§24ἔτι δὲ κρίνων τοὺς μὲν τὰ δρομικὰ γυμναζομένους οὐδὲν πρὸς ἀνδρείαν οὐδʼ εὐψυχίαν ἐπιδιδόναι, τοὺς δὲ τὴν πυγμὴν καὶ τὰ τοιαῦτʼ ἀσκήσαντας πρὸς τῷ σώματι καὶ τὴν γνώμην διαφθείρεσθαι, τὸ σεμνότατον καὶ κάλλιστον τῶν ἀγωνισμάτων καὶ μάλιστα πρὸς τὴν σεαυτοῦ φύσιν ἁρμόττον ἐξελέξω, τῇ μὲν συνηθείᾳ τῶν ὅπλων καὶ τῇ τῶν δρόμων φιλοπονίᾳ τοῖς ἐν τῷ πολέμῳ συμβαίνουσιν ὡμοιωμένον, τῇ δὲ μεγαλοπρεπείᾳ καὶ τῇ σεμνότητι τῆς παρασκευῆς πρὸς τὴν τῶν θεῶν δύναμιν εἰκασμένον,
此外,你认为那些训练跑步的人对勇敢和斗志毫无益处,而那些练习拳击及类似项目的人在损害身体的同时也败坏了心灵,因而你为自己选择了一项在所有竞技中最庄严、最美好、且最适合你自己天性的项目。 它因熟悉武器和奔跑的劳苦而与战争中发生的事相仿,又因装备的华丽和庄严而与神明力量相近。
§25πρὸς δὲ τούτοις ἡδίστην μὲν θέαν ἔχον, ἐκ πλείστων δὲ καὶ παντοδαπῶν συγκείμενον, μεγίστων δʼ ἄθλων ἠξιωμένον·
此外,它拥有最令人愉悦的观瞻,由极多且多样的要素构成,并被认为配得上最大的奖赏。
πρὸς γὰρ τοῖς τιθεμένοις τὸ γυμνασθῆναι καὶ μελετῆσαι τοιαῦτʼ οὐ μικρὸν ἆθλον προφανήσεται τοῖς καὶ μετρίως ἀρετῆς ἐφιεμένοις.
因为,除了设立的奖品之外,对于那些哪怕只是稍微追求美德的人来说,训练和练习这些事情本身就会显得是一项不小的奖赏。
τεκμήριον δὲ μέγιστον ἄν τις ποιήσαιτο τὴν Ὁμήρου ποίησιν, ἐν ᾗ καὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους μετὰ τοιαύτης παρασκευῆς πολεμήσαντας πεποίηκεν ἀλλήλοις· ἔτι δὲ καὶ νῦν τῶν πόλεων τῶν Ἑλληνίδων οὐ ταῖς ταπεινοτάταις, ἀλλὰ ταῖς μεγίσταις ἐν τοῖς ἀγῶσι χρῆσθαι σύνηθές ἐστιν.
人们可以将荷马的诗作视为最大的证据,在其中他描绘了希腊人和异族人都带着这样的装备互相战斗;而且直到现在,在竞技中采用它的,通常也不是最弱小的希腊城邦,而是最强大的城邦。
§26ἡ μὲν οὖν προαίρεσις οὕτω καλὴ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἠγαπημένη·
因此,这种选择是如此美好且为所有人所喜爱。
νομίζων δʼ οὐδὲν εἶναι προὔργου τῶν σπουδαιοτάτων ἐπιθυμεῖν οὐδὲ καλῶς πρὸς ἅπαντα πεφυκέναι τὸ σῶμα μὴ τῆς ψυχῆς φιλοτίμως παρεσκευασμένης, τὴν μὲν φιλοπονίαν ἐν τοῖς γυμνασίοις εὐθέως ἐπιδειξάμενος οὐδʼ ἐν τοῖς ἔργοις ἐψεύσω, τὴν δʼ ἄλλην ἐπιφάνειαν τῆς σαυτοῦ φύσεως καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν ἐν τοῖς ἀγῶσι μάλιστʼ ἐνεδείξω.
然而,你认为如果灵魂没有怀着荣誉感做好准备,那么渴望最重要的事情,或者让身体对一切都具有良好的天赋,都是毫无用处的,于是你立即在体育馆中展现了你的勤勉,在实际行动中也未曾令人失望,反而特别在竞技中展现了你天性的其他光彩和灵魂的勇敢。
§27περὶ ὧν ὀκνῶ μὲν ἄρξασθαι λέγειν, μὴ λειφθῶ τῷ λόγῳ τῶν τότε γεγενημένων, ὅμως δʼ οὐ παραλείψω· καὶ γὰρ αἰσχρὸν ἃ θεωροῦντας ἡμᾶς εὐφραίνει, ταῦτʼ ἀπαγγεῖλαι μὴ ʼθέλειν.
关于这些,我虽犹豫着不知如何开口,担心我的言辞无法企及当时发生的事,但我绝不会遗漏它们;因为,如果不愿意叙述那些曾让我们在观看时感到愉悦的事,那是可耻的。
ἅπαντας μὲν οὖν εἰ διεξιοίην τοὺς ἀγῶνας, ἴσως ἂν ἄκαιρον μῆκος ἡμῖν ἐπιγένοιτο τῷ λόγῳ· ἑνὸς δέ, ἐν ᾧ πολὺ διήνεγκας, μνησθεὶς ταὐτά τε δηλώσω καὶ τῇ τῶν ἀκουόντων δυνάμει συμμετρώτερον φανήσομαι χρώμενος.
因此,如果我详述所有的竞技,也许我们的言说会变得不合时宜地冗长;但若只提及你大为杰出的那一次,我既能表明同样的事,又显得在使用更适合听众接受能力的尺度。
§28τῶν γὰρ ζευγῶν ἀφεθέντων, καὶ τῶν μὲν προορμησάντων, τῶν δʼ ὑφηνιοχουμένων, ἀμφοτέρων περιγενόμενος ὡς ἑκατέρων προσῆκε, τὴν νίκην ἔλαβες, τοιούτου στεφάνου τυχὼν ἐφʼ ᾧ, καίπερ καλοῦ τοῦ νικᾶν ὄντος, κάλλιον ἐδόκει καὶ παραλογώτερον εἶναι τὸ σωθῆναι.
因为当战车被放出,有的车争先恐后奔向前方,有的车则被车手控御在后,你以适合对待这两者的方式战胜了双方,夺得了胜利,获得了如此的桂冠,在这一桂冠面前,尽管获胜本是美好的,但保全性命却显得更加美好,也更加出乎意料。
φερομένου γὰρ ἐναντίου μέν σοι τοῦ τῶν ἀντιπάλων ἅρματος, ἁπάντων δʼ ἀνυπόστατον οἰομένων εἶναι τὴν τῶν ἵππων δύναμιν, ὁρῶν αὐτῶν ἐνίους καὶ μηδενὸς δεινοῦ παρόντος ὑπερηγωνιακότας, οὐχ ὅπως ἐξεπλάγης ἢ κατεδειλίασας, ἀλλὰ τῇ μὲν ἀνδρείᾳ καὶ τῆς τοῦ ζεύγους ὁρμῆς κρείττων ἐγένου, τῷ δὲ τάχει καὶ τοὺς διηυτυχηκότας τῶν ἀνταγωνιστῶν παρῆλθες.
因为当对手的战车向你迎头冲来,所有人都认为那马匹的力量无法阻挡时,你看到他们中的一些人甚至在没有危险临头时就已极度恐慌,你不仅没有惊慌失措或畏缩不前,反而以勇气制服了自家战车的猛冲,并以速度超越了对手中那些本占尽优势的人。
§29καὶ γάρ τοι τοσοῦτον μετήλλαξας τῶν ἀνθρώπων τὰς διανοίας ὥστε πολλῶν θρυλούντων ὡς ἐν τοῖς ἱππικοῖς ἀγῶσιν ἡδίστην θέαν παρέχεται τὰ ναυαγοῦντα, καὶ δοκούντων ἀληθῆ ταῦτα λέγειν, ἐπὶ σοῦ τοὐναντίον τοὺς θεατὰς φοβεῖσθαι πάντας μή τι συμπέσῃ τοιοῦτον περὶ σέ·
事实上,你如此彻底地改变了人们的想法,以至于虽然有许多人传言说“在赛马竞技中,翻车事故提供了最令人愉悦的景象”,且人们也认为他们说的是实话,但在你的情况下却完全相反,所有的观众都害怕你发生什么不测。
τοσαύτην εὔνοιαν καὶ φιλοτιμίαν ἡ σὴ φύσις αὐτοῖς παρέσχεν.
你天生带给他们的好意和尊崇竟是如此之大。
§30εἰκότως·
理所当然如此。
καλὸν μὲν γὰρ καὶ τὸ καθʼ ἕν τι περίβλεπτον γενέσθαι, πολὺ δὲ κάλλιον τὸ πάντα περιλαβεῖν ἐφʼ οἷς ἄν τις νοῦν ἔχων φιλοτιμηθείη.
因为在某一单一事物上成为瞩目的焦点固然是美好的,但包揽一个有理智的人都会为之奋斗的所有事物则要美好得多。
δῆλον δʼ ἐκεῖθεν· εὑρήσομεν γὰρ Αἰακὸν μὲν καὶ Ῥαδάμανθυν διὰ σωφροσύνην, Ἡρακλέα δὲ καὶ Κάστορα καὶ Πολυδεύκην διʼ ἀνδρείαν, Γανυμήδην δὲ καὶ Ἄδωνιν καὶ ἄλλους τοιούτους διὰ κάλλος ὑπὸ θεῶν ἀγαπηθέντας.
这显而易见:因为我们会发现,埃阿科斯和拉达曼迪斯因克制,赫拉克勒斯、卡斯托尔和波吕丢刻斯因勇敢,伽倪墨得斯和阿多尼斯及其他类似的人因美貌而受到神明的钟爱。
ὥστʼ ἔγωγʼ οὐ θαυμάζω τῶν ἐπιθυμούντων τῆς σῆς φιλίας, ἀλλὰ τῶν μὴ τοῦτον τὸν τρόπον διακειμένων·
因此,我并不对那些渴望你友谊的人感到奇怪,而是对那些不这样想的人感到奇怪。
ὅπου γὰρ ἑνὸς ἑκάστου τῶν προειρημένων μετασχόντες τινὲς τῆς τῶν θεῶν ὁμιλίας ἠξιώθησαν, ἦ που τοῦ γʼ ἁπάντων κυρίου καταστάντος εὐκτὸν θνητῷ φύντι φίλον γενέσθαι.
因为,仅仅分享了上述美德中的任意一种,有些人就被认为配得上与神明交往,那么既然你已成为这一切的主宰,对于一个终有一死的凡人来说,能成为你的朋友,必然是极度祈求的事情。