Humanitext Reader

狄摩西尼 · 书信集 §1.8-1.16

对旧体制的宽容与解放希腊的决议

第 2 段,共 14 段 · 希腊语

内容简介

德摩斯梯尼呼吁雅典人对过去体制的参与者保持宽容和解,并敦促他们通过妥善选择领袖并采取果断行动,在神明的指引下解放希腊。

§1.8φημὶ δὴ χρῆναι μήτε στρατηγῷ μήτε ῥήτορι μήτʼ ἰδιώτῃ μηδενὶ τῶν τὰ πρὸ τοῦ γε δοκούντων συνηγωνίσθαι τοῖς καθεστηκόσι μήτε μέμφεσθαι μήτʼ ἐπιτιμᾶν μηδένα μηδὲν ὅλως, ἀλλὰ συγχωρῆσαι πᾶσιν τοῖς ἐν τῇ πόλει πεπολιτεῦσθαι τὰ δέοντα, ἐπειδήπερ οἱ θεοί, καλῶς ποιοῦντες, σῴσαντες τὴν πόλιν ἀποδεδώκασιν ὑμῖν ὅ τι ἂν βούλησθʼ ἐξ ἀρχῆς βουλεύσασθαι, καὶ νομίζειν, ὥσπερ ἂν ἐν πλοίῳ τῶν μὲν ἱστίῳ, τῶν δὲ κώπαις ἀποφαινομένων κομίζεσθαι, λέγεσθαι μὲν ὑπʼ ἀμφοτέρων ἅπαντʼ ἐπὶ σωτηρίᾳ, γεγενῆσθαι δὲ τὴν χρείαν πρὸς τὰ συμβάντʼ ἀπὸ τῶν θεῶν.
我的确主张,无论是将军、演说家,还是先前被认为与现存体制合作的任何私人,都不应受到任何人的任何指责或惩罚,而应承认城邦中的所有人都在公共生活中履行了必要的职责。 因为诸神大发慈悲,拯救了城邦,并将从头开始审议你们所愿之事的权力重新交还给了你们。 此外,还应当这样认为:就像在一条船上,有人主张靠帆航行,有人主张靠桨前进,双方所说的一切都是为了安全,而对不同工具的使用,则是诸神针对所发生的事态而做出的安排。
§1.9ἐὰν τοῦτον τὸν τρόπον περὶ τῶν παρεληλυθότων ἐγνωκότες ἦτε, καὶ πιστοὶ πᾶσι γενήσεσθε, καὶ καλῶν κἀγαθῶν ἀνδρῶν ἔργα πράξετε, καὶ τὰ πράγματʼ ὠφελήσετʼ οὐ μικρά, καὶ τοὺς ἐναντιωθέντας ἐν ταῖς πόλεσιν ἢ μεταγνῶναι ποιήσετε πάντας ἢ κομιδῇ ὀλίγους τινὰς αὐτοὺς τοὺς αἰτίους καταλειφθῆναι.
如果你们对过去的事情持有这种态度,你们不仅会赢得所有人的信任,行出高尚善良之人的伟业,而且会对国家事务产生极大的裨益,并使那些在各城邦中反对你们的人要么全部改过自新,要么只剩下极少数真正的罪魁祸首。
μεγαλοψύχως τοίνυν καὶ πολιτικῶς τὰ κοινῇ συμφέροντα πράττετε, καὶ τῶν ἰδίων μὴ μέμνησθε.
因此,请心怀宽广且具有公民精神地去从事符合共同利益的事业,而不要记恨私怨。
§1.10παρακαλῶ δʼ εἰς ταῦτʼ οὐ τυχὼν αὐτὸς τῆς τοιαύτης φιλανθρωπίας παρʼ ἐνίων, ἀλλʼ ἀδίκως καὶ στασιαστικῶς εἰς τὴν ἑτέρων χάριν προποθείς.
我之所以劝你们这样做,虽然我自己并没有从某些人那里获得这种仁慈的对待,反而在不公和党派斗争中,为了讨好他人而提前被当作牺牲品献了出去。
ἀλλʼ οὔτε τὴν ἰδίαν ὀργὴν ἀποπληρῶν τὸ κοινῇ συμφέρον οἶμαι δεῖν βλάπτειν, οὔτε μείγνυμι τῆς ἰδίας ἔχθρας εἰς τὰ κοινῇ συμφέροντʼ οὐδέν, ἀλλʼ ἐφʼ ἃ τοὺς ἄλλους παρακαλῶ, ταῦτʼ αὐτὸς οἴομαι δεῖν πρῶτος ποιεῖν.
但我认为,我不应为了发泄个人的愤怒而损害共同的利益,也不应将我个人的恩怨掺杂到共同利益中;相反,我劝别人做的事,我认为自己必须身体力行,首先做到。
§1.11αἱ μὲν οὖν παρασκευαὶ καὶ ἃ δεῖ φυλάξασθαι, καὶ ἃ πράττων τις ἂν κατʼ ἀνθρώπινον λογισμὸν μάλιστα κατορθοίη, σχεδὸν εἴρηταί μοι·
因此,关于各项准备工作、需要防范的事项,以及根据人类理性最能取得成功的事情,我已经基本阐述完毕。
τοῖς δὲ καθʼ ἡμέραν ἐπιστατῆσαι, καὶ τοῖς ἐκ τοῦ παραχρῆμα συμβαίνουσιν ὀρθῶς χρῆσθαι, §1.12καὶ γνῶναι τὸν ἑκάστου καιρόν, καὶ κρῖναι τί τῶν πραγμάτων ἐξ ὁμιλίας δυνατὸν προσαγαγέσθαι καὶ τί βίας προσδεῖται, τῶν ἐφεστηκότων ἔργον ἐστίν.
然而,监督日常事务以及妥善应对突发事件,以及把握每一件事的良机,并判断哪些事务可以通过交往和劝说来争取,哪些事务还需要诉诸武力,这些都是当权者(指导者)的职责。
διὸ καὶ χαλεπωτάτην τάξιν ἔχει τὸ συμβουλεύειν· τὰ γὰρ ὀρθῶς βουλευθέντα καὶ δοκιμασθέντα σὺν πολλῇ σπουδῇ καὶ πόνῳ πολλάκις τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι διελυμάνθη.
因此,提出建议也是最艰难的任务;因为那些经过深思熟虑、在付出极大热情和劳动后获得通过的正确决策,常常由于当权者在执行时采用了不同的做法而遭到破坏。
§1.13νῦν μέντοι πάνθʼ ἕξειν καλῶς ἐλπίζω.
然而,现在我希望一切都会好起来。
καὶ γὰρ εἴ τις ὑπείληφεν εὐτυχῆ τὸν Ἀλέξανδρον τῷ πάντα κατορθοῦν, ἐκεῖνο λογισάσθω, ὅτι πράττων καὶ πονῶν καὶ τολμῶν, οὐχὶ καθήμενος ηὐτύχει.
因为如果有人认为亚历山大之所以幸运是因为他事事成功,那就请他思考这一点:他是通过行动、劳苦和冒险才获得好运的,而不是坐享其成。
νῦν τοίνυν τεθνεῶτος ἐκείνου ζητεῖ τινας ἡ τύχη μεθʼ ὧν ἔσται.
既然他现在已经去世,命运正在寻找她将与谁同在。
§1.14τούτους δʼ ὑμᾶς δεῖ γενέσθαι.
而你们应当成为这样的人。
τούς θʼ ἡγεμόνας, διʼ ὧν ἀνάγκη τὰ πράγματα πράττεσθαι, ὡς εὐνουστάτους ἐπὶ τὰς δυνάμεις ἐφίστατε· καὶ ὅ τι ποιεῖν αὐτὸς ἕκαστος ὑμῶν δυνήσεται καὶ βουλήσεται, τοῦτο πρὸς αὑτὸν εἰπάτω καὶ ὑποσχέσθω.
请将最怀好意的人任命为军队的领导者,国家事务必须通过他们来执行;让你们每个人都对自己说并承诺,自己能够且愿意做些什么。
καὶ τοῦθʼ ὅπως μὴ ψεύσεται, μηδʼ ἐξηπατῆσθαι μηδὲ πεισθῆναι παρακρουσθεὶς φήσας ἀναδύσεται.
并且要确保在这件事上不要食言,也不要以受人蒙蔽或被说服为由而退缩。
§1.15ὡς τὴν ἔκδειαν ὧν ἂν ἐλλίπηθʼ ὑμεῖς, οὐχ εὑρήσετε τοὺς ἀναπληρώσοντας· οὐδὲ τὸν αὐτὸν ἔχει κίνδυνον, περὶ ὧν ἐφʼ ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι μεταβουλεύεσθαι πολλάκις, καὶ περὶ ὧν ἂν ἐνστῇ πόλεμος· ἀλλʼ ἡ περὶ τούτων μετάγνωσις ἧττα τῆς προαιρέσεως γίγνεται.
因为你们自己留下的任何不足,都找不到别人来填补;而且,在你们完全可以按照自己的意愿随时改变计划的事情上,与在战争即将爆发的事情上反复无常,所带来的危险是不同的;相反,对后者的后悔就等于你们所选目标的失败。
μὴ δὴ ποιήσητε τοιοῦτο μηδέν, ἀλλʼ ὅ τι πράξετε γενναίως καὶ ἑτοίμως ταῖς ψυχαῖς, τοῦτο χειροτονεῖτε, §1.16κἂν ἅπαξ ψηφίσησθε, τὸν Δία τὸν Δωδωναῖον καὶ τοὺς ἄλλους θεούς, οἳ πολλὰς καὶ καλὰς κἀγαθὰς καὶ ἀληθεῖς ὑμῖν μαντείας ἀνῃρήκασιν, ἡγεμόνας ποιησάμενοι καὶ παρακαλέσαντες, καὶ κατὰ τῶν νικητηρίων ἅπασιν αὐτοῖς εὐξάμενοι, μετὰ τῆς ἀγαθῆς τύχης ἐλευθεροῦτε τοὺς Ἕλληνας.
因此,绝不要做这样的事,而要投票决定那些你们将以高尚和乐意的灵魂去执行的事情,一旦你们投票通过,就要以多多纳的宙斯和向你们传达了许多美好、善良和真实神谕的其他诸神为领袖,呼吁他们,并向他们所有人许下胜利的誓言,在好运的伴随下,去解放希腊人。
εὐτυχεῖτε.
祝你们好运。

词汇与语法注释

  1. 1.8πεπολιτεῦσθαι τὰ δέοντα — πεπολιτεῦσθαι 是中/被动完成式不定式。在本文中,最自然的理解是将其作主动或中间意解释,并以 πᾶσιν τοῖς ἐν τῇ πόλει 为其逻辑主语,意为“城邦里的所有人都在公共生活中履行了必要的职责”。
  2. 1.10προποθείς — 动词 προπίνω(预先饮、祝酒,或比喻为背叛、牺牲)的被动完成式分词。此处比喻性地表示自己被“作为讨好他人的牺牲品而提前献出(排挤)”。
  3. 1.12τῷ τοὺς ἐπιστάντας ἄλλως χρήσασθαι — 带有冠词的不定式与格短语(τῷ ... χρήσασθαι)表示原因。τοὺς ἐπιστάντας 是该不定式的逻辑主语,ἄλλως 是副词,意为“因为当权者以不同的方式执行(处理)了它们”。
  4. 1.15περὶ ὧν ἐφʼ ὑμῖν ἐστιν ὅπως ἂν βούλησθε πρᾶξαι — 关系代名词 ὧν 的先行词被省略。该句是将无人称结构 ἐφʼ ὑμῖν ἐστιν(取决于你们/在你们掌控中)与充当主语的从句 ὅπως ἂν βούλησθε πρᾶξαι(按照你们所愿的方式去行动)结合在一起的复杂句式结构。

引用这一段

狄摩西尼, 书信集 §1.8-1.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg063.humanitext-grc2:1.8-1.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。