Humanitext Reader

狄摩西尼 · 艳情书 §49-57

梭伦的先例与为城邦治理修习哲学

第 7 段,共 7 段 · 希腊语

内容简介

作者以梭伦为例,劝勉天赋异禀的年轻人致力于哲学,以为未来的城邦治理做好准备,并与良友交往,以此结束了整篇论说。

§49ἐπεὶ σύνοιδά γε πολλοὺς μὲν ἐξ ἀδόξων καὶ ταπεινῶν ἐπιφανεῖς διὰ τῆς πραγματείας ταύτης γεγενημένους, Σόλωνα δὲ καὶ ζῶντα καὶ τελευτήσαντα μεγίστης δόξης ἠξιωμένον· ὃς οὐκ ἀπεληλαμένος τῶν ἄλλων τιμῶν, ἀλλὰ τῆς μὲν ἀνδρείας τὸ πρὸς Μεγαρέας τρόπαιον ὑπόμνημα καταλιπών, τῆς δʼ εὐβουλίας τὴν Σαλαμῖνος κομιδήν,
因为我知道有许多人通过这一学问从无名和卑微的境遇中变得声名显赫,而梭伦在生前和死后都被认为配得上极大的声望;他没有被排斥在其他荣誉之外,而是一方面留下了针对麦加拉人的战胜纪念碑作为他勇敢的纪念,另一方面留下了收复萨拉米斯作为他善于思考的纪念,并且留下了法律作为他其他智慧的纪念,直到今天大多数希腊人仍在继续使用这些法律。
§50τῆς δʼ ἄλλης συνέσεως τοὺς νόμους, οἷς ἔτι καὶ νῦν οἱ πλεῖστοι τῶν Ἑλλήνων χρώμενοι διατελοῦσιν, ὅμως τοσούτων αὐτῷ καλῶν ὑπαρχόντων, ἐπʼ οὐδενὶ μᾶλλον ἐσπούδασεν ἢ τῶν ἑπτὰ σοφιστῶν ὅπως γένηται, νομίζων τὴν φιλοσοφίαν οὐκ ὄνειδος, ἀλλὰ τιμὴν τοῖς χρωμένοις φέρειν, καλῶς ἐγνωκὼς αὐτὸ τοῦτʼ οὐχ ἧττον ἢ καὶ τἄλλʼ ἐφʼ οἷς διήνεγκεν.
然而,尽管他拥有如此多美好的成就,他最热切期望的莫过于成为“七贤”之一,因为他认为哲学给使用它的人带来的是荣誉而不是耻辱,他深知这一点绝不亚于他所杰出的其他事物。
§51ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἄλλως γιγνώσκω, σοί τε παραινῶ φιλοσοφεῖν, μεμνημένῳ τῶν ἐξ ἀρχῆς ὑπαρξάντων σαυτῷ· τούτου γὰρ ἕνεκα διῆλθον ἐν ἀρχῇ τοῦ λόγου κἀγὼ περὶ αὐτῶν, οὐχ ὡς ἐκ τοῦ τὴν σὴν φύσιν ἐπαινεῖν ἀνακτήσεσθαί σε προσδοκῶν, ἀλλʼ ἵνα μᾶλλον προτρέψω σε πρὸς τὴν φιλοσοφίαν, ἐὰν μὴ παρὰ μικρὸν ποιήσῃ, μηδʼ ἐπὶ τοῖς ὑπάρχουσιν ἀγαθοῖς μέγα φρονήσας τῶν μελλόντων ὀλιγωρήσῃς.
因此,我自己的看法也没有什么不同,我劝你致力于哲学,并记住你起初所拥有的优势;因为这正是为什么我在言论开头详细叙述它们的原因,并不是期望通过赞美你的天性来拉拢你,而是为了促使你走向哲学,免得你轻视它,也不至于因对现有的优势感到骄傲而忽视了未来的前途。
§52μηδʼ εἰ τῶν ἐντυγχανόντων κρείττων εἶ, μηδὲν τῶν ἄλλων ζήτει διενεγκεῖν, ἀλλʼ ἡγοῦ κράτιστον μὲν εἶναι τὸ πρωτεύειν ἐν ἅπασιν, τούτου δʼ ὀρεγόμενον ὀφθῆναι μᾶλλον συμφέρειν ἢ προέχοντʼ ἐν τοῖς τυχοῦσιν.
此外,即使你优于所遇到的人,也绝不要寻求完全不超越其他任何人,而应当认为在一切事物中占首位是最好的,并且让人看到你为此努力,比在普通的事情中杰出更为有益。
καὶ μὴ καταισχύνῃς τὴν φύσιν, μηδὲ ψευσθῆναι ποιήσῃς τῶν ἐλπίδων τοὺς ἐπὶ σοὶ μέγα φρονοῦντας, ἀλλʼ ὑπερβάλλεσθαι πειρῶ τῇ σαυτοῦ δυνάμει τὴν τῶν εὐνουστάτων ἐπιθυμίαν.
不要玷污你的天性,也不要让那些为你感到自豪的人的期望落空,而要努力用你自己的力量去超越那些对你最友善之人的期盼。
§53καὶ νόμιζε τοὺς μὲν ἄλλους λόγους, ὅταν ἐπιεικῶς ἔχωσιν, τοῖς εἰποῦσιν δόξαν περιτιθέναι, τὰς δὲ συμβουλίας τοῖς πεισθεῖσιν ὠφέλειαν καὶ τιμὴν προσάπτειν· καὶ τὰς μὲν περὶ τῶν ἄλλων κρίσεις τὴν αἴσθησιν ἣν ἔχομεν δηλοῦν, τὰς δὲ τῶν ἐπιτηδευμάτων αἱρέσεις τὴν ὅλην φύσιν ἡμῶν δοκιμάζειν.
应当认为,其他的言论在优异时能给演讲者带来声望,而劝告则能给接受劝告的人带来益处和荣誉;对别人的评价表明了我们的认知,而对生活道路的选择则考验着我们整个天性。
ἐν οἷς ἅμα κρίνων αὐτὸς κριθήσεσθαι προσδόκα παρὰ πᾶσιν, κἀμὲ τὸν οὕτως ἐγκωμιάσαντά σʼ ἑτοίμως ἐν ἀγῶνι γενήσεσθαι τῆς σῆς δοκιμασίας.
在这些选择中,要预料到你在做出评判的同时自己也会受到所有人的评判,而我这个如此慷慨地赞美你的人,也将置身于对你的考验之中。
§54διʼ ἃ δεῖ σε τῶν ἐπαίνων ἄξιον εἶναι δόξαντα καὶ ἐμὲ τῆς σῆς φιλίας ἀνεπιτίμητον ἀφεῖναι.
因此,你必须显得配得上这些赞美,并让我在这份友谊中免受责难。
οὐχ οὕτως δʼ ἄν σε προθύμως ἐπὶ τὴν φιλοσοφίαν παρεκάλουν, εἰ μὴ τῆς μὲν εὐνοίας τῆς ἐμῆς τοῦτον ἄν σοι κάλλιστον ἔρανον εἰσενεγκεῖν ᾤμην, τὴν δὲ πόλιν ἑώρων διὰ μὲν ἀπορίαν τῶν καλῶν κἀγαθῶν ἀνδρῶν τοῖς τυχοῦσιν πολλάκις χρωμένην, διὰ δὲ τὰς τούτων ἁμαρτίας αὐτὴν ταῖς μεγίσταις ἀτυχίαις περιπίπτουσαν.
如果我不认为这是我的好意所能带给你的最美丽的礼物,且如果我没有看到城邦因为缺乏优秀的人才而常常起用平庸之辈,并因他们的过错而陷入极大的不幸,我是不会如此热心地劝你致力于哲学的。
§55ἵνʼ οὖν ἡ μὲν τῆς σῆς ἀρετῆς, σὺ δὲ τῶν παρὰ ταύτης τιμῶν ἀπολαύσῃς, προθυμότερόν σοι παρεκελευσάμην.
因此,为了让城邦能享受到你的德行,而你能享受到由此带来的荣誉,我才更加热切地劝勉你。
καὶ γὰρ οὐδʼ ἐπὶ σοὶ νομίζω γενήσεσθαι ζῆν ὡς ἔτυχεν, ἀλλὰ προστάξειν σοι τὴν πόλιν τῶν αὑτῆς τι διοικεῖν, καὶ ὅσῳ τὴν φύσιν ἐπιφανεστέραν ἔχεις, τοσούτῳ μειζόνων ἀξιώσειν καὶ θᾶττον βουλήσεσθαι πεῖράν σου λαμβάνειν.
因为我认为,随心所欲地生活并不会由你决定,相反,城邦会命令你管理一些公共事务,而且你的天性越是杰出,城邦就会认为你配得上越重大的职责,并会越快地想要对你进行考验。
καλὸν οὖν παρεσκευάσθαι τὴν γνώμην, ἵνα μὴ τότε πλημμελῇς.
因此,最好提前做好心理准备,免得到时候犯错。
§56τοῦτο μὲν οὖν ἐμὸν ἦν ἔργον, εἰπεῖν ἅ σοι συμφέρειν ἡγοῦμαι πεπρᾶχθαι, σὸν δὲ βουλεύσασθαι περὶ αὐτῶν.
那么,说出我认为对你有利的应做之事是我的任务,而对这些事进行熟虑则是你的任务。
προσήκει δὲ καὶ τοὺς ἄλλους τοὺς ζητοῦντας οἰκείως πρὸς σὲ διακεῖσθαι μὴ τὰς ἐπιπολαίους ἡδονὰς καὶ διατριβὰς ἀγαπᾶν, μηδʼ ἐπὶ ταύτας προκαλεῖσθαι, ἀλλὰ φιλοπονεῖν καὶ σκοπεῖν ὅπως τὸν σὸν βίον ὡς λαμπρότατον καταστήσουσιν· αὐτοί τε γὰρ οὕτως ἂν μάλιστʼ ἐπαινοῖντο καὶ σοὶ πλείστων ἀγαθῶν αἴτιοι γένοιντο.
对于其他寻求与你亲近的人来说,也不应当沉溺于表面上的享乐和消磨时间,更不应该以此来诱导你,外应当勤勉并思考如何让你的生活变得最为辉煌;因为他们自己这样做也会得到最大的赞赏,并会为你带来最多的福祉。
§57μέμφομαι μὲν οὖν οὐδὲ νῦν οὐδένα τῶν σοὶ πλησιαζόντων· καὶ γάρ μοι δοκεῖ τῆς ἄλλης εὐτυχίας τῆς σῆς καὶ τοῦθʼ ἓν εἶναι, τὸ μηδενὸς φαύλου τυχεῖν ἐραστοῦ, ἀλλʼ οὓς ἄν τις ἕλοιτο βουλόμενος φίλους ἐκ τῶν ἡλικιωτῶν ἐκλέγεσθαι·
因此,我现在也绝不指责任何接近你的人;因为在我看来,没有遇到任何卑劣的爱慕者,而是得到了人们若想从同龄人中挑选朋友时会选择的那些人,这也是你其他幸运中的一项。
παραινῶ μέντοι σοι φιλοφρονεῖσθαι μὲν πρὸς ἅπαντας τούτους καὶ ἔχειν ἡδέως, πείθεσθαι δὲ τοῖς πλεῖστον νοῦν ἔχουσιν αὐτῶν, ἵνα καὶ τούτοις αὐτοῖς ἔτι σπουδαιότερος δοκῇς εἶναι καὶ τοῖς ἄλλοις πολίταις. εὐτύχει.
然而,我建议你对所有人都要友善并乐于交往,但要听从他们之中最具智慧之人的劝告,以便在他们自己以及其他市民看来,你显得更加认真和优秀。 祝你幸运。

词汇与语法注释

  1. §49ἐπεὶ σύνοιδά γε — 动词 σύνοιδα(知道)接分词补足语。在此它支配宾格主语和完成时分词:πολλοὺς ... γεγενημένους 以及 Σόλωνα ... ἠξιωμένον。
  2. §50τῶν ἑπτὰ σοφιστῶν ὅπως γένηται — ὅπως γένηται 是受 ἐσπούδασεν 支配的表示努力的从句。属格 τῶν ἑπτὰ σοφιστῶν(七贤人)作为动词 γένηται 的部分属格补足语,在结构上被提前。
  3. §54οὐχ οὕτως δʼ ἄν σε προθύμως ἐπὶ τὴν φιλοσοφίαν παρεκάλουν, εἰ μὴ — 这是一个与现在事实相反的虚拟条件句。归结句包含未完成过去时动词 παρεκάλουν 及语气词 ἄν,而条件句(εἰ μὴ)则使用未完成过去时动词 ᾤμην 和 ἑώρων。
  4. §56τοῦτο μὲν οὖν ἐμὸν ἦν ἔργον — 未完成过去时 ἦν 不仅表示过去的时间,还表达了当前的义务或适切性(“这是且仍然是我的职责”)。

引用这一段

狄摩西尼, 艳情书 §49-57. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg061.humanitext-grc2:49-57

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。