§3.1Δημοσθένης τῇ βουλῇ καὶ τῷ δημῷ χαίρειν.
德摩斯梯尼向议会和民众问好。
περὶ μὲν τῶν κατʼ ἐμαυτόν, ἅ μοι παρʼ ὑμῶν ἐνόμιζον δίκαιον εἶναι γενέσθαι, τὴν προτέραν ἐπιστολὴν ἔπεμψα πρὸς ὑμᾶς· ὑπὲρ ὧν, ὅταν ὑμῖν δοκῇ, τότε συγχωρήσετε.
关于我个人、我认为理应从你们那里获得公正对待的事,我已写了前一封信给你们;关于这些事,只要你们认为合适,届时予以允准即可。
περὶ δʼ ὧν νῦν ἐπέσταλκα, βουλοίμην ἂν ὑμᾶς μὴ παριδεῖν, μηδὲ πρὸς φιλονικίαν, ἀλλὰ πρὸς τὸ δίκαιον ἀκοῦσαι.
但关于我现在所写的事,我希望你们不要忽视,也不要怀着好胜心,而是要照着公正来听取。
συμβαίνει γάρ μοι, καίπερ ἐκποδὼν διατρίβοντι, πολλῶν ἀκούειν ἐπιτιμώντων ὑμῖν τοῖς περὶ τοὺς Λυκούργου παῖδας γιγνομένοις.
因为对我来说,尽管我远离城邦生活,却听到许多人因你们对吕库古的子嗣所做的事而指责你们。
§3.2ἐπέστειλα μὲν οὖν ἂν τὴν ἐπιστολὴν καὶ τῶν ἐκείνῳ ζῶντι πεπραγμένων ἕνεκα, ὧν ὁμοίως ἐμοὶ πάντες ἂν αὐτῷ δικαίως ἔχοιτε χάριν, εἰ τὰ προσήκοντα βούλοισθε ποιεῖν.
因此,即使仅仅为了他生前的所作所为,我也会写这封信,如果你们愿意做合适的事,你们所有人都会像我一样,理所当然地对他心怀感激。
ἐκεῖνος γὰρ αὑτὸν ἐν τῷ περὶ τὴν διοίκησιν μέρει τάξας τῆς πολιτείας τὸ κατʼ ἀρχάς, καὶ περὶ τῶν Ἑλληνικῶν καὶ συμμαχικῶν οὐδὲν εἰωθὼς γράφειν, ὅτε καὶ τῶν δημοτικῶν εἶναι προσποιουμένων οἱ πολλοὶ κατέλειπον ὑμᾶς, τότε ταῖς τοῦ δήμου προαιρέσεσιν προσένειμεν ἑαυτόν, §3.3οὐχ ὅτι δωρεὰς καὶ προσόδους ἐκ τούτων ὑπῆρχε λαμβάνειν ʽἀπὸ γὰρ τῶν ἐναντίων πάντα τὰ τοιαῦτʼ ἐγίγνετὀ, οὐδʼ ὅτι ταύτην ἀσφαλεστέραν τὴν προαίρεσιν οὖσαν ἑώρα ʽπολλοὺς γὰρ καὶ προδήλους εἶχε κινδύνους, οὓς ἀναγκαῖον ἦν ὑπομεῖναι τὸν ὑπὲρ τοῦ δήμου λέγειν προαιρούμενον̓, ἀλλʼ ὅτι δημοτικὸς καὶ φύσει χρηστὸς ἀνὴρ ἦν.
因为他最初在国家政务中选择掌管财政这一部门,本不习惯写任何关于希腊或盟国事务的提案,但在许多自诩为民主派的人抛弃你们的时候,那时他将自己奉献给了民众的选择,这并不是因为能从中获得礼物和收入(因为所有这类东西都是从相反的一方产生的),也不是因为他看到这种选择更为安全(因为这包含着许多显而易见的危险,任何选择为民众代言的人都必须承受这些危险),而是因为他在天性上是一个民主且善良的人。
§3.4καίτοι παρὼν ἑώρα τοὺς μὲν βοηθήσαντας ἂν τῷ δήμῳ ἀσθενεῖς ἐπὶ τοῖς συμβεβηκόσιν ὄντας, τοὺς δὲ τἀναντία πράττοντας κατὰ πάντʼ ἐρρωμένους.
然而,他当时在场,看到那些本会帮助民众的人因已经发生的事件而软弱无力,而那些反其道而行之的人在各方面都十分强盛。
ἀλλʼ ὅμως οὐδὲν ἧττον ἐκεῖνος εἵλεθʼ ἃ συμφέρειν ἡγεῖτο τῷ δήμῳ, καὶ μετὰ ταῦτʼ ἀόκνως καὶ λέγων καὶ πράττων ἃ προσῆκεν ἦν φανερός, ἐφʼ οἷς εὐθὺς ἐξῃτεῖτο, ὡς ἅπαντες ἴσασιν.
但尽管如此,他依然选择了他认为对民众有益的事,在此之后,他毫无怨言、毫不犹豫地发表言论并采取行动,履行职责,正因如此,他随即被要求引渡,这是众所周知的。
§3.5ἐπέστειλα μὲν οὖν ἄν, ὥσπερ εἶπον ἐν ἀρχῇ, καὶ διὰ τὴν ἐκείνου χάριν· οὐ μὴν ἀλλὰ καὶ ὑμῖν νομίζων συμφέρειν τὰς παρὰ τοῖς ἔξω γιγνομένας ἐπιτιμήσεις εἰδέναι, πολλῷ προθυμότερον πρὸς τὸ πέμψαι τὴν ἐπιστολὴν ἔσχον.
因此,正如我在开头所说,即使为了对他的感激,我也会写这封信;不仅如此,我认为让你们知道外界对你们的指责是有益的,这使我更热切地写了这封信。
παραιτοῦμαι δὲ τοὺς ἰδίᾳ πρὸς ἐκεῖνον ἔχοντας δυσκόλως, ὑπομεῖναι τἀληθῆ καὶ τὰ δίκαιʼ ἀκούειν ὑπὲρ αὐτοῦ.
我请求那些私下里对他心怀不满的人,能够容忍并听取关于他的真实和公正之词。
εὖ γὰρ ἴστʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι νῦν ἐκ τῶν περὶ τοὺς παῖδας αὐτοῦ γεγενημένων φαύλην δόξαν ἡ πόλις λαμβάνει.
雅典人啊,你们要清楚地知道,如今由于你们对他子嗣所做的事,城邦正蒙受恶名。
§3.6οὐδεὶς γὰρ τῶν Ἑλλήνων ἀγνοεῖ ὅτι ζῶντα Λυκοῦργον ἐτιμᾶθʼ ὑμεῖς εἰς ὑπερβολήν, καὶ πολλῶν αἰτιῶν ἐπενεχθεισῶν ὑπὸ τῶν φθονούντων αὐτῷ οὐδεμίαν πώποθʼ ηὕρετʼ ἀληθῆ, οὕτω δʼ ἐπιστεύετʼ αὐτῷ καὶ δημοτικὸν παρὰ πάντας ἡγεῖσθε, ὥστε πολλὰ τῶν δικαίων ἐν τῷ φῆσαι Λυκοῦργον ἐκρίνετε καὶ τοῦθʼ ὑμῖν ἐξήρκει· οὐ γὰρ ἂν ἦν τοιοῦτον μὴ δοκοῦν ὑμῖν.
因为希腊人中没有人不知道,在吕库古活着的时候,你们对他极其尊崇,尽管那些嫉妒他的人提出了许多控告,但从未发现其中有任何一项是真实的;你们是如此信任他,并认为他比任何人都更民主,以至于在许多法律裁决中,只要“吕库古说过”就足以让你们做出判决,而这对你们来说就已经足够了;因为如果你们不这么认为,事情就不会是这样。
§3.7νῦν τοίνυν ἅπαντες ἀκούοντες τοὺς υἱεῖς αὐτοῦ δεδέσθαι τὸν μὲν τεθνεῶτʼ ἐλεοῦσιν, τοῖς παισὶν δʼ ὡς ἀνάξια πάσχουσιν συνάχθονται, ὑμῖν δʼ ἐπιτιμῶσιν πικρῶς, ὡς οὐκ ἂν τολμήσαιμι γράφειν ἐγώ·
而如今,所有人一听说他的儿子们被囚禁,都同情这位已故之人,并为他的孩子们遭受不公而感到悲伤,同时也严厉地指责你们——这种指责是我不敢写下来的;因为对于那些说这些话的人,我感到愤怒,并尽我所能为你们辩护反驳。
ἃ γὰρ ἄχθομαι τοῖς λέγουσι καὶ ἀντιλέγω καθʼ ὅσον δύναμαι βοηθῶν ὑμῖν, ταῦτʼ ἄχρι μὲν τοῦ δῆλον ὑμῖν ποιῆσαι ὅτι πολλοὶ μέμφονται, συμφέρειν ὑμῖν νομίζων εἰδέναι, γέγραφα, ἀκριβῶς δὲ διεξιέναι δυσχερὲς κρίνω.
关于这些,我只写到向你们表明有许多人谴责你们为止,因为我认为让你们知道这些是有益的,但我认为详细阐述是不妥的。
§3.8ὅσα μέντοι λοιδορίας χωρίς ἐστιν ὧν λέγουσίν τινες, καὶ ἀκηκοέναι συμφέρειν ὑμῖν ἡγοῦμαι, ταῦτα δηλώσω.
然而,对于某些人所说的话中不带有侮辱、且我认为让你们听取是有益的部分,我将予以说明。
οὐδεὶς γὰρ ὑπείληφεν ὡς ἄρʼ ἠγνοήκατε καὶ διεψεύσθητε τῆς ἀληθείας περὶ αὐτοῦ Λυκούργου.
因为没有人会认为你们对吕库古本人的真实情况一无所知且受骗了。
τό τε γὰρ τοῦ χρόνου πλῆθος, ὃν ἐξεταζόμενος οὐδὲν πώποθʼ ηὑρέθη περὶ ὑμᾶς οὔτε φρονῶν οὔτε ποιῶν ἄδικον, καὶ τὸ μηδένʼ ἀνθρώπων εἰς μηδὲν τῶν ἄλλων ἀναισθησίαν ὑμῶν καταγνῶναι, εἰκότως ἀναιρεῖ τὴν ὑπὲρ τῆς ἀγνοίας σκῆψιν.
因为在漫长的岁月中,他在接受审查时,从未被发现对你们怀有或做出任何不义之事;而且没有人指责你们在任何其他事情上愚昧无知,这理所当然地排除了所谓无知的借口。