§8τὰς μὲν οὖν ἐλπίδας ἔχων τοιαύτας ἐγχειρῶ τῷ λόγῳ· ἡγοῦμαι δὲ πάντας ἂν ὁμολογῆσαί μοι τοῖς τηλικούτοις μάλιστα κατεπείγειν κάλλος μὲν ἐπὶ τῆς ὄψεως, σωφροσύνην δʼ ἐπὶ τῆς ψυχῆς, ἀνδρείαν δʼ ἐπʼ ἀμφοτέρων τούτων, χάριν δʼ ἐπὶ τῶν λόγων διατελεῖν ἔχοντας.
因此,我怀着这样的期望着手这篇演说;而且我认为,所有人都会同意我的看法,对于像你这样年龄的人来说,持续拥有外表的秀美、灵魂的克制、在这两者中的勇敢以及言谈中的优美是最紧迫的。
ὧν τὰ μὲν τῆς φύσεως οὕτω καλῶς ἡ τύχη σοι παραδέδωκεν ὥστε περίβλεπτον καὶ θαυμαζόμενον διατελεῖν, τὰ δʼ αὐτὸς παρὰ τὴν ἐπιμέλειαν εἰς τοῦτο προαγαγὼν ἥκεις ὥστε μηδένʼ ἄν σοι τῶν εὖ φρονούντων ἐπιτιμῆσαι.
在这些中,命运如此美好地将天赋之物赋予了你,以至于你持续受到注目和赞美;而其他方面,你自己通过勤勉将其提升到了如此地步,以至于任何明智的人都无法对你挑剔。
§9καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον;
然而,一个配得上最大赞美的人应当如何呢?
οὐχ ὑπὸ μὲν τῶν θεῶν ἠγαπημένον φαίνεσθαι, παρὰ δὲ τοῖς ἀνθρώποις τὰ μὲν διʼ αὑτόν, τὰ δὲ διὰ τὴν τύχην θαυμάζεσθαι;
难道不应当是显得受到神明眷顾,且在世人中,一方面因他自己,另一方面因命运而受到赞美吗?
καθʼ ὅλου μὲν τοίνυν τῶν ὑπαρχόντων σοι πρὸς ἀρετὴν ἴσως ὕστερον ἁρμόσει τὰ πλείω διελθεῖν· ἃ δʼ ἑκάστου τούτων ἐγκώμιʼ εἰπεῖν ἔχω, ταῦτα δηλῶσαι πειράσομαι μετʼ ἀληθείας.
因此,总的来说,也许以后更适合详述你为走向美德所拥有的更大部分品质;但对于这些品质中每一项我能说出的赞词,我将努力用事实予以表明。
§10ἄρξομαι δὲ πρῶτον ἐπαινεῖν, ὅπερ πρῶτον ἰδοῦσιν ἅπασιν ἔστιν γνῶναί σου, τὸ κάλλος, καὶ τούτου τὸ χρῶμα, διʼ οὗ καὶ τὰ μέλη καὶ ὅλον τὸ σῶμα φαίνεται.
我首先从赞美你那所有人一见到就能认出的美貌开始,以及这美貌的光彩,通过它,你的四肢和整个身体都显得卓越。
ᾧ τίνʼ ἁρμόττουσαν εἰκόνʼ ἐνέγκω σκοπῶν οὐχ ὁρῶ, ἀλλὰ παρίσταταί μοι δεῖσθαι τῶν ἀναγνόντων τόνδε τὸν λόγον σὲ θεωρῆσαι καὶ ἰδεῖν, ἵνα συγγνώμης τύχω μηδὲν ὅμοιον ἔχων εἰπεῖν.
为了寻找什么合适的比喻来比拟它,我边看边找却一无所获;但我心中产生一个想法,就是请求读这篇演说的人亲自凝视并观看你,以便在我说不出任何可以比拟的话时获得宽恕。
§11τῷ γὰρ ἂν εἰκάσειέ τις, ὃ θνητὸν ὂν ἀθάνατον τοῖς ἰδοῦσιν ἐνεργάζεται πόθον, καὶ ὁρώμενον οὐκ ἀποπληροῖ, καὶ μεταστὰν μνημονεύεται, καὶ τὴν τῶν θεῶν ἀξίαν ἐπʼ ἀνθρώπου φύσιν ἔχει, πρὸς μὲν τὴν εὐπρέπειαν ἀνθηρόν, πρὸς δὲ τὰς αἰτίας ἀνυπονόητον;
因为,人们能将什么比作那虽是凡身、却在看见它的人心中唤起不朽渴望之物,且在被看见时从不让人厌倦,在离去时仍被铭记,在人性中拥有配得上神明的尊严,在秀美上绚丽,在受指责的事情上又无可怀疑之物呢?
ἀλλὰ μὴν οὐδὲ ταῦτʼ ἔστιν αἰτιάσασθαι τὴν σὴν ὄψιν, ἃ πολλοῖς ἄλλοις ἤδη συνέπεσεν τῶν κάλλους μετασχόντων.
然而,确实不能用那些已经发生在许多其他分享美貌之人身上的事情来指责你的容貌。
§12ἢ γὰρ διʼ ἀρρυθμίαν τοῦ σχήματος ἅπασαν συνετάραξαν τὴν ὑπάρχουσαν εὐπρέπειαν, ἢ διʼ ἀτύχημά τι καὶ τὰ καλῶς πεφυκότα συνδιέβαλον αὐτῷ.
因为他们要么由于体态的完全失调而扰乱了原本拥有的秀美,要么由于某种不幸而使自然美好的部分也随之受损。
ὧν οὐδενὶ τὴν σὴν ὄψιν εὕροιμεν ἂν ἔνοχον γεγενημένην· οὕτω γὰρ σφόδρʼ ἐφυλάξατο πάσας τὰς τοιαύτας κῆρας ὅστις ποτʼ ἦν θεῶν ὁ τῆς σῆς ὄψεως προνοηθείς, ὥστε μηδὲν μέμψεως ἄξιον, τὰ δὲ πλεῖστα περίβλεπτά σου καταστῆσαι.
我们不会发现你的容貌犯有其中任何一项;因为无论哪位神明眷顾了你的容貌,他都如此强烈地防范了所有这些灾祸,以至于使你没有任何值得指责之处,反而使你绝大部分特征都令人瞩目。
§13καὶ μὲν δὴ καὶ τῶν ὁρωμένων ἐπιφανεστάτου μὲν ὄντος τοῦ προσώπου, τούτου δʼ αὐτοῦ τῶν ὀμμάτων, ἔτι μᾶλλον ἐν τούτοις ἐπεδείξατο τὴν εὔνοιαν ἣν εἶχεν εἰς σὲ τὸ δαιμόνιον.
而且,在所见之物中最显眼的固然是脸,而脸本身最显眼的又是眼睛,神明在这些中更进一步展现了对你的善意。
οὐ γὰρ μόνον πρὸς τὸ τὰ κατεπείγονθʼ ὁρᾶν αὐτάρκη παρέσχηται, ἀλλʼ ἐνίων οὐδʼ ἐκ τῶν πραττομένων γιγνωσκομένης τῆς ἀρετῆς, σοῦ διὰ τῶν τῆς ὄψεως σημείων τὰ κάλλιστα τῶν ἠθῶν ἐνεφάνισεν, πρᾶον μὲν καὶ φιλάνθρωπον τοῖς ὁρῶσιν, μεγαλοπρεπῆ δὲ καὶ σεμνὸν τοῖς ὁμιλοῦσιν, ἀνδρεῖον δὲ καὶ σώφρονα πᾶσιν ἐπιδείξας.
因为他不仅使它们足以看清紧迫之事,而且当某些人的美德甚至无法从其行为中得知时,他却通过你容貌的迹象显现了你最美好的人格,向观看者展示了温和与友善,向交往者展示了高贵与庄严,向所有人展示了勇敢与克制。
§14ὃ καὶ μάλιστʼ ἄν τις θαυμάσειεν· τῶν γὰρ ἄλλων ἐπὶ μὲν τῆς πραότητος ταπεινῶν, ἐπὶ δὲ τῆς σεμνότητος αὐθαδῶν ὑπολαμβανομένων, καὶ διὰ μὲν τὴν ἀνδρείαν θρασυτέρων, διὰ δὲ τὴν ἡσυχίαν ἀβελτέρων εἶναι δοκούντων, τοσαύτας ὑπεναντιώσεις πρὸς ἄλληλα λαβοῦσʼ ἡ τύχη πρὸς τὸ δέον ἅπανθʼ ὁμολογούμενʼ ἀπέδωκεν, ὥσπερ εὐχὴν ἐπιτελοῦσʼ ἢ παράδειγμα τοῖς ἄλλοις ὑποδεῖξαι βουληθεῖσα, ἀλλʼ οὐ θνητήν, ὡς εἴθιστο, φύσιν συνιστᾶσα.
这确实是人们最值得惊叹的地方;因为当其他人温和时被认为卑微,庄严时被认为傲慢,因勇敢而显得鲁莽,因安静而显得愚钝时,命运承受了如此多彼此对立的特质,却将它们全部调和地赋予你以符合需要,仿佛在实现一个祈祷,或是希望向他人展示一个典范,而不是像往常那样,构建一个普通的凡人本性。
§15εἰ μὲν οὖν οἷόν τʼ ἦν ἐφικέσθαι τῷ λόγῳ τοῦ κάλλους τοῦ σοῦ, ἢ τοῦτʼ ἦν μόνον τῶν σῶν ἀξιέπαινον, οὐδὲν ἂν παραλιπεῖν ᾠόμεθα δεῖν ἐπαινοῦντες τῶν προσόντων· νῦν δὲ δέδοικα μὴ πρός τε τὰ λοίπʼ ἀπειρηκόσι χρησώμεθα τοῖς ἀκροαταῖς, καὶ περὶ τούτου μάτην τερθρευώμεθα.
因此,如果可以用言语企及你的美貌,或者如果这只是你身上唯一值得称赞的地方,我们就会认为在称赞你所拥有的特质时,没有任何不该遗漏的东西;但现在我担心,我们会让听众对余下的内容感到疲倦,而我们自己在这美貌上徒劳地琐碎言辞。