Humanitext Reader

狄摩西尼 · 控诉塞奥克里内斯 §39-45

职业控告人虚假的敌对与私下勾结

第 6 段,共 9 段 · 希腊语

内容简介

揭露西奥克里奈斯与德摩斯梯尼等职业控诉人公开装作仇敌、私下勾结分赃的伪善,并以西奥克里奈斯反常地放弃对德摩斯梯尼的违法提案指控作为其结盟的证据。

§39ὅτι μὲν οὖν οὔτε διὰ τὰς γραφὰς τὰς ἀνεγνωσμένας οὔτε διʼ ἄλλην αἰτίαν οὐδεμίαν ἄξιόν ἐστιν παρὰ πάντας τοὺς νόμους τοὺς περὶ τῶν ἐνδείξεων ἀφεῖναι Θεοκρίνην, σχεδὸν καὶ διὰ τῶν εἰρημένων φανερόν ἐστιν.
因此,无论是由于刚才宣读的那些起诉书,还是由于任何其他原因,违背所有关于告发的法律去释放西奥克里奈斯都是不应当的,这从已经说过的话中也几乎是显而易见的了。
ἐγὼ δὲ τὰς μὲν τούτων προφάσεις, ὦ ἄνδρες δικασταί, καὶ τὰς κατηγορίας καὶ τὰς προσποιήτους ταύτας ἔχθρας οὐ λανθάνειν ὑμᾶς νομίζω.
诸位陪审员,我认为他们的这些借口、控诉以及这些虚伪的敌对关系,并没有瞒过你们的眼睛。
§40οὐ γὰρ ὀλιγάκις ἑοράκατʼ αὐτοὺς ἐπὶ μὲν τῶν δικαστηρίων καὶ τοῦ βήματος ἐχθροὺς εἶναι φάσκοντας ἀλλήλοις, ἰδίᾳ δὲ ταὐτὰ πράττοντας καὶ μετέχοντας τῶν λημμάτων, καὶ τοτὲ μὲν λοιδορουμένους καὶ πλύνοντας αὑτοὺς τἀπόρρητα, μικρὸν δὲ διαλιπόντας τοῖς αὐτοῖς τούτοις συνδεκαδίζοντας καὶ τῶν αὐτῶν ἱερῶν κοινωνοῦντας.
因为你们不只一次看到他们,在法庭和演说台上声称彼此是仇敌,但在私下里却干着勾当并瓜分利益;有时他们相互漫骂,把彼此不为人知的隐私抖落出来,但没过多久,就与这同一伙人拉帮结派,共同参与同样的祭祀。
καὶ τούτων οὐδὲν ἴσως θαυμάσαι ἄξιόν ἐστιν· φύσει τε γάρ εἰσι πονηροί, καὶ τὰς τοιαύτας προφάσεις ὁρῶσιν ὑμᾶς ἀποδεχομένους, ὥστε τί κωλύει ταύταις αὐτοὺς χρωμένους ἐξαπατᾶν ὑμᾶς πειρᾶσθαι;
这些事情或许都不值得大惊小怪,因为他们生性邪恶,并且看到你们接受这样的借口,那么有什么能阻止他们利用这些借口来企图欺骗你们呢?
§41ὅλως δʼ ἔγωγε οἶμαι δεῖν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ὑπὲρ αὐτοῦ τοῦ πράγματος σκεψαμένους, εἰ μὲν δίκαια λέγω καὶ κατὰ τοὺς νόμους, βοηθεῖν μοι, μηδὲν ὑπολογισαμένους εἰ μὴ Δημοσθένης ἐστὶν ὁ κατηγορῶν, ἀλλὰ μειράκιον, μηδὲ νομίζειν κυριωτέρους δεῖν εἶναι τοὺς νόμους, ἂν εὖ τις τοῖς ὀνόμασι συμπλέξας αὐτοὺς ὑμῖν παράσχηται, τῶν ὅπως ἔτυχεν λεγόντων, ἀλλὰ τοὺς αὐτούς, καὶ τοσούτῳ μᾶλλον τοῖς ἀπείροις καὶ τοῖς νέοις βοηθεῖν, ὅσῳπερ ἂν ἧττον ἐξαπατήσειαν ὑμᾶς.
总之,诸位陪审员,我认为你们应当对事情本身进行考察,如果我的话公正且符合法律,就请帮助我,而完全不必介意控诉者不是德摩斯梯尼而是一个青年;也不要认为,如果有人用辞藻将法律巧妙地编织并呈现给你们,这些法律就会比那些随性而言的人所呈现的更为有效,相反,法律对于双方都是相同的,而且你们更应当帮助那些缺乏经验的人和年轻人,因为他们欺骗你们的可能性要小得多。
§42ἐπεὶ διότι τοὐναντίον ἐστίν, καὶ οὐχ οὗτος, ἀλλʼ ἐγὼ κατεστασίασμαι, καὶ φησάντων τινῶν μοι συναγωνιεῖσθαι προδέδομαι διὰ τὰς τούτων ἑταιρείας, ἐκείνως δῆλον ὑμῖν ἔσται.
事实上,情况恰恰相反,遭受派系倾轧的不是他,而是我;而且虽然有些人曾说要与我共同战斗,但由于这些人的结党营私,我被背叛了。
καλείτω ὁ κῆρυξ οὗτος τὸν Δημοσθένην· οὐκ ἀναβήσεται.
这一点通过以下方式对你们来说将是显而易见的:让这里的传令官传唤德摩斯梯尼,他绝不会上台。
τὸ δʼ αἴτιόν ἐστιν, οὐ τὸ ἐμὲ ὑπό τινων πεπεισμένον ἐνδεῖξαι τουτονί, ἀλλὰ τοῦτον καὶ τὸν ἄρτι καλούμενον διαλελύσθαι.
而原因并不在于我是受某些人说服才去告发起诉这个人的,而是在于这个人与刚才被传唤的人已经达成了和解。
καὶ τοῦθʼ ὅτι ἐστὶν ἀληθές, ἀναγκάσω μὲν μαρτυρεῖν καὶ Κλεινόμαχον τὸν συναγαγόντʼ αὐτοὺς καὶ Εὐβουλίδην τὸν ἐν Κυνοσάργει παραγενόμενον· §43οὐ μὴν ἔλαττόν γε τούτου σημεῖον ὑμῖν, ἀλλὰ μεῖζον παρασχήσομαι διότι τοῦτʼ ἔστιν ἀληθές, ὃ πάντες ἀκούσαντες ὁμολογήσετε.
为了证明这是真的,我将强迫促成他们会面的克里诺马科斯,以及在库诺萨耳格斯目睹此事的欧布里德斯作证;然而,关于这是真的,我将向你们提供一个不比这小、反而更大的证据,你们所有人听了都会承认。
Θεοκρίνης γὰρ οὑτοσὶ τοῦτον διώκων παρανόμων, τὸν μιαρόν, ὡς αὐτίκα φήσει, καὶ τῶν νῦν αὐτῷ κακῶν αἴτιον, φανερῶς ἀφῆκε τῆς γραφῆς, ἐφʼ ᾗ δέκα τάλαντα ἐπεγράψατο τίμημα.
因为这里的西奥克里奈斯在起诉此人违法提案时,竟然公然放弃了那份他曾课以十个塔兰托罚款的起诉。
πῶς;
怎么做到的呢?
οὐδὲν καινὸν διαπραξάμενος, ἀλλʼ ὅπερ ἕτεροί τινες τῶν ὁμοίων τούτῳ.
他没有采取任何新鲜的手段,而是用了其他一些与他类似的人所用的手段。
τὸν μὲν Δημοσθένην τις ὑπωμόσατο καλουμένης τῆς γραφῆς ὡς νοσοῦντα, τὸν περιιόντα καὶ λοιδορούμενον Αἰσχίνῃ·
当起诉被传唤时,有人以生病为由为德摩斯梯尼作了延期宣誓——而他当时明明还在四处游荡并谩骂埃斯基内斯!
τοῦτον δʼ οὗτος τὸν ἐχθρὸν εἴασεν, καὶ οὔτε τότε ἀνθυπωμόσατο οὔθʼ ὕστερον ἐπήγγελκεν.
而这个人却放过了他的仇敌,当时既没有进行反宣誓,事后也没有提起追诉。
ἆρʼ οὐ περιφανῶς οὗτοι φενακίζουσιν ὑμᾶς τοὺς προσέχοντας τούτοις ὡς ἐχθροῖς;
这些人在你们这些把他们当成仇敌来关注的人面前,难道不是在赤裸裸地欺骗你们吗?
λέγε τὰς μαρτυρίας.
请宣读证词。
ΜΑΡΤΥΡΙΑΙ. §44οὐκοῦν δίκαιόν ἐστιν, ὦ ἄνδρες δικασταί, μηδʼ ὑμᾶς τῶν φησόντων Θεοκρίνῃ διὰ τὴν πρὸς Δημοσθένην ἔχθραν συνερεῖν ἐθέλειν ἀκούειν, ἀλλὰ κελεύειν αὐτούς, εἴπερ ὡς ἀληθῶς ἐχθροί εἰσιν τοῦ Δημοσθένους, αὐτὸν ἐκεῖνον γράφεσθαι καὶ μὴ ἐπιτρέπειν αὐτῷ παράνομα γράφειν.
ΜΑΡΤΥΡΙΑΙ. 诸位陪审员,因此,你们也不应该愿意听信那些自称因为对德摩斯梯尼的敌意而要为西奥克里奈斯辩护的人,而应该敦促他们,如果他们真的视德摩斯梯尼为敌,就去起诉德摩斯梯尼本人,不容许他提出违法提案。
εἰσὶ δὲ δεινοὶ καὶ οὗτοι, καὶ πιστεύονται μᾶλλον παρʼ ὑμῖν.
这些人也是精明狡黠的,并且在你们中间更容易获得信任。
ἀλλʼ οὐ ποιήσουσι τοῦτο.
但他们是不会这样做的。
διὰ τί;
为什么呢?
ὅτι φασὶ πολεμεῖν ἀλλήλοις οὐ πολεμοῦντες.
因为他们自称在互相交战,实则并非如此。
§45περὶ μὲν οὖν τῆς τούτων ἔχθρας ὑμεῖς ἂν ἀκριβέστερον ἐμοὶ διεξέλθοιτε ἢ ἐγὼ ὑμῖν.
那么,关于这些人的敌对关系,你们向我叙述起来肯定比我对你们叙述更加准确。
ἡδέως δʼ ἂν ἠρόμην Θεοκρίνην ἐναντίον ὑμῶν, εἴ μοι ἔμελλεν ἀποκρινεῖσθαι δικαίως, τί ποτʼ ἂν ἐποίησεν, ἐπειδή φησιν ἐπὶ τῷ κωλύειν τετάχθαι τοὺς παράνομα γράφοντας, εἴ τις ἐν τῷ δήμῳ διαλεχθεὶς ἅπασι τοῖς πολίταις καὶ πείσας ἔγραψεν ἐξεῖναι τοῖς ἀτίμοις καὶ τοῖς ὀφείλουσιν τῷ δημοσίῳ γράφεσθαι, φαίνειν, ἐνδεικνύειν, ἁπλῶς ποιεῖν ὅσαπερ νῦν ὁ νόμος κωλύει πράττειν,
但如果西奥克里奈斯愿意公正地回答我,我倒是很乐意在你们面前问他:既然他声称自己是被指派来阻止那些提出违法提案的人,那么如果有人在公民大会上向全体公民发表讲话并说服了他们,写下一份提案,允许那些被剥夺公民权的人和欠国库债务的人提起起诉、告发、控告,简而言之,允许他们做现在法律所禁止他们做的一切事情,他究竟会怎么做?

词汇与语法注释

  1. §41κυριωτέρους... τῶν ὅπως ἔτυχεν λεγόντων — 比较级 `κυριωτέρους`(更为有效)的比较对象由属格 `τῶν ὅπως ἔτυχεν λεγόντων`(随性而言的人)表示。这是“由用辞藻巧妙编织法律的人所呈现的法律”与“那些随性、简单而言的人[所呈现的法律]”之间的对比。在后者中省略了“法律”(τοὺς νόμους),仅用表示说话者的属格作为比较对象。
  2. §43ὑπωμόσατο — 动词 `hypomnymi` 的不定过去时中动相,指在雅典法庭中,以生病或亲属变故等为由,宣誓申请延期审判(hypomosia)的法律行为。在这里,它指在前面的独立属格 `καλουμένης τῆς γραφῆς`(当起诉被传唤时)的背景下,有第三方代表德摩斯梯尼提出了这一延期申请。
  3. §45ἡδέως δʼ ἂν ἠρόμην... εἴ μοι ἔμελλεν... τί ποτʼ ἂν ἐποίησεν... εἴ τις... ἔγραψε — 这是一个表示过去与事实相反的复杂的双重虚拟条件句结构。主句 `ἡδέως δʼ ἂν ἠρόμην`(我本乐意询问)引入了一个间接疑问句 `τί ποτʼ ἂν ἐποίησεν`(他究竟会怎么做),而该疑问句本身又受到条件从句 `εἴ喜... ἔγραψε`(如果有人提交了提案)的限定。整句表达了嵌套的过去反事实假定:“如果有人提交了……的提案,他会怎么做,我本乐意就此询问他的。”

引用这一段

狄摩西尼, 控诉塞奥克里内斯 §39-45. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg058.humanitext-grc2:39-45

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。