Humanitext Reader

狄摩西尼 · 书信集 §2.19-2.26

流亡境遇与恳请通过召回决议

第 5 段,共 14 段 · 希腊语

内容简介

德摩斯梯尼叙述了自己在特罗曾以及卡劳雷亚神殿的流亡生活,强调了自己的无辜与对祖国的热爱,并恳求雅典人通过和解决议以允许其归国。信末他针对个人的敌对者进行回应,并请求全体公民给予支持。

§2.19ᾗ μάλιστα μὲν οἱ θεοὶ καὶ τῆς πρὸς ὑμᾶς εὐνοίας ἕνεκα καὶ τῆς εἰς ἔμʼ εὐεργεσίας εὖνοι πάντες εἴησαν, εἶτα κἀγὼ σωθεὶς ὑφʼ ὑμῶν δυνηθείην ἀποδοῦναι χάριτας)· ἔν τε ταύτῃ τινῶν, ὡς ἐμοὶ χαριζομένων, ἐπιτιμᾶν ὑμῖν τι πειρωμένων τῇ κατʼ ἔμʼ ἀγνοίᾳ, ἐγὼ πᾶσαν εὐφημίαν, ὥσπερ ἐμοὶ προσῆκε, παρειχόμην· ἐξ ὧν καὶ μάλιστα νομίζω πάντας ἀγασθέντας μου δημοσίᾳ τιμῆσαι.
愿神明们看在对你们的善意和对我的恩泽的份上,对该城邦全体表示友善,且愿我被你们拯救后,能够向你们报答恩情);而在这座城邦里,当某些人试图因对我的误解而指责你们,以此向我讨好时,我却如我所应当的那样,保持了完全的克制与好意;正是因此,我认为他们所有人都格外赞赏我,并公开给予我荣誉。
§2.20ὁρῶν δὲ τὴν μὲν εὔνοιαν τῶν ἀνδρῶν μεγάλην, τὴν δʼ εἰς τὸ παρὸν δύναμιν καταδεεστέραν, μετελθὼν εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἐν Καλαυρείᾳ κάθημαι, οὐ μόνον τῆς ἀσφαλείας ἕνεκα, ἣν διὰ τὸν θεὸν ἐλπίζω μοι ὑπάρχειν ʽοὐ γὰρ εὖ οἶδά γε· ἃ γὰρ ἐφʼ ἑτέροις ἐστὶν ὡς ἂν βούλωνται πρᾶξαι, λεπτὴν καὶ ἄδηλον ἔχει τῷ κινδυνεύοντι τὴν ἀσφάλειαν̓, ἀλλʼ ὅτι καὶ τὴν πατρίδʼ ἐντεῦθεν ἑκάστης ἡμέρας ἀφορῶ, εἰς ἣν τοσαύτην εὔνοιαν ἐμαυτῷ σύνοιδα, ὅσης παρʼ ὑμῶν εὔχομαι τυχεῖν.
但看到这些人的善意虽大,而眼下的力量却太微弱,我便前往卡劳雷亚的波塞冬神殿,在那里静坐,这不仅是为了安全——这安全我指望通过神明而获得(因为我并不确知;因为那些依赖于他人意志决定如何行事的事物,给面临危险的人带来的安全是微薄且不确定的),也是因为从这里我每天都能望见我的祖国,我自知对祖国怀有极大的善意,正如同我祈求从你们那里获得的那样。
§2.21ὅπως οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, μηκέτι πλείω χρόνον τοῖς παροῦσι κακοῖς συνέχωμαι, ψηφίσασθέ μοι ταῦθʼ ἃ καὶ ἄλλοις τισὶν ἤδη, ἵνα μήτʼ ἀνάξιον ὑμῶν μηδέν μοι συμβῇ, μήθʼ ἱκέτης ἑτέρων ἀναγκασθῶ γενέσθαι·
因此,雅典人啊,为了使我不再更长时间地被眼前的痛苦所困,请为我决议那些你们已经为其他某些人决议过的事情,免得发生任何配不上你们的事情,也免得我被迫成为他人的乞求者;因为这对你们来说也不是一件体面的事。
οὐδὲ γὰρ ὑμῖν τοῦτο γένοιτʼ ἂν καλόν. ἐπεὶ εἴ γέ μοι τὰ πρὸς ὑμᾶς ἀδιάλλακτα ὑπάρχει, τεθνάναι μοι κρεῖττον ἦν.
因为如果我与你们的关系确实无法和解,那么对我来说,死去反而是更好的。
§2.22εἰκότως δʼ ἄν μοι πιστεύοιτε ταύτην τὴν διάνοιαν ἔχειν καὶ μὴ νῦν μάτην θρασύνεσθαι· καὶ γὰρ ἐμαυτοῦ κυρίους ὑμᾶς ἐποίησα καὶ οὐκ ἔφυγον τὸν ἀγῶνα, ἵνα μήτε προδῶ τὴν ἀλήθειαν μήτʼ ἄκυρος ὑμῶν ἐμοῦ μηδεὶς γένηται, ἀλλʼ ὅ τι βούλοισθε, τοῦτο χρήσαισθε· παρʼ ὧν γὰρ ἁπάντων καλῶν κἀγαθῶν ἔτυχον, τούτους ᾠόμην δεῖν ἔχειν καὶ ἁμαρτεῖν, εἰ βούλοιντο, εἰς ἐμέ.
你们理当相信我怀有这样的想法,而非如今在虚张声势;因为我曾使你们成为我自己的主宰,并且没有逃避审判,既不背叛真理,也不使你们中的任何人对我失去决定权,而是让你们对我的处置随你们的心愿;因为我认为,从他们那里获得了一切美好与善良事物的人,如果他们愿意,也理应拥有对我犯错的权利。
§2.23ἐπειδὴ δὲ καλῶς ποιοῦσʼ ἡ δικαία τύχη τῆς ἀδίκου κρατήσασα δὶς περὶ τῶν αὐτῶν ἀπέδωκεν ὑμῖν βουλεύσασθαι τῷ μηδὲν ἀνήκεστον ἐψηφίσθαι περὶ ἐμοῦ, σῴσατέ μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ψηφίσασθε καὶ ὑμῶν αὐτῶν ἄξια καὶ ἐμοῦ.
但是,由于公正的命运幸而战胜了不公,使得由于未对我通过任何不可挽回的决议,而让你们得以两次对同一件事进行商议,雅典人啊,请拯救我,并通过既配得上你们自己也配得上我的决议。
§2.24ἐπʼ οὐδενὶ γὰρ τῶν πεπραγμένων ἠδικηκότα μʼ εὑρήσετε, οὐδʼ ἐπιτήδειον ἄτιμον εἶναι οὐδʼ ἀπολωλέναι, ἀλλὰ καὶ εὔνουν τῷ πλήθει τῷ ὑμετέρῳ τοῖς μάλισθʼ ὁμοίως, ἵνα μηδὲν ἐπίφθονον γράψω, καὶ πλεῖστα πεπραγματευμένον τῶν νυνὶ ζώντων ὑπὲρ ὑμῶν, καὶ μέγισθʼ ὑπάρχοντά μοι κατʼ ἐμαυτὸν σύμβολʼ εὐνοίας πρὸς ὑμᾶς.
因为在所做过的一切事情中,你们不会发现我犯有任何不义,也不会发现我该被剥夺公民权或被处死,相反,你们会发现我极其关切你们的民众(为了不写下招致嫉妒的话,就说与任何人一样),并且在现今活着的人中为你们操劳最多,而且在我自身中拥有对你们善意的最大凭证。
§2.25μηδεὶς δʼ ὑμῶν ἡγείσθω μʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μήτʼ ἀνανδρίᾳ μήτʼ ἄλλῃ προφάσει φαύλῃ μηδεμιᾷ παρʼ ὅλην τὴν ἐπιστολὴν ὀδύρεσθαι.
雅典人啊,你们中谁也不要认为,我是因为懦弱或任何其他卑劣的借口而在整封信中哀叹。
ἀλλὰ τοῖς παροῦσιν ἕκαστος ἀφθόνως χρῆται, ἐμοὶ δὲ ταῦτα νῦν πάρεστιν, ὡς μήποτʼ ὤφελεν, λῦπαι καὶ δάκρυα καὶ τῆς πατρίδος καὶ ὑμῶν πόθος καὶ ὧν πέπονθα λογισμός, ἃ πάντα ποιεῖ μʼ ὀδύρεσθαι· ἃ ἐπισκοποῦντες δικαίως, ὡσ ἐν οὐδενὶ τῶν πεπολιτευμένων ὑπὲρ ὑμῶν, οὔτε μαλακίαν οὔτʼ ἀνανδρίαν προσοῦσαν εὑρήσετέ μοι.
但每个人都在尽情享用眼前的事务,而我眼前如今所拥有的,却是——愿这从未发生——痛苦、泪水、对祖国和你们的思念、以及对我所遭受之事的反思,这一切都使我哀叹;如果你们公正地审视这些,你们会发现,在为你们所做的一切政治活动中,我都没有任何软弱或懦弱。
§2.26πρὸς μὲν δὴ πάντας ὑμᾶς τοσαῦτα· ἰδίᾳ δὲ τοῖς ἐμοὶ προσκρούουσιν ἐναντίον ὑμῶν βούλομαι διαλεχθῆναι.
对于你们全体,便说这么多;但私下里,我想在你们面前,对那些与我发生冲突的人说几句。
ὅσα μὲν γὰρ τοῖς ὑφʼ ὑμῶν ἀγνοηθεῖσιν ὑπηρετοῦντες ἐποίουν, ἔστω διʼ ὑμᾶς αὐτοῖς πεπρᾶχθαι, καὶ οὐδὲν ἐγκαλῶ.
因为对于他们在你们无知的事情上服侍而做的一切,就当作是他们为了你们而做的,我不做任何谴责。
ἐπειδὴ δʼ ἐγνώκαθʼ ὑμεῖς οἷα ταῦτʼ ἐστίν, ἐὰν μέν, ὥσπερ ὑπὲρ τῶν λοιπῶν ἐῶσι, καὶ ἐμοὶ συγχωρήσωσι, καλῶς ποιήσουσιν· ἐὰν δʼ ἐπηρεάζειν ἐγχειρῶσιν, ὑμᾶς ἀξιῶ μοι βοηθεῖν ἅπαντας, καὶ μὴ κυριωτέραν τὴν τούτων ἔχθραν τῆς παρʼ ὑμῶν χάριτός μοι γενέσθαι.
但是既然你们已经认清了这些事的实质,如果他们像对待其他事一样放过我并与我和解,他们将是明智的;但如果他们企图侵害我,我要求你们所有人帮助我,不要让这些人的敌意对我而言变得比你们的恩情更有决定性。
εὐτυχεῖτε.
愿你们幸福。

词汇与语法注释

  1. §2.19 — 关系代词阴性单数与格,先行词为前文的 `ἡ Τροζηνίων`(特罗曾人的城邦)。后续动词 `εἴησαν` 和 `δυνηθείην` 为表示祝愿的祈愿希求法,使整个关系从句起到为该城邦及说话者自身祈福的作用。
  2. §2.21τεθνάναι μοι κρεῖττον ἦν — 不带不变化词 `ἄν` 的直陈式过去时非人称表达 `κρεῖττον ἦν`,是表示未实现或不可能实现的过去/现在虚拟意愿(“本该……更好”)的惯用句式。在此体现了说话者极度悲痛的心情,即若与雅典和解无望,自己当初还不如死去。
  3. §2.22ἁμαρτεῖν — 不定式 `ἁμαρτεῖν` 作为 `δεῖν ἔχειν`(应当拥有权利)的补足语。在此意为“(通过不公的审判)对我犯下错误”,表达了著者爱国式的顺从态度:即使曾施予他恩惠的雅典公民作出了错误的决定,他也愿意承认他们对自己处置的绝对权力。
  4. §2.25ὡς μήποτʼ ὤφελεν — 动词 `ὀφείλω` 的不定过去时第三人称单数 `ὤφελεν` 连用 `ὡς`,表示在现在或过去“无法实现(或未实现)的愿望”。在此作为插入语,意为“愿这从未发生过(但现实中却发生了)”,以此强调后文 `λῦπαι καὶ δάκρυα`(痛苦与泪水)的沉重与残酷。

引用这一段

狄摩西尼, 书信集 §2.19-2.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg063.humanitext-grc2:2.19-2.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。