§32καὶ τὰ μὲν ἐπὶ τοῦ δικαστηρίου γενόμενα τοιαῦτα καὶ παραπλήσια τούτοις ἦν·
那么在法廷上发生的事情就是这样以及与此类似的。
ὡς δʼ ὁ χρηστὸς οὗτος ὠργισμένους ᾔσθετο τοὺς ἀνθρώπους καὶ πεπιστευμένον αὑτὸν ὡς οὐ παντάπασιν ἀνόσιον ὄντα, προσκαλεσάμενος τὸν Πολύευκτον ἀποφέρει γραφὴν κατʼ αὐτοῦ κακώσεως πρὸς τὸν ἄρχοντα καὶ δίδωσι τὴν λῆξιν Μνησαρχίδῃ τῷ παρέδρῳ· λαβὼν δὲ διακοσίας δραχμὰς παρὰ τοῦ Πολυεύκτου, καὶ τὰ δεινὰ ταῦτʼ ἀποδόμενος μικροῦ λήμματος ἐφʼ οἷς τῷ πατρὶ ἐτιμήσατο δέκα ταλάντων, ἀπηλλάγη καὶ τὴν γραφὴν ἀνείλετο προδοὺς τὸν ὀρφανόν.
但当这个“高尚的”人察觉到人们正在愤怒,并且相信他自己并非完全不义时,他便传唤了波吕宇克托斯,向执政官递交了针对他的虐待起诉状,并将诉状交给了陪席官姆内萨尔基德斯;在从波吕宇克托斯那里拿到了两百德拉克马,并为了微薄的利益而出卖了这些严重的侵害(即他曾以此让我的父亲被罚款十个塔兰托的事)之后,他便收回起诉并退出了,背叛了那个孤儿。
καί μοι κάλει τούτων τοὺς μάρτυρας.
请为我传唤关于这些事情的证人。
ΜΑΡΤΥΡΕΣ. §33εἰ τοίνυν εὔπορος ἦν ὁ πατήρ, ὦ ἄνδρες δικασταί, καὶ δυνατὸς πορίσαι χιλίας δραχμάς, ὅλως ἂν ἀπηλλάγη τῆς γραφῆς τῆς τῶν παρανόμων· τοσοῦτον γὰρ αὐτὸν ᾔτει οὑτοσί.
ΜΑΡΤΥΡΕΣ. 诸位陪审员,因此,如果我的父亲富有,且能够筹措一千德拉克马,他就完全可以免受违法提案的起诉;因为这个人当时向他索要的就是这么多。
καί μοι κάλει Φιλιππίδην τὸν Παιανιέα, πρὸς ὃν ἔλεγε ταῦτα Θεοκρίνης οὑτοσί, καὶ τοὺς ἄλλους οἳ συνίσασιν τούτῳ ταῦτα λέγοντι.
请为我传唤派阿尼亚区的菲利皮德斯,这个西奥克里奈斯曾对他亲口说过这些话,以及其他知道他说过这些话的人。
ΜΑΡΤΥΡΕΣ. §34ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, Θεοκρίνης, εἴ τις αὐτῷ τὰς χιλίας δραχμὰς ἐδίδου, τὴν γραφὴν ἂν ἀνείλετο τὴν κατὰ τοῦ πατρός, ἡγοῦμαι πάντας ὑμᾶς πιστεύειν, καὶ εἰ μηδεὶς ἐμαρτύρησεν.
ΜΑΡΤΥΡΕΣ. 诸位陪审员,因此,如果有人给他那一千德拉克马,西奥克里奈斯就会撤回针对我父亲的起诉,我认为即便没有人作证,你们大家也是相信的。
ὅτι δὲ πολλὰς ἑτέρας προσκαλεσάμενος καὶ γραψάμενος καθυφεῖκεν, καὶ μικρὸν ἀργύριον λαμβάνων ἀπαλλάττεται, τοὺς δόντας ὑμῖν αὐτοὺς καλῶ, ἵνα μὴ πιστεύητε αὐτῷ λέγοντι ὡς αὐτὸς φυλάττει τοὺς παράνομα γράφοντας, καὶ ὡς, ὅταν αἱ τῶν παρανόμων γραφαὶ ἀναιρεθῶσιν, ὁ δῆμος καταλύεται·
但他传唤并起诉了许多其他人,却私下妥协,收了点钱便了结了事,我要把那些给过他钱的人叫到你们面前,免得你们相信他的鬼话,说什么他自己在监视那些提出违法提案的人,以及当违法提案的起诉被撤回时民主政体就会瓦解。
ταῦτα γὰρ οἱ πάντα πωλοῦντες λέγειν εἰθισμένοι εἰσίν.
因为那些把一切都出卖的人,向来都是习惯于这样说的。
§35κάλει μοι Ἀριστόμαχον Κριτοδήμου Ἀλωπεκῆθεν.
请为我传唤阿洛佩科区的克里托德莫斯之子阿里斯托马科斯。
οὗτος γὰρ ἔδωκεν, μᾶλλον δʼ ἐν τῇ τούτου οἰκίᾳ ἐδόθη τρίʼ ἡμίμναια τούτῳ τῷ ἀδωροδοκήτῳ ὑπὲρ τοῦ ψηφίσματος ὃ Ἀντιμέδων ἔγραψε τοῖς Τενεδίοις.
因为正是这个人给过钱,更确切地说,是在他的家里,为了安蒂美东为特内多斯人所写的决议案,向这个“不收贿赂”的人支付了三个半米纳(即一百五十德拉克马)。
ΜΑΡΤΥΡΙΑ.
λέγε δὴ καὶ τὰς τῶν ἄλλων ἐφεξῆς τὰς τοιαύτας μαρτυρίας, καὶ τὴν Ὑπερείδου καὶ Δημοσθένους.
ΜΑΡΤΥΡΙΑ. 请依次宣读其他人的类似证词,以及希佩里德斯和德摩斯梯尼的证词。
τοῦτο γάρ ἐστιν ὑπερβολή, τὸ παρʼ ὧν οὐδʼ ἂν εἷς ἀξιώσαι λαβεῖν, τοῦτον παρὰ τούτων ἥδιστα λαμβάνειν πωλοῦντα τὰς γραφάς.
因为这真是无耻至极:在那些没有任何人会屈尊从中索取好处的人那里,这个人却通过出卖起诉状,最乐意地从他们那里收受好处。
ΜΑΡΤΥΡΙΑΙ. §36οὗτος τοίνυν αὐτίκα φήσει διὰ τοῦτο τὴν ἔνδειξιν καθʼ αὑτοῦ γεγονέναι, ἵνα Δημοσθένει μὴ ἐπεξέλθῃ τὴν γραφὴν ἣν ἐγράψατʼ αὐτόν, μηδὲ Θουκυδίδῃ· δεινὸς γάρ ἐστι ψεύσασθαι καὶ μηδὲν ὑγιὲς εἰπεῖν.
ΜΑΡΤΥΡΙΑΙ. 那么,这个人马上就会声称,针对他的告发(endeixis)之所以发生,就是为了让他无法追诉他针对德摩斯梯尼以及针对修昔底德所提出的起诉;因为他极擅长撒谎,说不出一句真话。
ἡμεῖς δέ, ὦ ἄνδρες δικασταί, καὶ τοῦτʼ ἐπεσκεψάμεθα, καὶ δείξομεν ὑμῖν οὐδὲν τὴν πόλιν βλαπτομένην, οὔτε μὰ τὸν Δία ἐὰν κύριον γένηται τὸ ψήφισμα τὸ Θουκυδίδου οὔτʼ ἂν ἄκυρον.
但是,诸位陪审员,我们也审查了这一点,并且我们将向你们表明,无论修昔底德的决议案是生效还是失效,凭宙斯起誓,城邦都不会受到任何损害。
καίτοι τάς γε τοιαύτας ἀπολογίας οὐ δίκαιόν ἐστι προσφέρειν τοῖς κατὰ τοὺς νόμους ὀμωμοκόσιν δικάσειν· ἀλλʼ ὅμως ἐξ αὐτῆς τῆς γραφῆς αὐτίκα γνώσεσθε διότι πρόφασίς ἐστιν τῆς ἐνδείξεως ἡ γραφή.
然而,向那些宣誓将依法判决的人提出这样的辩解是不公正的;但即便如此,从起诉状本身中你们马上就会明白,起诉只不过是应对告发的借口。
λέγε τὰς γραφὰς ταύτας.
请宣读这些起诉状。
ΓΡΑΦΑΙ. §37τούτων τῶν ψηφισμάτων, ὦ ἄνδρες δικασταί, ἢ μενόντων κατὰ χώραν ἢ ἁλόντων (οὐδὲν γὰρ ἔμοιγε διαφέρει) τί ἡ πόλις κερδαίνει ἢ βλάπτεται;
ΓΡΑΦΑΙ. 诸位陪审员,这些决议案无论是维持原状还是被推翻(因为对我来说都无所谓),城邦会得到什么或失去什么呢?
ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι.
在我看来,什么都不会。
τοὺς γὰρ Αἰνίους φασὶν οὐδὲ προσέχειν τῇ πόλει, τοῦτο δὲ γεγονέναι διὰ Θεοκρίνην τουτονί.
因为人们说,艾尼乌斯人甚至根本不在乎我们城邦,而这正是因为这里的西奥克里奈斯所致。
συκοφαντούμενοι γὰρ ἐν ἐκείνοις τοῖς χρόνοις ὑπὸ τούτου, ἐν οἷς οἱ μὲν ἐφιλίππιζον, οἱ δʼ ἠττίκιζον αὐτῶν, καὶ πυνθανόμενοι γεγράφθαι τὸ ψήφισμα παρανόμων ὃ Χαρῖνος πρότερον ἐγράψατο, τοῦτο τὸ περὶ τῆς συντάξεως, ὃ Θουκυδίδης εἶπε, καὶ πέρας τῶν πραγμάτων οὐδὲν γιγνόμενον, §38ἀλλὰ τὸν μὲν δῆμον συγχωροῦντα τὴν σύνταξιν διδόναι τοὺς Αἰνίους ὅσην Χάρητι τῷ στρατηγῷ συνεχώρησαν, τοῦτον δὲ τὸν μιαρὸν παραδεξάμενον Χαρίνῳ τῷ προδότῃ ταὐτὰ πράττειν, ὅπερ ἦν ἀναγκαῖον αὐτοῖς, τοῦτʼ ἔπραξαν·
因为在那个时候,当他们中有些人投靠菲利普,另一些人亲阿提卡时,他们受到了这个人的诬告袭扰,并且得知了哈里诺斯先前所写的那份违法提案起诉状——也就是修昔底德所提出的关于贡献金(syntaxis)的决议案,并且得知这件事情没有取得任何结果,而是得知,虽然人民同意让艾尼乌斯人提供他们与将军哈雷斯所达成协议的那么多贡献金,但这个卑鄙的人却从叛徒哈里诺斯那里接手,做着同样的事情。
εἵλοντο γὰρ τῶν παρόντων κακῶν τὰ ἐλάχιστα.
于是他们做了对他们而言是必然的选择:在眼前的祸害中选择了最轻的一个。
καίτοι τί χρὴ νομίζειν αὐτοὺς πάσχειν ὑπὸ τῶν ἐνθάδε γραφομένων, οἷς ἦν αἱρετώτερον φρουρὰν ὑποδέχεσθαι καὶ βαρβάρων ἀκούειν, ὑμῶν ἀποστάντας;
然而,以至于让他们宁可背叛你们,去接受驻军并听命于蛮族,我们也必须想一想,他们在这里被提起的起诉折磨到了何种程度?
ἀλλʼ οἶμαι τὴν τούτων πονηρίαν ὑμεῖς μόνοι δύνασθε φέρειν, ἄλλος δʼ οὐδεὶς τῶν Ἑλλήνων.
但我认为,这些人的恶劣行径只有你们能忍受,其他希腊人中没有一个能忍受。