§10ὡς μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἔφηνε Θεοκρίνης τὸ τοῦ Μίκωνος πλοῖον, καὶ ὡς ἐξέκειτο πολὺν χρόνον ἡ φάσις, καὶ ὡς εἰς τὴν ἀνάκρισιν καλούμενος οὐχ ὑπήκουσεν οὐδʼ ἐπεξῆλθεν, ἀκηκόατε μαρτυρούντων οὓς εἰδέναι μάλιστα προσήκει.
因此,诸位陪审员,关于西奥克里奈斯是如何控告米孔的船只,这封控告书是如何公示了很长时间,以及他在被传唤进行预审时是如何既不回应也不追诉的,你们已经听取了最应当了解此事的人们的证词。
ὅτι δʼ οὐ ταῖς χιλίαις μόνον ἔνοχός ἐστιν, ἀλλὰ καὶ ἀπαγωγῇ καὶ τοῖς ἄλλοις ὅσα κελεύει πάσχειν ὁ νόμος οὑτοσὶ τὸν συκοφαντοῦντα τοὺς ἐμπόρους καὶ τοὺς ναυκλήρους, ῥᾳδίως ἐξ αὐτοῦ τοῦ νόμου γνώσεσθε.
而他不仅应受一千德拉克马的罚款,而且也应受人身押送以及本法命令对诬告商人和船主者所施加的一切其他惩罚,这一点你们从法律本身很容易就能了解。
§11βουλόμενος γὰρ ὁ τὸν νόμον τιθεὶς μήτε τοὺς ἀδικοῦντας τῶν ἐμπόρων ἀθῴους εἶναι, μήτε τοὺς ἄλλους πράγματʼ ἔχειν, ἁπλῶς ἀπεῖπε τοῖς τοιούτοις τῶν ἀνθρώπων μὴ φαίνειν, εἰ μὴ πιστεύει τις αὑτῷ δείξειν ἐν ὑμῖν γεγενημένα περὶ ὧν ποιεῖται τὴν φάσιν·
因为立法者既不希望那些犯法的商人免受惩罚,也不希望其他商人受到骚扰,所以简单明了地禁止这类人提起控告,除非有人确信自己能在你们面前证明,他所控告的那些事情确实发生了。
ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ τῶν συκοφαντούντων, ἔνδειξιν αὐτῶν εἶναι καὶ ἀπαγωγήν.
而如果有诬告者违反这些规定,则可对他们进行起诉和押送。
μᾶλλον δὲ λέγε τὸν νόμον αὐτόν· πολὺ γὰρ ἐμοῦ σαφέστερον διδάξει.
更确切地说,请宣读法律本身;因为它的说明会比我清晰得多。
ΝΟΜΟΣ. §12ἀκούετε τοῦ νόμου ἃ κελεύει πάσχειν, ὦ ἄνδρες δικασταί, τὸν συκοφάντην.
法律诸位陪审员,你们听到了法律命令诬告者所受的惩罚。
οὐκοῦν εἰ μέν τι πεποιηκότα τούτων ὧν ἔγραψεν ἐν τῇ φάσει Θεοκρίνης πεποιηκέναι τὸν Μίκωνα, καθυφεῖκε τὸ πρᾶγμα καὶ διαλέλυται πρὸς τὸν ἄνθρωπον, ἀδικεῖ πάντας ὑμᾶς καὶ δικαίως ὀφείλει τὰς χιλίας.
因此,如果米孔确实犯了西奥克里奈斯在控告书中所写的那些罪行中的某项,而西奥克里奈斯却放弃了案子并与该人私下了结,那么他就是对你们所有人犯下了不义之罪,理所当然地拖欠了这一千德拉克马。
εἰ δὲ πλεύσαντα αὐτὸν δικαίως οἷ προσῆκεν (ἔστω γὰρ ὁπότερον οὗτος βούλεται) φαίνει καὶ προσκαλεῖται, συκοφαντεῖ τοὺς ναυκλήρους, καὶ τὸν νόμον οὐ μόνον τὸν πρότερον, ἀλλὰ καὶ τὸν ἀρτίως ἀναγνωσθέντα παραβέβηκεν, καὶ καταμεμαρτύρηκεν αὑτοῦ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε πράττειν.
但如果米孔是合法地航行到他应当去的地方(无论这个人想选择哪一种说法),而西奥克里奈斯却控告并传唤了他,那么他就是对船主们进行诬告,他不仅违反了前一项法律,也违反了刚刚宣读的法律,并自证了自己所说和所做的无一不是卑劣的。
§13τίς γὰρ ἂν παρεὶς τὸ δικαίως πράττοντα λαβεῖν τὸ μέρος τῶν χρημάτων κατὰ τὸν νόμον, διαλυσάμενος ἐβουλήθη μικρὰ κερδᾶναι καὶ τούτοις ἔνοχον αὑτὸν καταστῆσαι τοῖς νόμοις, ἐξόν, ὅπερ ἀρτίως εἶπον, τὰ ἡμίσεα τῶν φανθέντων λαβεῖν;
因为,有谁会放弃按照法律正当地行事以获取财产的一部分,反而选择通过私下了结来获取微薄的利益,并使自己受制于这些法律呢? 明明如我刚才所说,他本来可以获得被控告财产的一半。
οὐδʼ ἂν εἷς, ὦ ἄνδρες δικασταί, μὴ οὐ συνειδὼς ἑαυτῷ συκοφαντοῦντι.
诸位陪审员,除非一个人自己心里明白他是在进行诬告,否则绝不会有任何一个人这样做。
§14δύο μὲν τοίνυν οὗτοι νόμοι εἰσὶν οὓς παραβέβηκεν ὁ τοὺς ἄλλους παρανόμων γραφόμενος·
因此,这两个法律就是这个指控他人提出违法提案的人所违反的。
ἕτερον δὲ τρίτον, ὃς ὁμοίως κελεύει κατά τε τῶν ὀφειλόντων τῷ δημοσίῳ τὰς ἐνδείξεις τὸν βουλόμενον ποιεῖσθαι τῶν πολιτῶν, καὶ ἐάν τις ὀφείλῃ τῇ Ἀθηνᾷ ἢ τῶν ἄλλων θεῶν ἢ τῶν ἐπωνύμων τῳ.
然而还有第三个法律,它同样命令,任何愿意的公民都可以对欠公家债的人提起诉讼,如果有人欠了雅典娜、其他神明或某位名祖英雄的债,也是如此。
ὃ φανήσεται οὗτος, ὀφείλων καὶ οὐκ ἐκτετεικὼς ἑπτακοσίας δραχμάς, ἃς ὦφλεν ἐν ταῖς εὐθύναις τῷ ἐπωνύμῳ τῆς αὑτοῦ φυλῆς.
而这个人将被证明欠下了七百德拉克马且尚未偿还,这是他在账目审计中被判处欠他自己部落的名祖英雄的。
καί μοι λέγε τοῦτʼ αὐτὸ τοῦ νόμου.
请向我宣读法律的这一部分。
ΝΟΜΟΣ. §15ἐπίσχες.
法律停。
ἀκούεις, οὑτοσί, τί λέγει;
那边的家伙,你听到了它说什么吗?
ἢ τῶν ἐπωνύμων τῳ
.
。
λέγε δὴ τὴν τῶν φυλετῶν μαρτυρίαν.
请宣读部落成员的证词。
ΜΑΡΤΥΡΙΑ.
ταχύ γʼ ἂν οὗτος, ὦ ἄνδρες δικασταί, ἀνθρώπων ὀλίγων φροντίσειεν ἢ τῶν τὸν πλεῖστον τοῦ χρόνου πλεόντων, ὥσπερ ὁ Μίκων, ὅστις τοὺς φυλέτας παρόντας οὔτʼ ἔδεισεν οὔτʼ ᾐσχύνθη, τοῦτο μὲν οὕτως αὐτῶν τὰ κοινὰ διοικήσας ὥστʼ ἐκείνους κλοπὴν αὐτοῦ καταγνῶναι, τοῦτο δὲ ὀφλὼν καὶ τοὺς νόμους ἀκριβῶς εἰδὼς ὅτι κωλύουσιν αὐτὸν γράφεσθαι γραφὰς ἕως ἂν ἐκτείσῃ, βιαζόμενος καὶ νομίζων δεῖν τοὺς μὲν ἄλλους τοὺς ὀφείλοντας μηδενὸς μετέχειν τῶν κοινῶν, αὑτὸν δὲ κρείττω τῶν νόμων εἶναι.
证词诸位陪审员,这个对在场的部落同胞既不害怕也不感到羞耻的人,怎么可能会去关心少数人或像米孔那样大半时间都在航海的人呢? 他一方面如此管理他们的共同财产,以至于他们判定他犯有侵吞罪;另一方面,他欠下了这笔债务,且清楚地知道法律禁止他提起公诉,直到他偿还债务为止,但他却强行插手,认为其他债务人不得参与任何公共事务,而自己却可以凌驾于法律之上。
§16φήσει τοίνυν τὸν πάππον, οὐχ αὑτὸν εἶναι τὸν ἐν τῷ γραμματείῳ γεγραμμένον, καὶ περὶ τούτου πολλοὺς ἐρεῖ λόγους, ὡς ἐκεῖνός ἐστιν.
接下来,他会声称登记在名簿上的是他的祖父,而不是他自己,并会为此说很多话,企图证明那是他的祖父。
ἐγὼ δὲ τὸ μὲν ἀκριβές, ὁπότερός ἐστιν, οὐκ ἔχω λέγειν· εἰ δʼ οὖν ἐστιν ὡς οὗτος ἐρεῖ, πολὺ δικαιότερον εἶναι νομίζω καταψηφίσασθαι ὑμᾶς αὐτοῦ, εἰ ταῦθʼ οὕτως ἐστίν.
至于究竟是哪一个,我无法给出确切的说法;但即使事情真如他所说,如果真是如此,我认为你们判定他有罪才是要公正得多。
§17εἰ γὰρ ὀφείλοντος αὐτῷ τοῦ πάππου πάλαι, καὶ τοῦ νόμου κελεύοντος κληρονομεῖν τοῦτον τῶν ἐκείνου, προσῆκον αὐτῷ μηδὲ πάλαι γράφεσθαι ἐγράφετο, καὶ διὰ τοῦτο οἰήσεται δεῖν ἀποφεύγειν ὅτι πονηρὸς ἐκ τριγονίας ἐστίν, οὐ δίκαια ἐρεῖ, ὦ ἄνδρες δικασταί.
因为,如果他的祖父早就欠了债,且法律命令他继承祖父的财产,那么他本来早就无权提起公诉,却偏偏提起了公诉,并因此认为自己应当免于处罚——仅仅因为他祖孙三代都是恶棍——那他所说的就完全不合情理,诸位陪审员。
ὡς οὖν καὶ παρʼ αὐτοῦ Θεοκρίνου ὁμολογεῖται τοῦτʼ εἶναι τὸ ὄφλημα καὶ κατετάξατο τοῖς φυλέταις ὑπὲρ αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, καὶ τοῖς βουλομένοις εὐορκεῖν οὐ καλῶς ἔχει ταύτην ἀπογιγνώσκειν τὴν ἔνδειξιν, λαβέ μοι τὸ ψήφισμα ὃ εἶπεν ἐν τοῖς φυλέταις Σκιρωνίδης.
因此,为了证明这一债务连西奥克里奈斯自己也承认,并且他为了自己和兄弟与部落成员达成了协议,而对于那些想要遵守誓言的人来说,宣判这项控告无罪是不妥当的,请帮我拿来斯基罗尼德斯在部落中提出的决议案。