Humanitext Reader

狄摩西尼 · 艳情书 §41-48

哲学的实用价值与伟人的先例

第 6 段,共 7 段 · 希腊语

内容简介

作者论证了哲学在言语和熟虑中的实用价值,并通过伯里克利、阿尔西比亚德斯、提摩太和阿基塔斯等历史人物与哲学家交往而取得丰功伟绩的先例,阐明了政治与实践知识的重要性。

§41καίτοι τί ποτʼ ἂν βουληθείημεν, τῆς μὲν διανοίας ἐπὶ τοῦ λέγειν καὶ βουλεύεσθαι τεταγμένης, τῆς δὲ φιλοσοφίας ἑκατέρου τούτων ἐμπειρίαν παραδιδούσης, μὴ ταύτην κατασχεῖν τὴν πραγματείαν, διʼ ἧς ἀμφοτέρων τούτων ἐγκρατῶς ἕξομεν;
然而,既然心智被分配用于言语和熟虑,而哲学则传授这两者的经验,我们怎会不希望掌握这一学问,通过它我们将牢固地掌握这两者呢?
τότε γὰρ εἰκὸς καὶ τὸν βίον ἡμῶν μεγίστην ἐπίδοσιν λαβεῖν, ὅταν τῶν κρατίστων ὀρεγόμενοι τὰ μὲν διδακτὰ τέχνῃ, τὰ δὲ λοιπὰ γυμνασίᾳ καὶ συνηθείᾳ κατασχεῖν δυνηθῶμεν.
因为当我们在追求最美好的事物时,能够通过技术掌握那些可教授的事,而通过训练和习惯掌握其余的事,那时我们的生活便理当会取得最大的进步。
§42οὐ γὰρ δήπου τοῦτό γʼ ἔστιν εἰπεῖν, ὡς οὐδὲν πρὸς τὸ φρονεῖν εὖ παρὰ τὴν ἐπιστήμην διαφέρομεν ἀλλήλων· ὅλως μὲν γὰρ ἅπασα φύσις βελτίων γίγνεται παιδείαν προσλαβοῦσα τὴν προσήκουσαν, πολὺ δὲ μάλισθʼ ὅσαις ἐξ ἀρχῆς εὐφυέστερον τῶν ἄλλων ἔχειν ὑπῆρξεν· ταῖς μὲν γὰρ αὑτῶν μόνον βελτίοσιν γίγνεσθαι, ταῖς δὲ καὶ τῶν ἄλλων συμβαίνει διενεγκεῖν.
因为我们绝不能说,除了知识之外,我们在英明思考方面彼此毫无差别;因为总的来说,每一种天性在接受了适当的教育后都会变得更好,但尤其是那些从一开始就比别人更有天赋的人;因为对前者而言,他们只是变得比自己过去更好,而对后者而言,他们甚至能够超越他人。
§43εὖ δʼ ἴσθι τὴν μὲν ἐκ τῶν πράξεων ἐμπειρίαν γιγνομένην σφαλερὰν οὖσαν καὶ πρὸς τὸν λοιπὸν βίον ἀχρήστως ἔχουσαν, τὴν δʼ ἐκ τοῦ φιλοσοφεῖν παιδείαν πρὸς ἅπαντα ταῦτʼ εὐκαίρως συγκεκραμένην.
但你当确知,从行动中获得的经验是不可靠的,且对余生无用,而从哲学中获得的教育则能适时地与所有这些情况融合。
καίτοι τινὲς ἤδη καὶ διʼ εὐτυχίαν πραγμάτων γυμνασθέντες ἐθαυμάσθησαν· σοὶ δὲ προσήκει τούτων μὲν καταφρονεῖν, σαυτοῦ δʼ ἐπιμέλειαν ἔχειν· οὐ γὰρ αὐτοσχεδιάζειν, ἀλλʼ ἐπίστασθαί σε δεῖ περὶ τῶν μεγίστων, οὐδʼ ἐπὶ τῶν καιρῶν μελετᾶν, ἀλλʼ ἀγωνίζεσθαι καλῶς ἐπίστασθαι.
然而,有些人已经因为事情的幸运受到训练而为人称赞;但你应该鄙视这些,并关照自己;因为对于最重大的事情,你绝不应该临时应付,而应该具备知识,也不应该在临场时才去练习,而应该懂得如何出色地应对挑战。
§44νόμιζε δὲ πᾶσαν μὲν τὴν φιλοσοφίαν μεγάλα τοὺς χρωμένους ὠφελεῖν, πολὺ δὲ μάλιστα τὴν περὶ τὰς πράξεις καὶ τοὺς πολιτικοὺς λόγους ἐπιστήμην.
并且,应当认为所有的哲学都对使用它的人大有裨益,但尤其是关于行动和政治言论的知识。
τῆς γὰρ γεωμετρίας καὶ τῆς ἄλλης τῆς τοιαύτης παιδείας ἀπείρως μὲν ἔχειν αἰσχρόν, ἄκρον δʼ ἀγωνιστὴν γενέσθαι ταπεινότερον τῆς σῆς ἀξίας· ἐν ἐκείνῃ δὲ τὸ μὲν διενεγκεῖν ζηλωτόν, τὸ δʼ ἄμοιρον γενέσθαι παντελῶς καταγέλαστον.
因为对几何学和类似的其他教育毫无经验是可耻的,但成为最顶尖的竞争者又低于你的尊严;然而,在后者中,出类拔萃是令人羡慕的,而完全不参与则是极其荒谬的。
§45γνοίης δʼ ἂν ἐξ ἄλλων τε πολλῶν, καὶ παραθεωρήσας τοὺς πρὸ σαυτοῦ γεγενημένους ἐνδόξους ἄνδρας.
你不仅可以从其他许多事情中明白这一点,还可以通过对比你之前的那些名士来理解。
τοῦτο μὲν γὰρ Περικλέα τὸν συνέσει πλεῖστον τῶν καθʼ αὑτὸν διενεγκεῖν δόξαντα πάντων, ἀκούσει πλησιάσαντʼ Ἀναξαγόρᾳ τῷ Κλαζομενίῳ καὶ μαθητὴν ἐκείνου γενόμενον ταύτης τῆς δυνάμεως μετασχόντα· τοῦτο δʼ Ἀλκιβιάδην εὑρήσεις φύσει μὲν πρὸς ἀρετὴν πολλῷ χεῖρον διακείμενον, καὶ τὰ μὲν ὑπερηφάνως, τὰ δὲ ταπεινῶς, τὰ δʼ ὑπερακρατῶς ζῆν προῃρημένον, ἀπὸ δὲ τῆς Σωκράτους ὁμιλίας πολλὰ μὲν ἐπανορθωθέντα τοῦ βίου, τὰ δὲ λοιπὰ τῷ μεγέθει τῶν ἄλλων ἔργων ἐπικρυψάμενον.
一方面,你会听说,在同辈人中理解力最出众的伯里克利,因为亲近克拉佐美奈的阿那克萨哥拉并成为他的学生,从而分享了这种力量;另一方面,你会发现,阿尔西比亚德斯虽然天生对美德的倾向要差得多,甚至选择时而傲慢、时而卑下、时而极度不节制地生活,但通过与苏格拉底的交往,他纠正了生活中的许多地方,并用其他功绩的伟大掩盖了其余的缺陷。
§46εἰ δὲ δεῖ μὴ παλαιὰ λέγοντας διατρίβειν, ἔχοντας ὑπογυωτέροις παραδείγμασιν χρῆσθαι, τοῦτο μὲν Τιμόθεον οὐκ ἐξ ὧν νεώτερος ὢν ἐπετήδευσεν, ἀλλʼ ἐξ ὧν Ἰσοκράτει συνδιατρίψας ἔπραξεν, μεγίστης δόξης καὶ πλείστων τιμῶν εὑρήσεις ἀξιωθέντα· τοῦτο δʼ Ἀρχύταν τὴν Ταραντίνων πόλιν οὕτω καλῶς καὶ φιλανθρώπως διοικήσαντα κύριον αὐτῆς καταστάντα, ὥστʼ εἰς ἅπαντας τὴν ἐκείνου μνήμην διενεγκεῖν· ὃς ἐν ἀρχῇ καταφρονούμενος, ἐκ τοῦ Πλάτωνι πλησιάσαι τοσαύτην ἔλαβεν ἐπίδοσιν.
如果我们不该谈论古事来消磨时间,既然可以使用更近的例子,那么一方面,你会发现提摩太并非因为年轻时的追求,而是因为与伊索克拉底共度时光并践行所学,从而被认为配得上极大的声望和最多的荣誉;另一方面,你会发现阿基塔斯在成为塔兰托城的主宰后,治理得如此出色且仁慈,以至于他的名声传遍了所有人;他起初被人轻视,却因为亲近柏拉图而获得了如此巨大的进步。
§47καὶ τούτων οὐδὲν ἀλόγως ἀποβέβηκεν· πολὺ γὰρ ἄν ἦν ἀτοπώτερον, εἰ τὰ μὲν μικρὰ διʼ ἐπιστήμης καὶ μελέτης ἠναγκαζόμεθʼ ἐπιτελεῖν, τὰ δὲ μέγιστʼ ἄνευ ταύτης τῆς πραγματείας ἠδυνάμεθα πράττειν.
而且这些结果没有一个是无理产生的;因为如果我们被迫通过知识和训练去完成微不足道的事,却能够在没有这一学问的情况下践行最重大的事,那反而要荒谬得多。
περὶ μὲν οὖν τούτων οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγειν· οὐδὲ γὰρ ἐξ ἀρχῆς ὡς παντελῶς ἀπείρως ἔχοντός σου περὶ αὐτῶν ἐμνήσθην, ἀλλʼ ἡγούμενος τὰς τοιαύτας παρακλήσεις τοὺς μὲν ἀγνοοῦντας προτρέπειν, τοὺς δʼ εἰδότας παροξύνειν.
因此,关于这些事,我不知道还需要多说什么;因为我起初提及这些,并非因为你对它们完全没有经验,而是认为这样的劝勉能够促使无知者前行,并激励已知者奋进。
§48μηδὲν δʼ ὑπολάβῃς τοιοῦτον, ὡς ἄρʼ ἐγὼ ταῦτʼ εἴρηκα διδάξειν αὐτὸς ἐπαγγελλόμενός σέ τι τούτων· οὐ γὰρ ἂν αἰσχυνθείην εἰπὼν ὅτι πολλὰ μαθεῖν αὐτὸς ἔτι δέομαι, καὶ μᾶλλον ἀγωνιστὴς προῄρημαι τῶν πολιτικῶν ἢ διδάσκαλος εἶναι τῶν ἄλλων.
此外,你绝不要以为,我之所以说这些,是承诺自己要教你这些事情中的任何一件;因为我不会羞于承认自己仍需学习许多东西,并且我更愿意选择成为政治事务的践行者,而不是他人的教师。
οὐχ ὡς ἀναινόμενος δὲ ταῦτα διορθοῦμαι τὴν τῶν σοφιστεύειν ἑλομένων δόξαν, ἀλλʼ ὅτι τἀληθὲς τοῦτον ἔχον τυγχάνει τὸν τρόπον·
我这样纠正那些选择从事诡辩之人的名声,并不是因为我要全盘否定他们,而是因为事实确实如此。

词汇与语法注释

  1. §41τί ποτʼ ἂν βουληθείημεν ... μὴ ταύτην κατασχεῖν τὴν πραγματείαν — 双重否定的反问句,结合了表示潜在可能性的 ἄν 与第一人称复数选择式动词 βουληθείημεν,其后带有一个由否定词 μή 修饰的不定式 κατασχεῖν。在语境中,它具有极强的反问和肯定语气:“我们怎会不希望掌握这一学问呢?”。
  2. §42ὅσαις ἐξ ἀρχῆς εὐφυέστερον τῶν ἄλλων ἔχειν ὑπῆρξεν — 关系代词 ὅσαις 是阴性复数与格,修饰默示的先行词 φύσεσιν(天性)。非人称动词 ὑπῆρξεν(拥有……的条件)以该与格为补语,并支配不定式结构 εὐφυέστερον ... ἔχειν,其中 ἔχω 与副词 εὐφυέστερον 连用表示“处于较有天赋的状态”。
  3. §43ἀγωνίζεσθαι καλῶς ἐπίστασθαι — 双重不定式结构,受前句延续下来的非人称动词 δεῖ 及其主语宾格 σε 支配。在这里,作为主要动作的不定式 ἐπίστασθαι(懂得)进一步支配了另一个目的语不定式 ἀγωνίζεσθαι(去战斗/竞争)。
  4. §47πολὺ γὰρ ἄν ἦν ἀτοπώτερον, εἰ ... ἠναγκαζόμεθʼ ..., ... ἠδυνάμεθα — 一个表示与现在事实相反的虚拟条件句(反实虚拟)。归结句使用直说式过去时搭配 ἄν(ἄν ἦν),条件句使用 εἰ 搭配直说式过去时被动/中动变位(ἠναγκαζόμεθα 和 ἠδυνάμεθα),假定了一个“琐事需要知识而大事反倒不需要”的荒谬反事实情况。
  5. §48ὡς ἄρʼ ἐγὼ ταῦτʼ εἴρηκα διδάξειν αὐτὸς ἐπαγγελλόμενός σέ τι τούτων — 分词 ἐπαγγελλόμενος(承诺/宣称)支配将来时不定式 διδάξειν(去教导),而该不定式又带有一个双宾格结构:人(σέ)和事物(τι τούτων)。这一整套结构嵌套在由 ὡς 引导的名词性从句中,用以否定某种可能产生的误解。

引用这一段

狄摩西尼, 艳情书 §41-48. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg061.humanitext-grc2:41-48

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。