯,还有尤西迪科斯、厄菲阿尔特和吕库古),而另一些人则被你们抛弃(就像查里德穆斯、菲洛克勒斯和我一样)。
§3.32ὧν ἑτέρους εὐνουστέρους οὐδʼ αὐτοὶ νομίζετε· εἰ δʼ ὁμοίους τινάς, οὐ φθονῶ, βουλοίμην δʼ ἄν, εἴπερ ὑμεῖς δικαίως αὐτοῖς προσοίσεσθε καὶ μὴ ταὔθʼ ἅπερ ἡμεῖς πείσονται, ὡς πλείστους αὐτοὺς γενέσθαι.
你们自己也不认为还会有比他们对你们更怀好意的人;如果有一些类似的人,我并不嫉妒,反而希望,只要你们公正地对待他们,且他们不遭受我们所遭受的同样境遇,这样的人能越多越好。
ἀλλʼ ὅταν γε τοιαῦθʼ οἷα τὰ νῦν, παραδείγματʼ ἐκφέρητε, τίς ἔστιν ὅστις εἰς ταύτην τὴν τάξιν ἑαυτὸν γνησίως ὑμῖν ἐθελήσει δοῦναι;
但是,当你们展现出像现在这样的先例时,还有谁会愿意真心实意地为你们坚守这一岗位呢?
§3.33ἀλλὰ μὴν τῶν γε προσποιησομένων οὐκ ἀπορήσετε· οὐδὲ γὰρ πρότερον.
然而,你们决不会缺少那些假装如此的人;因为以前也是这样。
μὴ γένοιτο δʼ ἰδεῖν ἐξελεγχθέντας αὐτοὺς ὁμοίως ἐκείνοις, οἳ φανερῶς ἃ τότʼ ἠρνοῦντο νῦν πολιτευόμενοι οὐδένʼ ὑμῶν οὔτε δεδοίκασιν οὔτʼ αἰσχύνονται.
但愿不要看到他们被揭穿,就像那些如今公然进行他们当年所否认的政治活动、既不惧怕你们中的任何人也不感到羞耻的人一样。
ἃ χρὴ λογιζομένους, ὦ ἄνδρες Ἀθηναῖοι, μήτε τῶν εὔνων ὀλιγωρεῖν μήτε τοῖς προάγουσιν ἐς πικρίαν καὶ ὠμότητα τὴν πόλιν πείθεσθαι.
雅典的人们,考虑到这些,你们既不能忽视那些怀有善意的人,也不能听信那些将城邦引向痛苦和残酷的人。
§3.34πολὺ γὰρ μᾶλλον εὐνοίας καὶ φιλανθρωπίας τὰ παρόντα πράγματα δεῖται ἢ ταραχῆς καὶ δυσμενείας, ὧν ὑπερβολῇ χρώμενοί τινες ἐργολαβοῦσι καθʼ ὑμῶν εἰς ὑποδοχὴν πραγμάτων, ὧν διαψεύσειεν αὐτοὺς ὁ λογισμός.
因为眼下的局势,比起混乱和敌意,更需要善意与温情。 一些人通过极力煽动混乱与敌意,图谋加害你们,好让你们接纳某些事态,但愿他们的盘算会落空。
εἰ δέ τις ὑμῶν διασύρει ταῦτα, πολλῆς ἐστιν εὐηθείας μεστός.
但如果你们中有人对这些不以为意,那他就是极其愚蠢的。
εἰ γάρ, ἃ μηδεὶς ἂν ἤλπισεν, ὁρῶν γεγενημένα, ἃ καὶ πρότερον γέγονε τοῦ δήμου πρὸς τοὺς ὑπὲρ αὐτοῦ λέγοντας ὑπʼ ἀνθρώπων ἐγκαθέτων διαβληθέντος, νῦν μὴ ἂν οἴεται γενέσθαι, πῶς οὐ τετύφωται;
因为,目睹了谁也未曾料到的事情发生,如果有人认为,以前由于安插的奸细诽谤那些为民众代言的人而发生在民众身上的事,现在不会发生,他怎么可能不是糊涂透顶呢?
§3.35ταῦτʼ εἰ μὲν παρῆν, λέγων ἂν ὑμᾶς ἐδίδασκον· ἐπειδὴ δʼ ἐν τοιούτοις εἰμὶ ἐν οἷς, εἴ τις ἐμοῦ κατέψευσται ἐφʼ οἷς ἀπόλωλα, γένοιτο, γράψας ἐπέσταλκα, πρώτου μὲν καὶ πλεῖστον λόγον ποιούμενος τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὑμῖν, δεύτερον δʼ ὅτι τὴν αὐτὴν εὔνοιαν ἣν πρὸς ζῶντα Λυκοῦργον εἶχον, δίκαιον εἶναι νομίζω καὶ πρὸς τοὺς παῖδας αὐτοῦ φαίνεσθαι ἔχων.
如果我在场,我本可以通过演说来教导你们;但既然我正处于这样的境地——如果有人针对我导致我毁灭的事情编造了谎言,但愿事实如此——我才写信寄给你们,首先且最看重的是对你们而言体面且有益的事,其次是因为我认为,向吕库古的孩子们展现出我对他生前所持的同样善意是公正的。
§3.36εἰ δέ τῳ παρέστηκεν ὡς πολύ μοι περίεστιν τῶν ἐμαυτοῦ πραγμάτων, οὐκ ἂν ὀκνήσαιμι πρὸς τοῦτον εἰπεῖν ὅτι τῶν συμφερόντων ὑμῖν καὶ τοῦ μηδένα τῶν φίλων ἐγκαταλείπειν ὁμοίως ὥσπερ τῆς ἐμαυτοῦ σωτηρίας φροντίζω.
如果有人觉得,我自己的事情都已经自顾不暇,我将毫不犹豫地对他说,我对你们的利益、以及不抛弃任何朋友的关切,丝毫不亚于对我自身安全的关切。
οὔκουν ἐκ τοῦ περιόντος ταῦτα ποιῶ, ἀλλʼ ἀπὸ τῆς αὐτῆς σπουδῆς καὶ προαιρέσεως καὶ ταῦτα κἀκεῖνα μιᾷ γνώμῃ πραγματεύομαι.
因此,我做这些并非出于余力,而是怀着同样的赤诚和志向,以同一个信念处理这些事与那些事。
περίεστιν δέ μοι τοιαῦτα, οἷα τοῖς κακόν τι νοοῦσιν ὑμῖν περιγένοιτο.
如果我真有什么多余的东西,愿那些对你们心怀恶意的人也得到同样的多余之物。
καὶ περὶ μὲν τούτων ἱκανά.
关于这些,已经足够了。