Humanitext Reader

狄摩西尼 · 书信集 §2.10-2.18

驳斥皮同的功绩与和解的恳请

第 4 段,共 14 段 · 希腊语

内容简介

狄摩西尼回顾了自己对抗皮同的辩护以及对城邦的财政贡献等过去功绩。他哀叹自己如今遭遇的不公,坚称在哈尔帕罗斯事件中无罪,并恳求与雅典公民和解。

§2.10εἰδεῖεν δʼ ἂν οἱ πρεσβύτεροι, καὶ λέγειν τοῖς νεωτέροις ἐστὲ δίκαιοι τὴν πρὸς Πύθωνα τὸν Βυζάντιον ἐκκλησίαν, ὅτε τοὺς ἀπὸ τῶν Ἑλλήνων ἦλθε πρέσβεις ἔχων ὡς ἀδικοῦσαν δείξων τὴν πόλιν, ἀπῆλθε δὲ τἀναντία τούτων παθών, μόνου τῶν τότε ῥητόρων ἐξετάσαντος ἐμοῦ τὰ ὑπὲρ ὑμῶν δίκαια.
年长者们对此应该清楚,而你们理当告诉年轻一代关于对抗拜占庭人皮同的那次公民大会,当时他带着来自希腊人的使节前来,企图表明我们的城邦在行不义,但他却在遭受了与此相反的对待后离去,因为当时唯独我一人为你们证明了正义。
καὶ ἐῶ πρεσβείας ὅσας ὑπὲρ ὑμῶν ἐπρέσβευσα, ἐν αἷς οὐδὲν ἠλαττώθητε πώποτʼ οὐδὲ καθʼ ἕν.
我且不提我为你们担任过的所有使节活动,在其中你们从未在任何一点上遭受任何损失。
§2.11ἐπολιτευόμην γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅπως ἀλλήλων ὑμεῖς περιγενήσεσθε σκοπῶν, οὐδʼ ἐφʼ ἑαυτὴν ἀκονῶν τὴν πόλιν, ἀλλʼ ἀφʼ ὧν δόξαν καὶ μεγαλοψυχίαν ὑμῖν ὑπάρξειν ἐνόμιζον.
雅典人啊,因为我参与国政,并非为了考虑你们如何互相压制,也不是为了使城邦自我消耗,而是基于那些我认为能为你们带来名誉与宽宏大度的事务。
ἐφʼ οἷς ἅπασι μέν, μάλιστα δὲ τοῖς νέοις, ἄγασθαι προσήκει, καὶ σκοπεῖν μὴ μόνον τὸν διακονήσοντα πρὸς χάριν πάντʼ ἐν τῇ πολιτείᾳ ʽτούτου μὲν γὰρ οὐδέποτʼ ἔστʼ ἀπορῆσαἰ, ἀλλὰ καὶ τὸν ἐπʼ εὐνοίᾳ περὶ ὧν ἂν ἀγνοῆτʼ ἐπιτιμήσοντα.
对于这一切,所有人,尤其是年轻人,都理应表示赞赏,并且在国政中不仅要寻找那些只为讨好而凡事逢迎的人(“因为这种人永远不会缺乏”),还要寻找那些出于善意、在你们无知之事上予以指责的人。
§2.12ἔτι τοίνυν παραλείπω πολλά, ἐφʼ οἷς ἕτερος καὶ μηδὲν ἄλλο χρήσιμος γεγονὼς δικαίως ἂν ἠξίου τυγχάνειν σωτηρίας, χορηγίας καὶ τριηραρχίας καὶ χρημάτων ἐπιδόσεις ἐν πᾶσι τοῖς καιροῖς· ἐν οἷς ἐγὼ φανήσομαι οὐ μόνον αὐτὸς ἐξητασμένος πρῶτος, ἀλλὰ καὶ τοὺς ἄλλους παρακεκληκώς.
此外,我还省去了许多其他事情,若换作他人,即便在其他方面毫无用处,也理应凭此要求获得拯救:即在所有危机时刻的歌队呈献、三段桨船捐助和金钱捐赠;在这些事上,我不仅将被表明是自己率先履行义务,还鼓舞了他人。
ὧν ἕκαστον, ὦ ἄνδρες Ἀθηναῖοι, λογίσασθε, ὡς ἀνάξιόν ἐστι τῆς περιεστηκυίας νῦν ἐμοὶ συμφορᾶς.
雅典人啊,请思考这其中的每一件事,它是多么不配我如今所遭遇的厄运。
§2.13ἀφθόνων δʼ ὄντων, ἀπορῶ τί πρῶτον ὀδύρωμαι τῶν παρόντων κακῶν.
既然这些事情如此丰厚,我真不知该首先哀叹眼前的哪一项不幸。
πότερον τὴν ἡλικίαν ἐν ᾗ φυγῆς ἐπικινδύνου πειρᾶσθαι παρʼ ἔθος καὶ παρὰ τὴν ἀξίαν ἀναγκάζομαι;
是这一年龄——在此时我被迫违反惯例且不配地去经历危险的流亡?
ἢ τὴν αἰσχύνην ἐφʼ ᾗ κατʼ οὐδένʼ ἔλεγχον οὐδʼ ἀπόδειξιν ἁλοὺς ἀπόλωλα;
还是这一耻辱——在没有任何反驳和证据的情况下被定罪而遭毁灭?
ἢ τὰς ἐλπίδας ὧν διαμαρτών, ὧν ἑτέροις προσῆκε κεκληρονόμηκα κακῶν;
还是那些希望——在失去它们之后,我继承了本该属于他人的厄运?
§2.14οὔτʼ ἐφʼ οἷς ἐπολιτεύθην πρότερον δίκην ὀφείλων δοῦναι, οὔτε τῶν ἐφʼ οἷς ἐκρινόμην ἐξελεγχθέντων· οὔτε γὰρ ἔγωγε τῶν Ἁρπάλου φίλων φανήσομαι γεγονώς, τῶν τε γραφέντων περὶ Ἁρπάλου μόνα τὰ ἐμοὶ πεπραγμένʼ ἀνέγκλητον πεποίηκε τὴν πόλιν.
我既不因以前的政治行为而欠下惩罚,也不在被审判的罪名上被证实有罪;因为我绝不会被表明是哈尔帕罗斯的朋友之一,而且关于哈尔帕罗斯所写的一切中,唯独我的行为使城邦免于指责。
ἐξ ὧν πάντων δῆλόν ἐστιν ὅτι καιρῷ τινὶ ληφθεὶς καὶ οὐκ ἀδικήματι, τῇ πρὸς ἅπαντας τοὺς ἐν ταῖς αἰτίαις ὀργῇ περιπέπτωκʼ ἀδίκως τῇ πρῶτος εἰσιέναι.
从所有这些中显而易见的是,我是因某种时机而非因罪行被捕,由于第一个受审,从而不公地陷入了对所有被告者的愤怒之中。
§2.15ἐπεὶ τί τῶν δικαίων οὐκ εἶπον ἐγὼ τῶν σεσῳκότων τοὺς ὕστερον κρινομένους;
因为在那些拯救了后来受审者的正义辩词中,有什么是我没有说过的?
ἢ τίνʼ ἔλεγχον εἶπεν ἡ βουλὴ κατʼ ἐμοῦ;
或者议会指控我有什么证据?
ἢ τίνα νῦν ἂν εἰπεῖν ἔχοι;
或者现在它能说出什么证据?
οὐ γὰρ ἔστιν οὐδείς· τὰ γὰρ μὴ γενόμενʼ οὐκ ἔστι ποιῆσαι γεγενῆσθαι.
因为根本没有;要使未发生的事成为已发生的事,是不关可能的。
ἀλλὰ περὶ μὲν τούτων παύομαι, πόλλʼ ἂν γράφειν ἔχων· τὸ γὰρ μηδὲν ἐμαυτῷ συνειδέναι πεῖράν μοι δέδωκεν εἰς μὲν ὠφέλειαν ἀσθενὲς ὄν, εἰς δὲ τὸ μᾶλλον λυπεῖσθαι πάντων ὀδυνηρότατον.
但是关于这些,尽管我本有许多可写,我还是在此住笔;因为问心无愧给我的体验是,它作为帮助是无力的,而作为带来更深痛苦的根源,则是所有事情中最令人痛心的。
§2.16ἐπειδὴ δὲ καλῶς ποιοῦντες πᾶσι τοῖς ἐν ταῖς αἰτίαις διήλλαχθε, κἀμοὶ διαλλάγητʼ, ὦ ἄνδρες Ἀθηναῖοι· οὔτε γὰρ ἠδίκηχʼ ὑμᾶς οὐδέν, ὡς ἴστωσαν οἱ θεοὶ καὶ ἥρωες (μαρτυρεῖ δέ μοι πᾶς ὁ πρόσθεν παρεληλυθὼς χρόνος, ὃς δικαιότερον ἂν πιστεύοιθʼ ὑφʼ ὑμῶν τῆς ἀνελέγκτου νῦν ἐπενεχθείσης αἰτίας), οὔτʼ ἐγὼ χείριστος οὐδʼ ἀπιστότατος φανήσομαι τῶν διαβληθέντων.
既然你们幸而与所有被告者和解,雅典人啊,请也与我和解吧;因为我未对你们犯下任何不义,正如神明和英雄们所知(过去的全部时间都为我作证,你们更理当信任这时间,而非现在那未经证实的指控),我也不显是那些被中伤者中最邪恶或最不可信的人。
§2.17καὶ μὴν τό γʼ ἀπελθεῖν οὐκ ἂν εἰκότως ὀργὴν πρός με ποιήσειεν· οὐ γὰρ ἀπεγνωκὼς ὑμᾶς οὐδʼ ἑτέρωσε βλέπων οὐδαμοῖ μετέστην, ἀλλὰ πρῶτον μὲν τοὔνειδος τῆς εἱρκτῆς χαλεπῶς τῷ λογισμῷ φέρων, εἶτα διὰ τὴν ἡλικίαν οὐκ ἂν οἷός τʼ ὢν τῷ σώματι τὴν κακοπαθίαν ὑπενεγκεῖν.
况且,我的离去理所当然不应引起你们对我的愤怒;因为我并没有因为对你们绝望或看向别处而迁往任何地方,而首先是由于在心中难以忍受监禁的耻辱,其次是由于年龄原因,在身体上无法忍受折磨。
ἔτι δʼ οὐδʼ ὑμᾶς ἐνόμιζον ἀβουλεῖν ἔξω με προπηλακισμοῦ γενέσθαι, ὃς οὐδὲν ὑμᾶς ὠφελῶν ἔμʼ ἀπώλλυεν.
此外,我也未曾认为你们会愚蠢到希望我置身于侮辱之外,而这种侮辱对你们毫无益处,却在毁灭我。
§2.18ἐπεὶ ὅτι γʼ ὑμῖν προσεῖχον τὸν νοῦν καὶ οὐδέσιν ἄλλοις, πόλλʼ ἂν ἴδοιτε σημεῖα.
因为,你们可以见到许多证据,表明我只关注你们而非他人。
εἴς τε γὰρ πόλιν ἦλθον, οὐκ ἐν ᾗ μέγιστα πράξειν αὐτὸς ἔμελλον, ἀλλʼ εἰς ἣν καὶ τοὺς προγόνους ἐλθόντας ᾔδειν, ὅθʼ ὁ πρὸς τὸν Πέρσην κατελάμβανεν αὐτοὺς κίνδυνος, καὶ παρʼ ᾗ πλείστην εὔνοιαν ὑπάρχουσαν ὑμῖν ἠπιστάμην (ἔστι δʼ ἡ Τροζηνίων αὕτη,
因为我所前往的城邦,并不是我自己会有最大影响力的城邦,而是我知道当对抗波斯人的危险席卷你们的先祖时他们也曾前往的、并且我知道对你们存有最大善意的城邦——这就是特罗曾人的城邦,

词汇与语法注释

  1. §2.10λέγειν τοῖς νεωτέροις ἐστὲ δίκαιοι — 这是人称结构 `δίκαιός εἰμι` 动词不定式的用法,意为“理所当然做某事”或“有义务做某事”,是无人称结构 `δίκαιόν ἐστι` 的人称化写法。在此处使用第二人称复数 `ἐστέ`,译为“你们理当告诉年轻人”。
  2. §2.11τούτου μὲν γὰρ οὐδέποτʼ ἔστʼ ἀπορῆσαι — `ἔστ’` 是 `ἔστι` 的省音形式。配合不定式 `ἀπορῆσαι`(缺乏),此处可理解为表示可能性的无人称动词(可以)或存在动词(有),意为“因为对于这种人(逢迎者)而言,是绝不会缺乏的”。
  3. §2.14τῇ πρῶτος εἰσιέναι — 阴性单数与格冠词 `τῇ` 并不是修饰前文名词 `ὀργῇ`(愤怒)的关系代词,而是与冠词不定式 `εἰσιέναι` 连用,表示原因的与格,其中主格的 `πρῶτος` 作为表语:译为“因为作为第一个进入[法庭]的人”。
  4. §2.15πόλλʼ ἂν γράφειν ἔχων — 语气词 `ἄν` 与分词 `ἔχων` 结合,将潜在希求法(`πολλὰ ἂν ἔχοιμι`,“我本有很多可以写”)的含义保留在分词结构中。此处具有让步语气,译为“尽管我本有许多可以写的事情”。
  5. §2.17οὐκ ἂν οἷός τʼ ὢν — 表示能力的短语 `οἷός té εἰμι`(能够)的分词 `ὤν` 与语气词 `ἄν` 结合。它构成了一个表示原因的分词短语,带有潜在或与过去事实相反的语气:“因为我[在身体上]本无法承受”。

引用这一段

狄摩西尼, 书信集 §2.10-2.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg063.humanitext-grc2:2.10-2.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。