Humanitext Reader

狄摩西尼 · 控诉塞奥克里内斯 §26-31

其兄之死的不正和解与以往的诬告

第 4 段,共 9 段 · 希腊语

内容简介

发言人揭露了西奥克里奈斯的腐败行径,指出他在兄弟死后私下收取钱财了结此事,并非法接任神圣官职。接着,他阐明了西奥克里奈斯过去针对发言人父亲所提出的一起欺诈性指控的背景与不正当意图。

§26μεμαρτυρηκότος μὲν ἡμῖν τοῦ Μίκωνος, καθʼ οὗ δοὺς Θεοκρίνης οὑτοσὶ τὴν φάσιν οὐκ ἐπεξῆλθε, καὶ πεποιηκότος αὑτὸν τούτοις ὑπόδικον, ὁμολογοῦντος δὲ τοῦ γραμματέως λαβεῖν τὴν φάσιν παρὰ τούτου, καὶ πεποιηκυίας τῆς μαρτυρίας τῆς ὀλίγον τι πρότερον ἀναγνωσθείσης αὐτὸν ὑπόδικον; ἔτι δὲ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν μόλις μέν, ἀλλʼ οὖν ταὐτὰ τούτοις μεμαρτυρηκότων; πρὸς δὲ τούτοις τῶν ἰδόντων ἐκκειμένην τὴν φάσιν καὶ προσελθόντων τοῖς ἄρχουσι μαρτυρούντων, ὥσπερ ὀλίγον πρότερον ἠκούσατε;
由于米康为我们作证(这里的西奥克里奈斯曾对他提出起诉,却未追诉,从而使自己承担了这些罚则),且书记官承认从这个人那里收到了起诉状,并且不久前宣读的证词已使他承担了罚则;而且,尽管有些勉强,但市场的监督官们仍然证实了与这些相同的事情;此外,那些看到起诉状被张贴出来并前往执政官处的人也作了证,正如你们不久前所听到的那样?
ἀλλʼ οὐ δίκαιον, ὦ ἄνδρες δικασταί.
但这并不公正,诸位陪审员。
§27οὐ γὰρ δὴ διὰ τὸν τρόπον γε τὸν τοῦ φεύγοντος καὶ τὸν βίον ψευδεῖς ὑπολήψεσθε τὰς μαρτυρίας τὰς ἀνεγνωσμένας εἶναι.
因为你们绝不会因为被告的性格和生活方式,就认为宣读的证词是虚假的。
πολὺ γὰρ ἐκ τοῦ τρόπου σαφέστερον ἐπιδείκνυται Θεοκρίνης τοιοῦτος ὢν ἢ διὰ τῶν εἰρημένων.
因为从性格来看,西奥克里奈斯是这样的人,这比通过已说的话要明显得多。
τί γὰρ οὐ πεποίηκεν οὗτος ὧν ἂν πονηρὸς καὶ συκοφάντης ἄνθρωπος ποιήσειεν;
事实上,一个恶棍和密告者会做的事情,他有什么没有做呢?
οὐ διὰ μὲν τὴν τούτου πονηρίαν ἁδελφὸς αὐτοῦ θεσμοθετῶν καὶ τούτῳ χρώμενος συμβούλῳ τοιοῦτος ἔδοξε παρʼ ὑμῖν ἄνθρωπος εἶναι, ὥστε οὐ μόνον αὐτὸς ἀπεχειροτονήθη τῶν ἐπιχειροτονιῶν οὐσῶν, ἀλλὰ καὶ τὴν ἀρχὴν ἅπασαν ἐποίησεν;
难道不是因为这个人的恶劣,他的兄弟在担任民事调停官并起用他为顾问时,在你们看来竟是如此不端的人,以至于不仅他自己在信任投票中被罢免,而且连整个官署也因他而落得同样的下场?
καὶ εἰ μὴ δεομένων αὐτῶν καὶ ἱκετευόντων, καὶ λεγόντων ὡς οὐκέτι πρόσεισιν Θεοκρίνης πρὸς τὴν ἀρχήν, ἐπείσθηθʼ ὑμεῖς καὶ πάλιν ἀπέδοτε τοὺς στεφάνους αὐτοῖς, πάντων ἂν αἴσχιστα οἱ συνάρχοντες ἐπεπόνθεσαν;
如果不是因为他们哀求和恳求,并声称西奥克里奈斯不会再接近官署,从而说服了你们,并再次将冠冕归还给他们,他的同僚们岂不是要遭受最可耻的境遇吗?
§28καὶ τούτων οὐδέν με δεῖ μάρτυρας ὑμῖν παρασχέσθαι· πάντες γὰρ ἴστε τοὺς ἐπὶ Λυκίσκου ἄρχοντος θεσμοθέτας ἀποχειροτονηθέντας ἐν τῷ δήμῳ διὰ τοῦτον.
对于这些事情,我无需向你们提供证人;因为你们大家都知道,在吕基斯科斯担任执政官期间,民事调停官们因为这个人而在民会中被罢免。
ὧν ἀναμιμνῃσκομένους ὑμᾶς χρὴ τὸν αὐτὸν ὑπολαμβάνειν εἶναι τοῦτον καὶ πρότερον καὶ νῦν.
你们在回忆这些事情时,应当认为这个人无论过去还是现在都是同一个人。
οὐ πολλῷ τοίνυν χρόνῳ ὕστερον τῆς ἀποχειροτονίας, τελευτήσαντος αὐτῷ τοῦ ἀδελφοῦ βιαίῳ θανάτῳ, τοιοῦτος ἐγένετο περὶ αὐτὸν οὗτος, ὥστε ζητήσας τοὺς δράσαντας καὶ πυθόμενος οἵτινες ἦσαν, ἀργύριον λαβὼν ἀπηλλάγη.
在被罢免后不久,他的兄弟遭遇暴力而死,这个人对待他的态度竟然是这样:在寻找并查明了凶手是谁之后,他收了钱便了结了此事。
§29καὶ τὴν μὲν ἀρχὴν ἣν ἐκεῖνος ἄρχων ἐτελεύτησεν, ἱεροποιὸς ὤν, παρὰ τοὺς νόμους ἦρχεν οὗτος, οὔτε λαχὼν οὔτʼ ἐπιλαχών· ὑπὲρ ὧν δʼ ἔπαθεν ἐκεῖνος, μέχρι τούτου σχετλιάζων περιῄει καὶ φάσκων εἰς Ἄρειον πάγον Δημοχάρην προσκαλεῖσθαι, ἕως διελύσατο πρὸς τοὺς τὴν αἰτίαν ἔχοντας.
而且,对于他兄弟死时所担任的职务——圣事执行官,这个人违反法律予以接任,他既未通过抽签,也未通过候补抽签中选;而对于他兄弟所遭受的不幸,他四处宣泄愤慨,声称要向阿雷奥帕古斯会议传唤德莫哈雷斯,直到他与那些被指控的人私下和解。
χρηστός γʼ ἐστὶ καὶ πιστὸς καὶ κρείττων χρημάτων.
他真是个高尚、可靠且视金钱如粪土的人啊!
οὐδʼ ἂν αὐτὸς φήσειεν.
连他自己都不会这么说。
οὐ γὰρ τοσούτων δεῖσθαί φασι δεῖν τὸν δικαίως καὶ μετρίως τῶν κοινῶν ἐπιμελησόμενον, ἀλλὰ πάντων τούτων εἶναι κρείττω διʼ ὧν ἀναλίσκουσιν εἰς ἑαυτοὺς ἃ λαμβάνουσιν.
因为人们说,一个想要公正、适度管理公共事务的人,不应需要如此之多的东西,而应当战胜所有那些会使他们将所得挥霍在自己身上的诱惑。
§30καὶ τὰ μὲν πρὸς τὸν ἀδελφὸν αὐτῷ πεπραγμένα τοιαῦτά ἐστιν·
他对他兄弟的所作所为就是这样。
ἃ δὲ πρὸς τὴν πόλιν προσελθὼν διῴκηται (δευτέρους γὰρ ὑμᾶς φήσει φιλεῖν μετὰ τοὺς οἰκείους) ἄξιον ἀκοῦσαι.
但他来到城邦面前所办理的事(因为他会说,除了亲属之外,他最爱的是你们),则是值得一听的。
ἄρξομαι δʼ ἀπὸ τῶν πρὸς ἡμᾶς αὐτῷ πεπραγμένων.
我将从他对我们的所作所为开始。
τοῦ γὰρ πατρὸς κατηγορῶν, ὦ ἄνδρες δικασταί, ὅτε τὴν τῶν παρανόμων αὐτὸν ἐδίωκε γραφήν, ἔλεγεν ὡς ἐπιβεβουλευμένος ὁ παῖς εἴη περὶ οὗ τὸ ψήφισμα γεγραμμένον ἦν, ἐν ᾧ τὴν σίτησιν ἔγραψεν Χαριδήμῳ ὁ πατὴρ τῷ Ἰσχομάχου υἱῷ,
诸位陪审员,当他指控我的父亲,并以违法提案的指控起诉他时,他说那个写有决议案的少年遭到了阴谋陷害。
§31λέγων ὡς, ἐὰν ἐπανέλθῃ εἰς τὸν πατρῷον οἶκον ὁ παῖς, ἀπολωλεκὼς ἔσται τὴν οὐσίαν ἅπασαν ἣν Αἰσχύλος ὁ ποιησάμενος αὐτὸν υἱὸν ἔδωκεν αὐτῷ, ψευδόμενος· οὐδενὶ γὰρ πώποτε, ὦ ἄνδρες δικασταί, τοῦτο τῶν εἰσποιηθέντων συνέβη.
在那个决议案中,我的父亲为伊斯霍马科斯的儿子哈里德莫斯写了供餐的提案,他声称,如果这个少年回到他父亲的家,他将失去养父埃斯库罗斯给他的一切财产——这是在说谎;因为,诸位陪审员,在所有被收养的人当中,从未有人发生过这种情况。
καὶ τούτων πάντων αἴτιον ἔφη Πολύευκτον γεγενῆσθαι τὸν ἔχοντα τὴν μητέρα τοῦ παιδός, βουλόμενον ἔχειν αὐτὸν τὴν τοῦ παιδὸς οὐσίαν.
他说这一切的罪魁祸首是娶了少年母亲的波吕宇克托斯,因为他想占有少年的财产。
ὀργισθέντων δὲ τῶν δικαστῶν ἐπὶ τοῖς λεγομένοις, καὶ νομισάντων αὐτὸ μὲν τὸ ψήφισμα καὶ τὴν δωρεὰν κατὰ τοὺς νόμους εἶναι, τῷ δὲ ὄντι τὸν παῖδα μέλλειν ἀποστερεῖσθαι τῶν χρημάτων, τῷ μὲν πατρὶ δέκα ταλάντων ἐτίμησαν ὡς μετὰ Πολυεύκτου ταῦτα πράττοντι, τούτῳ δʼ ἐπίστευσαν ὡς δὴ βοηθήσαντι τῷ παιδί.
陪审员们对所说的话感到愤怒,并认为决议案本身和赠予虽然符合法律,但实际上少年即将被剥夺财产,于是对我的父亲科以十个塔兰托的罚款,认为他是与波吕宇克托斯串通做这些事,而他们相信了这个人,认为他是在帮助少年。

词汇与语法注释

  1. §26μεμαρτυρηκότος μὲν ἡμῖν τοῦ Μίκωνος — 本节由多个属格绝对(独立分词)结构(μεμαρτυρηκότος, ὁμολογούντος, πεποιηκυίας, μεμαρτυρηκότων, μαρτυρούντων)并列构成了一个长篇的修辞前言。它缺少明确的主句动词,最终以“但这并不公正,诸位陪审员”(ἀλλʼ οὐ δίκαιον)这一结论收尾,从而突出了被告在证据确凿的情况下企图逃避罪责的不公。
  2. §27τὴν ἀρχὴν ἅπασαν ἐποίησεν — 动词 ἐποίησεν 在此处作使役动词使用,在语境上省略了与前文被动动词 ἀπεχειροτονήθη(被罢免)相对应的不定词(如 ἀποχειροτονηθῆναι,“使被罢免”)。其含义是,他不仅自己被罢免,还导致了整个官署(即所有同僚)一同被罢免。
  3. §27εἰ μὴ ... ἐπείσθηθʼ ... ἂν ἐπεπόνθεσαν — 过去反事实条件句。条件从句为 εἰ μὴ ... ἐπείσθητε(直陈式过去时),而主句则采用 ἄν 加上直陈式过去完成时(ἐπεπόνθεσαν),表示与过去事实相反的假设和结果:“如果你们没有被说服,他们本会遭受最惨重的……”
  4. §29οὐ γὰρ τοσούτων δεῖσθαί φασι δεῖν — 这是一个依赖于 φασί(人们说)的“对格加不定式”结构,其中嵌套了非人称动词 δεῖν(需要)的不定式和动词 δεῖσθαι(需要、缺少)的不定式。δεῖσθαι 是一个支配属格的动词,在此处以属格 τοσούτων 为宾语,表示“需要如此多的东西”,其逻辑主语是受动词限定的对格分词 τὸν ... ἐπιμελησόμενον(试图管理者)。
  5. §31ἀπολωλεκὼς ἔσται — 这是一个由完美时分词 ἀπολωλεκώς 和将来时系动词 ἔσται 组成的将来完成时迂言表达,强调了将来某一状态的完成与确定性。它表达了一个确定的预测:“(在少年回去时,届时)他已经失去了全部财产”。

引用这一段

狄摩西尼, 控诉塞奥克里内斯 §26-31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg058.humanitext-grc2:26-31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。