§16πῶς γὰρ ἄν τις ὑπερβάλοι τῷ λόγῳ τὴν σὴν ὄψιν, ἧς μηδʼ ἃ τέχνῃ πεποίηται τῶν ἔργων τοῖς ἀρίστοις δημιουργοῖς δύναται ὑπερτεῖναι;
因为谁能用言语逾越你的容貌呢? 对于这容貌,即便是最优秀的工匠用技艺制作出的最杰出的作品也无法胜过。
καὶ θαυμαστὸν οὐδέν· τὰ μὲν γὰρ ἀκίνητον ἔχει τὴν θεωρίαν, ὥστʼ ἄδηλʼ εἶναι τί ποτʼ ἂν ψυχῆς μετασχόντα φανείη, σοῦ δὲ τὸ τῆς γνώμης ἦθος ἐν πᾶσιν οἷς ποιεῖς μεγάλην εὐπρέπειαν ἐπαυξάνει τῷ σώματι.
这一点也不令人惊奇;因为那些作品只拥有静止的观照,以至于如果它们分享了灵魂,会呈现出什么样子,实未可知;而你的意志之性情,在你所做的一切事情中,都为身体增添了极大的美感。
περὶ μὲν οὖν τοῦ κάλλους πολλὰ παραλιπών, τοσαῦτʼ ἐπαινέσαι ἔχω.
因此,关于你的美貌,我省略了许多,只能称赞这么多。
§17περὶ δὲ τῆς σωφροσύνης κάλλιστον μὲν τοῦτʼ ἔχοιμʼ ἂν εἰπεῖν, ὅτι τῆς ἡλικίας τῆς τοιαύτης εὐδιαβόλως ἐχούσης, σοὶ μᾶλλον ἐπαινεῖσθαι συμβέβηκεν.
另一方面,关于克制,我可以说出这最美好的一点:即当这样的年龄容易招致非难时,你反而因此获得了称赞。
οὐ γὰρ μόνον οὐδὲν ἐξαμαρτάνειν, ἀλλὰ καὶ φρονιμώτερον ἢ κατὰ τὴν ὥραν ζῆν προῄρησαι.
因为你不仅选择不犯任何错误,而且选择比你的青春时代更明智地生活。
καὶ τούτου μέγιστον τεκμήριον ἡ πρὸς τοὺς ἀνθρώπους ὁμιλία· πολλῶν γὰρ ἐντυγχανόντων σοι καὶ παντοδαπὰς φύσεις ἐχόντων, ἔτι δὲ προσαγομένων ἁπάντων ἐπὶ τὰς ἑαυτῶν συνηθείας, οὕτω καλῶς προέστης τῶν τοιούτων ὥστε πάντας τὴν πρὸς σὲ φιλίαν ἠγαπηκότας ἔχειν.
这最大的证据就是你与人们的交往;因为虽然有许多人遇到你并拥有各种各样的性情,而且所有人都在把你拉向他们自己的习惯中,但你却如此出色地处理了这些交往,以至于所有人都珍视着与你的友谊。
§18ὃ σημεῖον τῶν ἐνδόξως καὶ φιλανθρώπως ζῆν προαιρουμένων ἐστίν.
这是那些选择光荣且友善地生活之人的迹象。
καίτοι τινὲς ηὐδοκίμησαν ἤδη τῶν τε συμβουλευσάντων ὡς οὐ χρὴ τὰς τῶν τυχόντων ὁμιλίας προσδέχεσθαι, καὶ τῶν πεισθέντων τούτοις· ἢ γὰρ πρὸς χάριν ὁμιλοῦντα τοῖς φαύλοις ἀναγκαῖον εἶναι διαβάλλεσθαι παρὰ τοῖς πολλοῖς, ἢ διευλαβούμενον τὰς τοιαύτας ἐπιπλήξεις ὑπʼ αὐτῶν τῶν ἐντυγχανόντων δυσχεραίνεσθαι συμπίπτειν.
然而,在那些建议不应当接受与随便什么人交往的人中,以及那些被他们说服的人中,也有一些人已经获得了名声;因为要么为了迎合凡俗之人而与他们交往,从而不可避免地在大众中受到诽谤,要么在防范此类指责时,恰好被那些遇到他们的人所厌恶。
§19ἐγὼ δὲ διὰ τοῦτο καὶ μᾶλλον οἶμαί σε δεῖν ἐγκωμιάζειν, ὅτι τῶν ἄλλων ἕν τι τῶν ἀδυνάτων οἰομένων εἶναι τὸ τοῖς ἁπάντων τρόποις ἀρέσκειν, σὺ τοσοῦτο τούτων διήνεγκας ὥστε τῶν χαλεπῶν καὶ δυσκόλων ἁπάντων περιγεγενῆσθαι, τοῦ μὲν συνεξαμαρτάνειν τισὶν οὐδʼ ὑποψίαν ἐνδοὺς τοῖς ἄλλοις, τῆς δὲ πρὸς αὐτοὺς δυσχερείας τῇ τῶν τρόπων εὐαρμοστίᾳ κρατήσας.
但因为这个原因,我认为更应当赞美你,因为当其他人认为迎合所有人的性格是绝无可能的事情之一时,你却如此超越了他们,以至于战胜了所有挑剔和脾气坏的人,既没有给其他人留下与某些人共同犯错的嫌疑,又通过你性格的和谐克服了对他们的反感。
§20πρὸς τοίνυν τοὺς ἐραστάς, εἰ χρὴ καὶ περὶ τούτων εἰπεῖν, οὕτω καλῶς μοι δοκεῖς καὶ σωφρόνως ὁμιλεῖν, ὥστε τῶν πλείστων οὐδʼ ὃν ἂν προέλωνται μετρίως ἐνεγκεῖν δυναμένων, σοὶ πᾶσιν καθʼ ὑπερβολὴν ἀρέσκειν συμβέβηκεν.
那么对于你的爱慕者,如果也有必要谈论这些的话,在我看来,你交往得如此美好和克制,以至于大多数人甚至无法适度地对待他们所选择的人,而你却能够让所有人极其满意。
ὃ τῆς σῆς ἀρετῆς σημεῖον ἐναργέστατόν ἐστιν. ὧν μὲν γὰρ δίκαιον καὶ καλόν, οὐδεὶς ἄμοιρος αὐτῶν παρὰ σοῦ καθέστηκεν· ἃ δʼ εἰς αἰσχύνην ἥκει, τούτων οὐδʼ εἰς ἐλπίδʼ οὐδεὶς ἔρχεται·
这是你美德最明显的迹象;因为凡是公正和美好的事,没有人未曾从你那里分得一份;而凡是导致羞耻的事,没有人能抱有任何期望。
τοσαύτην τοῖς μὲν τῶν βελτίστων ὀρεγομένοις ἐξουσίαν, τοῖς δʼ ἀποθρασύνεσθαι βουλομένοις ἀτολμίαν ἡ σὴ σωφροσύνη παρεσκεύακεν.
你的克制为那些追求最美好之物的人提供了如此多的自由,而为那些企图鲁莽放肆的人带来了如此多的踌躇。
§21ἔτι τοίνυν τῶν πλείστων ἐκ τῆς σιωπῆς, ὅταν ὦσι νέοι, τὴν τῆς σωφροσύνης δόξαν θηρωμένων, σὺ τοσοῦτον τῇ φύσει διενήνοχας, ὥστʼ ἐξ ὧν λέγεις καὶ ὁμιλεῖς τοῖς ἐντυγχάνουσι μηδὲν ἐλάττω τὴν περὶ σεαυτὸν εὐδοξίαν ἢ διὰ πάντα τὰ λοιπὰ πεποιῆσθαι·
此外,当大多数人在年轻时通过沉默来猎取克制的名声时,你却在天性上如此不同,以至于从你的言谈以及与相遇者的交往中,你为自己赢得的名声绝不亚于通过其他一切所获得的。
τοσαύτη πειθὼ καὶ χάρις καὶ ἐν οἷς σπουδάζεις ἐστί σοι καὶ ἐν οἷς παίζεις.
无论是在你认真对待的事中,还是在你开玩笑的事中,你都拥有如此大的说服力和优雅。
καὶ γὰρ εὐήθης ἀναμαρτήτως καὶ δεινὸς οὐ κακοήθως καὶ φιλάνθρωπος ἐλευθερίως, καὶ τὸ σύνολον τοιοῦτος εἶ, οἷος ἂν ἐξ Ἀρετῆς υἱὸς Ἔρωτι γένοιτο.
因为你纯真而不犯错,聪明而不怀恶意,友善而不卑屈,总之,你就是“美德”与“爱神”所生之子应当成为的样子。
§22τὴν τοίνυν ἀνδρείαν (οὐδὲ γὰρ τοῦτʼ ἄξιόν ἐστιν παραλιπεῖν, οὐχ ὡς οὐ πολλὴν ἐπίδοσιν ἐχούσης ἔτι τῆς σῆς φύσεως, καὶ τοῦ μέλλοντος χρόνου πλείους ἀφορμὰς παραδώσοντος λόγων τοῖς ἐπαινεῖν σε βουλομένοις, ἀλλʼ ὡς καλλίστων ὄντων τῶν μετὰ ταύτης τῆς ἡλικίας ἐπαίνων, ἐν ᾗ τὸ μηδὲν ἐξαμαρτάνειν τοῖς ἄλλοις εὐκτόν ἐστι), σοῦ δʼ ἐπὶ πολλῶν μὲν ἄν τις καὶ ἑτέρων τὴν ἀνδρείαν διέλθοι, μάλιστα δʼ ἐπὶ τῆς ἀσκήσεως, ἧς καὶ πλεῖστοι γεγένηνται μάρτυρες.
那么关于勇敢(因为这也不应当遗漏,不是因为你的天性不再有极大的进步空间,也不是因为未来的时间不会给那些想要赞美你的人提供更多言说机会,而是因为伴随着这个年龄的赞美是最美好的,在这个年龄,不犯任何错误对其他人来说甚至是一个祈求的目标)——人们可以在许多其他事情上详述你的勇敢,但最明显的还是在训练中,极其多的人都成为了这训练的见证者。
§23ἀνάγκη δʼ ἴσως πρῶτον εἰπεῖν, ταύτην τὴν ἀγωνίαν ὡς καλῶς προείλου.
但也许有必要首先说明,你如此美好地选择了这项竞技。
τὸ γὰρ ὀρθῶς, ὅ τι πρακτέον ἐστίν, νέον ὄντα δοκιμάσαι, καὶ ψυχῆς ἀγαθῆς καὶ γνώμης φρονίμου κοινόν ἐστιν σημεῖον· διʼ ὧν οὐδέτερον παραλιπεῖν ἄξιον τὸν τῆς προαιρέσεως ἔπαινον.
因为在年轻时正确地判断什么是应当做的,是优秀的灵魂和贤明意志的共同迹象;通过这些,遗漏对你选择的任何一部分赞美都是不合宜的。
συνειδὼς τοίνυν τῶν μὲν ἄλλων ἀθλημάτων καὶ δούλους καὶ ξένους μετέχοντας, τοῦ δʼ ἀποβαίνειν μόνοις μὲν τοῖς πολίταις ἐξουσίαν οὖσαν, ἐφιεμένους δὲ τοὺς βελτίστους, οὕτως ἐπὶ τοῦτον τὸν ἀγῶνʼ ὥρμησας.
因此,你意识到其他体育竞技连奴隶和外邦人都可以参加,而战车下车竞技的权利仅属于公民,且最优秀的人都渴望它,于是你便这样热切地投体于这项竞技。