Humanitext Reader

狄摩西尼 · 艳情书 §31-40

追求真正的卓越与投身哲学

第 5 段,共 7 段 · 希腊语

内容简介

在赞美了青年的优秀天性及他所选择的朋友之高尚后,作者建议他追求哲学,因为哲学是训练心智的唯一途径,并劝勉他不要逃避其中的艰辛以获得真正的卓越。

§31δίκαιον μὲν οὖν καὶ πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους τοὺς σοὺς ζηλοῦσθαι, τοσοῦτον ὑπερέχοντος σοῦ τῶν ἡλικιωτῶν ἀρετῇ, πολὺ δὲ μᾶλλον οὓς σὺ ὁ τῶν τηλικούτων ἀγαθῶν ἠξιωμένος σαυτοῦ προκρίνας ἀξίους εἶναι φίλους ἐξ ἁπάντων αἱρεῖ.
因此,你的父亲、母亲以及你的其他亲属受到羡慕是理所当然的,因为你在美德上如此大度地超越了同辈人;但是,你这位被认为配得上如此巨大福分的人,凭着自己的判断认为他们配得上,并在所有人中挑选出来作为朋友的那些人,则更应当受到羡慕。
τοὺς μὲν γὰρ ἡ τύχη σοι μετόχους κατέστησεν, τοὺς δʼ ἡ σφετέρα καλοκἀγαθία προσσυνέστησεν·
因为命运使前者成为你的伙伴,而他们自身的崇高品性则使后者与你联结在一起。
§32οὓς οὐκ οἶδα πότερον ἐραστὰς ἢ μόνους ὀρθῶς γιγνώσκοντας προσαγορεῦσαι χρή.
我不知道该称他们为倾慕者,还是唯一正确认识你的人。
δοκεῖ γάρ μοι καὶ κατʼ ἀρχὰς ἡ τύχη, τῶν μὲν φαύλων καταφρονοῦσα, τὰς δὲ τῶν σπουδαίων ἀνδρῶν διανοίας ἐρεθίσαι βουληθεῖσα, τὴν σὴν φύσιν οὐ πρὸς ἡδονὴν ἐξαπατηθῆναι καλὴν ποιῆσαι, ἀλλὰ πρὸς ἀρετὴν εὐδαιμονῆσαι χρήσιμον.
因为在我看来,命运从一开始就鄙视平庸之辈,并渴望激发起高尚之士的心灵,因而塑造了你的天性,使之并非因美妙而易受享乐的欺骗,而是因有用而能在美德中获得幸福。
§33πολλὰ δʼ ἔχων ἔτι περὶ σοῦ διελθεῖν, αὐτοῦ καταλύσειν μοι δοκῶ τὸν ἔπαινον, δεδιὼς μὴ καθʼ ὑπερβολὴν τῆς ἀνθρωπίνης φύσεως ὑπὲρ σοῦ διαλέγεσθαι δόξω·
关于你,我还有许多话要说,但我认为自己在这里应当结束对你的赞美,因为我担心自己对你的谈论会显得超越了人类天性的极限。
τοσοῦτον γὰρ ὡς ἔοικεν ἡ τῶν λόγων δύναμις ἔλαττον ἔχει τῆς ὄψεως, ὥστε τοῖς μὲν ὁρατοῖς οὐδεὶς ἀπιστεῖν ἀξιοῖ, τοὺς δὲ τούτων ἐπαίνους οὐδʼ ἂν ἐλλείπωσιν ἀληθεῖς εἶναι νομίζουσιν.
因为言辞的力量似乎远逊于视觉,以至于对于眼见之物无人会去怀疑,但对于这些事物的赞美,哪怕其实际上有所保留,人们也不会相信其为真。
§34παυσάμενος οὖν περὶ τούτων, ἤδη πειράσομαί σοι συμβουλεύειν ἐξ ὧν ἐντιμότερον ἔτι τὸν σαυτοῦ βίον καταστήσεις.
因此,关于这些事,我不再多言。 现在我将努力向你提出建议,通过这些建议,你将使自己的生活变得更加高尚。
βουλοίμην δʼ ἄν σε μὴ πάρεργον ποιήσασθαι τὸ προσέχειν τὸν νοῦν τοῖς μέλλουσιν ῥηθήσεσθαι, μηδʼ ὑπολαμβάνειν τοῦθʼ, ὡς ἄρʼ ἐγὼ τούτοις κέχρημαι τοῖς λόγοις οὐ τῆς σῆς ὠφελίας ἕνεκα, ἀλλʼ ἐπιδείξεως ἐπιθυμῶν, ἵνα μήτε διαμάρτῃς τῆς ἀληθείας, μήτʼ ἀντὶ τῶν βελτίστων τὰ τυχόνθʼ ἑλόμενος χεῖρον περὶ σαυτοῦ βουλεύσῃ.
我希望你不要把对即将说出的话的关注当成无关紧要的副业,也不要以为我使用这些言辞不是为了你的益处,而是因为渴望自我展示。 这样,你既不会偏离真理,也不会因为选择了平庸之物代替最美好的事物,从而对自己做下了更糟糕的决定。
§35καὶ γὰρ τοῖς μὲν ἀφανῆ καὶ ταπεινὴν τὴν φύσιν ἔχουσιν οὐδʼ ὅταν μὴ καλῶς τι πράξωσιν ἐπιπλήττομεν, τοῖς δʼ ὥσπερ σὺ περιβλέπτοις γεγενημένοις καὶ τὸ παραμελῆσαί τινος τῶν καλλίστων αἰσχύνην φέρει.
因为对于那些天性默默无闻、低微卑下的人,即使他们没有把事情做好,我们也不会去指责;但对于像你这样成为瞩目焦点的人来说,即使是忽略了最美妙事物中的任何一件,都会带来耻辱。
ἔτι δʼ οἱ μὲν ἐπὶ τῶν ἄλλων λόγων ψευσθέντες καθʼ ἑνὸς μόνου πράγματος οὐ τὰ κράτιστʼ ἔγνωσαν· οἱ δὲ τῆς τῶν ἐπιτηδευμάτων συμβουλίας διαμαρτόντες ἢ καταφρονήσαντες παρʼ ὅλον τὸν βίον τῆς ἑαυτῶν ἀγνωσίας ὑπομνήματʼ ἔχουσιν.
此外,那些在其他日常讨论中犯错的人,只不过是在单一事件上没有认清最有利的选择;但是那些在生活行事准则的建议上犯错或予以轻视的人,则会在其整个一生中都保留着自己无知的印记。
§36τούτων μὲν οὐδὲν δεῖ σε παθεῖν, σκοπεῖσθαι δὲ τί τῶν ἀνθρωπείων μεγίστην δύναμιν ἔχει, καὶ τίνος καλῶς μὲν ἀποβάντος πλεῖστʼ ἂν κατορθοῖμεν, διαφθαρέντος δὲ μέγιστʼ ἂν βλαπτοίμεθα παρὰ τὸν βίον·
你不应当遭受这些害处中的任何一种,而应当思考在人类事务中什么具有最大的力量,以及什么事物若结果良好,我们在生活中就能获得最大的成功,而一旦败坏,就会在生活中遭受最大的伤害。
οὐ γὰρ ἄδηλον ὅτι τούτου καὶ μάλιστʼ ἐπιμέλειαν ποιητέον, ὃ μεγίστην ῥοπὴν ἐφʼ ἑκάτερον ἐργάζεσθαι πέφυκεν.
因为显而易见,我们必须对这一事物倾注最大的关注,因为它的天性就是在两个方向上都产生最大的决定性影响。
§37τῶν μὲν τοίνυν ἐν ἀνθρώποις διάνοιαν ἁπάντων εὑρήσομεν ἡγεμονεύουσαν, ταύτην δὲ φιλοσοφίαν μόνην παιδεῦσαί τʼ ὀρθῶς καὶ γυμνάσαι δυναμένην.
因此,在人类的所有事物中,我们会发现心智是主宰,而唯有哲学才能够正确地培育和训练它。
ἧς οἴομαι σε δεῖν μετασχεῖν, καὶ μὴ κατοκνῆσαι μηδὲ φυγεῖν τὰς ἐνούσας ἐν αὐτῇ πραγματείας, ἐνθυμούμενον ὅτι διὰ μὲν ἀργίας καὶ ῥᾳθυμίας καὶ τὰ παντελῶς ἐπιπολῆς δυσχείρωτʼ ἐστί, διὰ δὲ καρτερίας καὶ φιλοπονίας οὐδὲν τῶν ὄντων ἀγαθῶν ἀνάλωτον πέφυκεν,
我认为你应该参与其中,不应当犹豫,也不应当逃避其中固有的辛劳。 要记住,通过懒惰和懈怠,即使是完全容易驾驭的事情也会变得难以克服;而通过坚韧和勤勉,现存的所有美好事物中,没有任何一样在天性上是不可企及的。
§38καὶ διότι πάντων ἀλογώτατόν ἐστι πρὸς μὲν χρηματισμὸν καὶ ῥώμην καὶ τὰ τοιαῦτα φιλοτίμως ἔχειν καὶ πολλὰς ὑπομένειν κακοπαθίας, ἃ πάντα θνήτʼ ἐστὶν καὶ τῇ διανοίᾳ δουλεύειν εἴωθεν, τὴν δʼ ἐπιστατοῦσαν μὲν τῶν ἄλλων, συνδιατελοῦσαν δὲ τοῖς ἔχουσιν, ὅλου δʼ ἡγεμονεύουσαν τοῦ βίου μὴ ζητεῖν ὅπως διακείσεται βέλτιον.
而且,因为在所有事情中,最不合逻辑的是:一方面热衷于赚钱、体魄和类似的事物并为此忍受许多艰辛(所有这些都是终有一死的,且习惯于奴役于心智),另一方面却不探求那统治着其他事物、与拥有者终身相伴并引导整个生活的心智将如何变得更好。
§39καίτοι καλὸν μὲν καὶ διὰ τύχην ἐν τοῖς σπουδαιοτάτοις θαυμάζεσθαι, πολὺ δὲ κάλλιον διὰ τὴν ἐπιμέλειαν τὴν αὑτοῦ μηδενὸς τῶν ἐνδόξων ἄμοιρον γενέσθαι·
然而,即使由于命运而在最重要的事情上受到赞美是美好的,但通过自身的努力使自己在显赫的事物中无一缺憾,则是要美好得多。
τῆς μὲν γὰρ ἐνίοτε καὶ τοῖς φαύλοις μετασχεῖν συνέβη, τῆς δʼ οὐκ ἔστιν ἄλλοις μετουσία πλὴν τοῖς ἐν ἀνδραγαθίᾳ διαφέρουσιν.
因为前者有时连平庸之辈也能分享,而后者除了那些在男子汉美德上出类拔萃的人之外,其他人是无法分享的。
§40ἀλλὰ μὴν περί γε τῆς φιλοσοφίας ἀκριβῶς μὲν ἕκαστα διελθεῖν ἡγοῦμαι τὸν μέλλοντα χρόνον ἡμῖν ἐπιτηδειοτέρους καιροὺς παραδώσειν· συντόμως δʼ εἰπεῖν οὐδὲ νῦν οὐδὲν κωλύσει περὶ αὐτῆς.
不过,关于哲学,若要精确地详述每一处细节,我认为未来的时间会为我们提供更合适的契机;但即便在现在,简短地谈论它也并无妨碍。
ἓν οὖν πρῶτον ἐκεῖνό σε δεῖ καταμαθεῖν ἀκριβῶς, ὅτι πᾶσα μὲν παιδεία διʼ ἐπιστήμης καὶ μελέτης τινὸς συνέστηκεν, ἡ δὲ φιλοσοφία καὶ μᾶλλον τῶν ἄλλων· ὅσῳ γὰρ φρονιμωτέρους ἔχει τοὺς ἐφεστῶτας, τοσούτῳ κάλλιον αὐτὴν συγκεῖσθαι προσήκει.
因此,你首先必须准确地掌握这一点:所有的教育都是由某种知识和训练构成的,而哲学比起其他教育更是如此;因为指导它的人越是睿智,它本身被美妙地建构起来就越是理所当然。

词汇与语法注释

  1. §31τοσοῦτον ὑπερέχοντος σοῦ τῶν ἡλικιωτῶν ἀρετῇ — 属格绝对结构。ὑπερέχοντος σοῦ(因为你超越了)作为状语从句,为主句提供原因或背景环境。
  2. §31προκρίνας ἀξίους εἶναι φίλους — 分词 προκρίνας 与 αἱρεῖ 的主语一致,并支配不定式短语 ἀξίους εἶναι φίλους 作为其补足语,指向关系代词 οὓς。
  3. §32οὐ πρὸς ἡδονὴν ἐξαπατηθῆναι καλὴν ποιῆσαι, ἀλλὰ πρὸς ἀρετὴν εὐδαιμονῆσαι χρήσιμον — 形容词 καλὴν 和 χρήσιμον 作为 ποιῆσαι 的宾语 τὴν σὴν φύσιν 的谓语性宾补,分别带有说明性不定式(ἐξαπατηθῆναι 和 εὐδαιμονῆσαι)。
  4. §33οὐδʼ ἂν ἐλλείπωσιν — 带有 ἂν(由 ἐάν 缩写)和虚拟语气 ἐλλείπωσιν 的让步条件从句,意为“即使它们〔较事实〕有所不足”。
  5. §34βουλοίμην δʼ ἄν σε μὴ πάρεργον ποιήσασθαι τὸ προσέχειν τὸν νοῦν — 潜在希求语气(βουλοίμην ἄν)表示委婉的愿望。带冠词的不定式短语 τὸ προσέχειν τὸν νοῦν(予以注意)作为 ποιήσασθαι 的直接宾语,而 πάρεργον(副业、次要的事)则是其宾语补足语(谓语性宾补)。
  6. §35τοῖς μὲν ἀφανῆ καὶ ταπεινὴν τὴν φύσιν ἔχουσιν — 给格名词化分词短语(ἔχουσιν)作为动词 ἐπιπλήττομεν(支配给格)的间接宾语。形容词 ἀφανῆ 和 ταπεινὴν 处于 τὴν φύσιν 的谓语位置,意为“具有默默无闻且低微天性的人”。
  7. §37τῶν μὲν τοίνυν ἐν ἀνθρώποις διάνοιαν ἁπάντων εὑρήσομεν ἡγεμονεύουσαν — 动词 εὑρήσομεν(我们将发现)带有宾语 διάνοιαν 和补充性分词 ἡγεμονεύουσαν。τῶν ἐν ἀνθρώποις ἁπάντων 是部分属格(“在人类的所有事物中”)。
  8. §38τὴν δʼ ἐπιστατοῦσαν μὲν τῶν ἄλλων ... μὴ ζητεῖν — 不定式 μὴ ζητεῖν(不探求)是先前句中 ἀλογώτατόν ἐστι(是最不合逻辑的)的主语。阴性冠词 τὴν 引导一系列指向心智(阴性名词 διάνοια)的属性分词,该结构作为 ζητεῖν 的直接宾语。

引用这一段

狄摩西尼, 艳情书 §31-40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg061.humanitext-grc2:31-40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。