← デモステネス

第六十一 恋について

§24-30

戦車下車競技における武勇と勝利の意義

若者が戦車下車競技を選択した高貴さとそのホメロス的・都市的な意義を解説し、実際の激しいレース中に彼が見せた圧倒的な勇敢さと操縦技術、そして事故の危機においても見事無傷で勝利を収めたドラマと、その優れた資質ゆえに彼が神々に愛された英雄たちに匹敵する存在であることを称賛する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§24

ἔτι δὲ κρίνων τοὺς μὲν τὰ δρομικὰ γυμναζομένους οὐδὲν πρὸς ἀνδρείαν οὐδʼ εὐψυχίαν ἐπιδιδόναι, τοὺς δὲ τὴν πυγμὴν καὶ τὰ τοιαῦτʼ ἀσκήσαντας πρὸς τῷ σώματι καὶ τὴν γνώμην διαφθείρεσθαι, τὸ σεμνότατον καὶ κάλλιστον τῶν ἀγωνισμάτων καὶ μάλιστα πρὸς τὴν σεαυτοῦ φύσιν ἁρμόττον ἐξελέξω, τῇ μὲν συνηθείᾳ τῶν ὅπλων καὶ τῇ τῶν δρόμων φιλοπονίᾳ τοῖς ἐν τῷ πολέμῳ συμβαίνουσιν ὡμοιωμένον, τῇ δὲ μεγαλοπρεπείᾳ καὶ τῇ σεμνότητι τῆς παρασκευῆς πρὸς τὴν τῶν θεῶν δύναμιν εἰκασμένον, πρὸς δὲ τούτοις ἡδίστην μὲν θέαν ἔχον, ἐκ πλείστων δὲ καὶ παντοδαπῶν συγκείμενον, μεγίστων δʼ ἄθλων ἠξιωμένον· πρὸς γὰρ τοῖς τιθεμένοις τὸ γυμνασθῆναι καὶ μελετῆσαι τοιαῦτʼ οὐ μικρὸν ἆθλον προφανήσεται1 τοῖς καὶ μετρίως ἀρετῆς ἐφιεμένοις. τεκμήριον δὲ μέγιστον ἄν τις ποιήσαιτο τὴν Ὁμήρου ποίησιν, ἐν ᾗ καὶ τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους μετὰ τοιαύτης παρασκευῆς πολεμήσαντας πεποίηκεν ἀλλήλοις· ἔτι δὲ καὶ νῦν τῶν πόλεων τῶν Ἑλληνίδων οὐ ταῖς ταπεινοτάταις, ἀλλὰ ταῖς μεγίσταις ἐν τοῖς ἀγῶσι χρῆσθαι σύνηθές ἐστιν.

さらに、走る競技を訓練している人々は勇敢さや気概を何ら高めず、拳闘やその種の上達を目指す人々は体だけでなく心をも損なうと判断して、あなたは競技の中で最も尊く、最も美しく、とりわけあなた自身の天性に適したものを選択した。それは、武器への習熟と走る労苦によって戦争で起こる事柄に似ており、装備の壮麗さと尊さによって神々の力に模されている。その上、最も心地よい光景をもたらし、極めて多くかつ多様な要素から成り立ち、最大の賞に値するものとされている。というのも、設定された賞に加えて、このような事柄について訓練し練習すること自体が、徳を少しでも志す者たちにとって小さからぬ賞として現れるからである。そして、ホメロスの詩をその最大の証拠とすることができよう。その中で彼は、ギリシア人も異民族も、そのような装備をもって互いに戦ったものとして描いているからである。さらに、現在でもギリシアの都市のうち最も卑小なものではなく、最大の都市が競技においてこれを用いるのが習慣となっている。

§26

ἡ μὲν οὖν προαίρεσις οὕτω καλὴ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἠγαπημένη· νομίζων δʼ οὐδὲν εἶναι προὔργου τῶν σπουδαιοτάτων ἐπιθυμεῖν οὐδὲ καλῶς πρὸς ἅπαντα πεφυκέναι τὸ σῶμα μὴ τῆς ψυχῆς φιλοτίμως παρεσκευασμένης, τὴν μὲν φιλοπονίαν ἐν τοῖς γυμνασίοις εὐθέως ἐπιδειξάμενος οὐδʼ ἐν τοῖς ἔργοις ἐψεύσω, τὴν δʼ ἄλλην ἐπιφάνειαν τῆς σαυτοῦ φύσεως καὶ τὴν τῆς ψυχῆς ἀνδρείαν ἐν τοῖς ἀγῶσι μάλιστʼ ἐνεδείξω.

このように、その選択は美しく、すべての人々に愛されるものである。しかし、魂が名誉を重んじて準備されていないならば、最も重要な事柄を望むことも、体がすべてのことに対して優れた天性を与えられていることも、何ら役に立たないと考え、あなたは練習場で直ちにその労苦を厭わぬ姿勢を示し、実際の行動においても期待を裏切らなかった。そして、あなたの天性のその他の輝かしさと魂の勇敢さを、競技においてとりわけ明確に示したのである。

§27

περὶ ὧν ὀκνῶ μὲν ἄρξασθαι λέγειν, μὴ λειφθῶ τῷ λόγῳ τῶν τότε γεγενημένων, ὅμως δʼ οὐ παραλείψω· καὶ γὰρ αἰσχρὸν ἃ θεωροῦντας ἡμᾶς εὐφραίνει, ταῦτʼ ἀπαγγεῖλαι μὴ ʼθέλειν. ἅπαντας μὲν οὖν εἰ διεξιοίην τοὺς ἀγῶνας, ἴσως ἂν ἄκαιρον μῆκος ἡμῖν ἐπιγένοιτο τῷ λόγῳ· ἑνὸς δέ, ἐν ᾧ πολὺ διήνεγκας, μνησθεὶς ταὐτά τε δηλώσω καὶ τῇ τῶν ἀκουόντων δυνάμει συμμετρώτερον φανήσομαι χρώμενος.

これらについて私は語り始めることを躊躇している。当時の出来事に私の言葉が及ばないのではないかと恐れるからだが、それでも省略はすまい。なぜなら、見ていた私たちを喜ばせた事柄を、報告しようと望まないのは恥ずべきことだからである。したがって、もし私がすべての競技を詳述するなら、私たちの言葉におそらく不適切な長さが加わることになるだろう。しかし、あなたが大いに卓越した一つの競技に言及することで、同じ事柄を明らかにしつつ、聞き手の能力に対してより適切な配慮をしているように見えるだろう。

§28

τῶν γὰρ ζευγῶν ἀφεθέντων, καὶ τῶν μὲν προορμησάντων, τῶν δʼ ὑφηνιοχουμένων,2 ἀμφοτέρων περιγενόμενος ὡς ἑκατέρων προσῆκε, τὴν νίκην ἔλαβες, τοιούτου στεφάνου τυχὼν ἐφʼ ᾧ, καίπερ καλοῦ τοῦ νικᾶν ὄντος, κάλλιον ἐδόκει καὶ παραλογώτερον εἶναι τὸ σωθῆναι. φερομένου γὰρ ἐναντίου μέν σοι τοῦ τῶν ἀντιπάλων ἅρματος, ἁπάντων δʼ ἀνυπόστατον οἰομένων εἶναι τὴν τῶν ἵππων δύναμιν, ὁρῶν αὐτῶν ἐνίους καὶ μηδενὸς δεινοῦ παρόντος ὑπερηγωνιακότας, οὐχ ὅπως ἐξεπλάγης ἢ κατεδειλίασας,3 ἀλλὰ τῇ μὲν ἀνδρείᾳ καὶ τῆς τοῦ ζεύγους ὁρμῆς κρείττων ἐγένου, τῷ δὲ τάχει καὶ τοὺς διηυτυχηκότας τῶν ἀνταγωνιστῶν παρῆλθες.

というのも、戦車が放たれ、あるものは先を急ぎ、あるものは手綱で抑えられて進む中で、あなたはそれぞれのグループに対してふさわしい方法で双方に打ち勝ち、勝利を手にした。そして、勝利することが美しいことであるにもかかわらず、無事でいることの方がより美しく、また予想外であると思われるような、そのような栄冠を得たのである。なぜなら、対戦相手の戦車があなたに向かって突進し、誰もがその馬たちの勢いは抑えがたいと考えていた時、いかなる危険も存在しない時でさえ彼らのうちの何人かが極度に怯えているのを見て、あなたは動転したり怯懦になったりしなかったばかりか、勇敢さによってその戦車の突進にも打ち勝ち、速度によって、競争相手のうち幸運に恵まれていた者たちをも追い抜いたからである。

§29

καὶ γάρ τοι τοσοῦτον μετήλλαξας τῶν ἀνθρώπων τὰς διανοίας ὥστε πολλῶν θρυλούντων ὡς ἐν τοῖς ἱππικοῖς ἀγῶσιν ἡδίστην θέαν παρέχεται τὰ ναυαγοῦντα, καὶ δοκούντων ἀληθῆ ταῦτα λέγειν, ἐπὶ σοῦ τοὐναντίον τοὺς θεατὰς φοβεῖσθαι πάντας μή τι συμπέσῃ τοιοῦτον περὶ σέ· τοσαύτην εὔνοιαν καὶ φιλοτιμίαν ἡ σὴ φύσις αὐτοῖς παρέσχεν.

そして実に、あなたは人々の考えをあまりにも大きく変えたので、多くの人々が「競馬競技においては、衝突事故が最も快い光景を提供する」と噂し、また彼らが真実を語っていると思われているにもかかわらず、あなたの場合は反対に、観客の全員が、あなたに関してそのようなことが起こりはしないかと恐れたほどであった。それほどに大きな好意と賞賛を、あなたの天性が彼らにもたらしたのである。

§30

εἰκότως· καλὸν μὲν γὰρ καὶ τὸ καθʼ ἕν τι περίβλεπτον γενέσθαι, πολὺ δὲ κάλλιον τὸ πάντα περιλαβεῖν ἐφʼ οἷς ἄν τις νοῦν ἔχων φιλοτιμηθείη. δῆλον δʼ ἐκεῖθεν· εὑρήσομεν γὰρ Αἰακὸν μὲν καὶ Ῥαδάμανθυν διὰ σωφροσύνην, Ἡρακλέα δὲ καὶ Κάστορα καὶ Πολυδεύκην διʼ ἀνδρείαν, Γανυμήδην δὲ καὶ Ἄδωνιν καὶ ἄλλους τοιούτους διὰ κάλλος ὑπὸ θεῶν ἀγαπηθέντας. ὥστʼ ἔγωγʼ οὐ θαυμάζω τῶν ἐπιθυμούντων τῆς σῆς φιλίας, ἀλλὰ τῶν μὴ τοῦτον τὸν τρόπον διακειμένων· ὅπου γὰρ ἑνὸς ἑκάστου τῶν προειρημένων μετασχόντες τινὲς τῆς τῶν θεῶν ὁμιλίας ἠξιώθησαν, ἦ που τοῦ γʼ ἁπάντων κυρίου καταστάντος εὐκτὸν θνητῷ φύντι φίλον γενέσθαι.4

当然のことである。なぜなら、何か一つのことにおいて際立つ存在になることも美しいが、分別のある者なら誰もが熱望するであろうすべての事柄を兼ね備えることは、はるかに美しいからである。このことは次のことから明らかである。というのも、アイアコスとラダマンテュスは節度のゆえに、ヘラクレスとカストルとポリュデウケスは勇敢さのゆえに、ガニュメデスとアドニスおよびその他の同様な者たちは美しさのゆえに、神々に愛されたことを見出すからである。それゆえ、私はあなたの友情を望む者たちに驚くのではなく、むしろそのように思わない者たちに驚くのである。なぜなら、前述の美徳のうちただ一つを分け持っただけでも、ある人々は神々との交際に値するとされたのだから、それらのすべてを手に入れたあなたに対しては、死すべき運命に生まれた者にとって、友人となることはまさに祈り求めるべきことであるはずだからだ。

構文注4 件
  1. 25πρὸς γὰρ τοῖς τιθεμένοις τὸ γυμνασθῆναι καὶ μελετῆσαι τοιαῦτʼ οὐ μικρὸν ἆθλον προφανήσεται

    与格句 πρὸς τοῖς τιθεμένοις(設定された賞に加えて)に続き、冠詞付き不定詞句 τὸ γυμνασθῆναι καὶ μελετῆσαι τοιαῦτα が文全体の主語として機能している。οὐ μικρὸν ἆθλον(小さからぬ賞として)は述語名詞であり、動詞 προφανήσεται にかかる。名詞的用法にされた不定詞が文の主軸となり、行為そのものが賞とみなされる論理構成を理解することが肝要である。

  2. 28τῶν γὰρ ζευγῶν ἀφεθέντων, καὶ τῶν μὲν προορμησάντων, τῶν δʼ ὑφηνιοχουμένων

    複数の属格絶対(genitive absolute)が並列されている。全体の主動詞である ἔλαβες に先立ち、戦車のスタート時の状況を分詞で鮮明に描写している。τῶν μὲν... τῶν δʼ... は全体の ζευγῶν(戦車、繋がれた馬たち)の部分集合を指す。また、受動的に訳されることがある ὑφηνιοχουμένων は、御者(ἡνίοχος)が「手綱で制御している」状態、すなわち暴走させずコントロール下に置いている馬たちを指している。

  3. 28οὐχ ὅπως ἐξεπλάγης ἢ κατεδειλίασας

    慣用表現 οὐχ ὅπως は、後ろに続く ἀλλά と呼応して、「〜しなかったばかりか、むしろ…」あるいは「〜するどころか…」という意味を表す。ここでは、動詞 ἐξεπλάγης(動転する)および κατεδειλίασας(怯む)が従属節内で否定的に扱われ、主語が危機の最中に冷静であったことを強調している。

  4. 30ἦ που τοῦ γʼ ἁπάντων κυρίου καταστάντος εὐκτὸν θνητῷ φύντι φίλον γενέσθαι

    前半部 τοῦ γʼ ἁπάντων κυρίου καταστάντος は、冠詞付きの分詞句(「それらすべての支配者となった者〔=あなた〕の」)であり、後半の φίλον(友人)にかかる属格である。後半部は、非人称形容詞 εὐκτόν(祈るべき、望ましい)に繋がる不定詞句 φίλον γενέσθαι(友人になること)が主語であり、その意味上の主語が与格の θνητῷ φύντι(死すべき運命に生まれた者にとって)として提示されている。全体の構造を「〜にとって、…になることは実にお祈りすべきことである」と整理して読む。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg061.humanitext-grc2:24-30