§1τοῦ πατρὸς ἡμῶν, ὦ ἄνδρες δικασταί, διὰ τουτονὶ Θεοκρίνην ἀτυχήσαντος πρὸς τὴν πόλιν καὶ ὀφλόντος δέκα τάλαντα, καὶ τούτου διπλοῦ γεγενημένου ὥστε μηδʼ ἐλπίδα ἡμῖν εἶναι σωτηρίας μηδεμίαν, ἡγησάμην δεῖν ἐπὶ τῷ τιμωρεῖσθαι μεθʼ ὑμῶν τοῦτον μήτε ἡλικίαν μήτε ἄλλο μηδὲν ὑπολογισάμενος δοῦναι τὴν ἔνδειξιν ταύτην.
诸位陪审员,由于我们的父亲因为这个西奥克里奈斯而遭受城邦的惩罚,被罚款十塔兰同,且因这笔罚款增加了一倍,导致我们连一丝获救的希望也没有了,所以我认为应当与你们一起惩罚他,不考虑我的年龄或其他任何因素,提起了这一诉讼。
§2καὶ γὰρ ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ᾧπερ πάντα πειθόμενος πεποίηκα, πρὸς ἅπαντας ὠδύρετο τοὺς γνωρίμους, εἰ παραλιπὼν ἐγὼ τὸν καιρὸν ἐν ᾧ διὰ τὸ τὸν πατέρα ζῆν ἔξεστί μοι τοῦτον ἀμύνασθαι, τὴν ἀπειρίαν καὶ τὴν ἡλικίαν προφασιζόμενος αὐτὸν μὲν περιόψομαι πάντων ἀπεστερημένον, Θεοκρίνην δὲ παρὰ τοὺς νόμους γραφὰς γραφόμενον καὶ συκοφαντοῦντα πολλοὺς τῶν πολιτῶν, οὐκ ἐξὸν αὐτῷ.
因为我的父亲,诸位陪审员——我所做的一切都听从他的吩咐——曾向所有的熟人哀叹,担心如果我错过了这个因父亲在世而使我能够报复他的机会,以缺乏经验和年轻为借口,眼睁睁看着他被剥夺一切,同时却放任在法律上没有权利的西奥克里奈斯违反法律提起公诉、诬告许多公民。
§3δέομαι οὖν ὑμῶν ἁπάντων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἱκετεύω μετʼ εὐνοίας ἀκοῦσαί μου, πρῶτον μὲν ὅτι τῷ πατρὶ βοηθῶν καὶ πειθόμενος ἀγωνίζομαι, ἔπειθʼ ὅτι καὶ νέος ὢν καὶ ἄπειρος, ὥστʼ ἀγαπητὸν εἶναί μοι, ἐὰν ὑπαρξάσης τῆς παρʼ ὑμῶν εὐνοίας δυνηθῶ δηλῶσαι τὰ πεπραγμένα τούτῳ·
因此,雅典人啊,我请求你们大家,并恳求你们怀着善意听我发言:首先是因为我是为了帮助和顺从我的父亲而进行这场诉讼;其次是因为,我既年轻又缺乏经验,如果能在你们的善意支持下,说清这个人的所作所为,对我来说就已经是万分庆幸的事了。
§4πρὸς δὲ τούτοις, ὅτι, ὦ ἄνδρες δικασταί, προδέδομαι (τὰ γὰρ ἀληθῆ πρὸς ὑμᾶς εἰρήσεται) ὑπʼ ἀνθρώπων, οἳ πιστευθέντες ὑφʼ ἡμῶν διὰ τὴν πρὸς τοῦτον ἔχθραν, καὶ πυθόμενοι τὰ πράγματα καὶ φήσαντες ἐμοὶ συναγωνιεῖσθαι, ἐγκαταλελοίπασι νυνί με καὶ διαλέλυνται πρὸς τοῦτον ἐν τοῖς ἐμοῖς πράγμασιν, ὥστε μοι μηδὲ τὸν συνεροῦντʼ εἶναι, ἐὰν μή τις ἄρα τῶν οἰκείων βοηθήσῃ.
除此之外,诸位陪审员,还因为我被一些人背叛了(因为我必须向你们说实话),他们由于对这个人的敌意而受到我们的信任,在了解了事情并表示会与我共同战斗之后,现在却抛弃了我,并在我的事务中与这个人妥协,以至于除非有亲戚来帮我,否则我连一个为我共同辩护的人都没有。
§5πολλαῖς μὲν οὖν ἐνδείξεσιν ἦν ἔνοχος οὑτοσί, καὶ ἅπαντας τοὺς περὶ ταῦτα νόμους ἐφαίνετο παραβεβηκώς·
这个人确实面临许多指控,并且显然违反了有关这些事务的所有法律。
καινότατον δὲ τῶν ἔργων τῶν τούτου τὴν περὶ τὸ πλοῖον φάσιν ηὑρίσκομεν γεγονυῖαν, διόπερ ταῦτα γράψας εἰς τὴν ἔνδειξιν ἔδωκεν ὁ πατήρ μοι.
但我们发现,他最新的劣迹是关于那艘船的指控(帕シス),因此父亲把这些写在起诉书里交给了我。
πρῶτον μὲν οὖν τὸν νόμον ὑμῖν ἀναγνώσεται τὸν περὶ τῶν φαινόντων καὶ οὐκ ἐπεξιόντων, ἀλλὰ διαλυομένων παρὰ τοὺς νόμους (ἐντεῦθεν γὰρ οἶμαι προσήκειν μοι τὴν ἀρχὴν ποιήσασθαι τοῦ λόγου), εἶτα τὴν φάσιν αὐτὴν ἣν οὗτος ἐποιήσατο κατὰ τοῦ Μίκωνος.
那么,首先,书记员将向你们宣读关于那些提起控告却不追诉、反而违法私下了结者的法律(因为我认为从这里开始我的演讲是合适的),然后宣读这个人对米孔提起的控告本身。
λέγε.
请读。
ΝΟΜΟΣ. §6ὁ νόμος οὑτοσί, ὦ ἄνδρες δικασταί, τοῖς προαιρουμένοις ἢ γράφεσθαι γραφὰς ἢ φαίνειν ἢ ἄλλο τι ποιεῖν τῶν ἐν τῷ νόμῳ τούτῳ γεγραμμένων προλέγει διαρρήδην, ἐφʼ οἷς ἕκαστόν ἐστιν τούτων ποιητέον.
法律诸位陪审员,这项法律向那些选择提起公诉、进行控告或进行本法所写其他行为的人明确宣告了这些行为应当在何种条件下进行。
ἔστι δὲ ταῦτα, ὥσπερ ἠκούσατε ἐξ αὐτοῦ τοῦ νόμου, ἐὰν ἐπεξιών τις μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, χιλίας ἀποτίνειν, κἂν μὴ ἐπεξίῃ γʼ, ὦ Θεοκρίνη, χιλίας ἑτέρας, ἵνα μήτε συκοφαντῇ μηδείς, μήτε ἄδειαν ἔχων ἐργολαβῇ καὶ καθυφιῇ τὰ τῆς πόλεως.
正如你们从法律本身所听到的那样,这些条件是:如果追诉者未能获得五分之一的选票,就要罚款一千德拉克马;西奥克里奈斯啊,如果根本不追诉,就要再罚一千德拉克马,以防任何人进行诬告,或在不受惩罚的情况下以此为业并出卖城邦的利益。
φημὶ δὴ κατὰ ταύτην τὴν ἔνδειξιν ἔνοχον εἶναι Θεοκρίνην τῷ φήναντα Μίκωνα Χολλῄδην μὴ ἐπεξελθεῖν, ἀλλʼ ἀργύριον λαβόντα ἀποδόσθαι τὸ πρᾶγμα.
我确实声明,根据这项起诉,西奥克里奈斯是有罪的,因为他控告了科柳托斯区的米孔,却不进行追诉,反而收受钱财将事情私下了结。
§7καὶ τοῦτο ἀποδείξω σαφῶς, ὡς ἐγὼ νομίζω.
而且,我认为,我会清楚地证明这一点。
καίτοι Θεοκρίνης γε, ὦ ἄνδρες δικασταί, καὶ οἱ μετὰ τούτου οὐδὲν ὅ τι οὐ πεποιήκασι προσιόντες τοῖς μάρτυσι καὶ τὰ μὲν ἀπειλοῦντες αὐτοῖς, τὰ δὲ πείθοντες μὴ μαρτυρεῖν.
然而,诸位陪审员,西奥克里奈斯和他的同伙们无所不用其极地接近证人,有时威胁他们,有时说服他们不要作证。
ἀλλʼ ὅμως ἐὰν ὑμεῖς βούλησθε τὰ δίκαια βοηθεῖν μοι, καὶ κελεύητε αὐτούς, μᾶλλον δὲ ἀναγκάζοντος ἐμοῦ συναναγκάζητε, ἤτοι μαρτυρεῖν ἢ ἐξόμνυσθαι, καὶ μὴ ἐᾶτε λόγους λέγειν, εὑρεθήσεται τἀληθές.
但是,如果你们愿意主持公道帮助我,并命令他们,或者说,在我强迫他们时,你们也一起强迫他们,要么作证,要么宣誓拒绝作证,并且不准他们找借口,真理就会大白。
λέγε οὖν πρῶτον μὲν τὴν φάσιν, εἶτα τὰς μαρτυρίας.
那么,请先读控告书,再读证词。
ΦΑΣΙΣ. §8ταύτην τὴν φάσιν, ὦ ἄνδρες δικασταί, ἔδωκεν μὲν οὑτοσὶ προσκαλεσάμενος τὸν Μίκωνα, ἔλαβεν δὲ ὁ γραμματεὺς ὁ τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν, Εὐθύφημος.
控告诸位陪审员,这封控告书是这个人召唤米孔后提交的,由市场监管官的书记员埃乌特菲莫斯接收。
ἐξέκειτο δὲ πολὺν χρόνον ἔμπροσθεν τοῦ συνεδρίου ἡ φάσις, ἕως λαβὼν ἀργύριον οὗτος εἴασε διαγραφῆναι καλούντων αὐτὸν εἰς τὴν ἀνάκρισιν τῶν ἀρχόντων.
这封控告书在官署前公示了很长时间,直到这个人收了钱,在官员们传唤他进行预审时,他同意将案子撤销。
ὅτι δὲ ταῦτʼ ἀληθῆ λέγω, πρῶτον μὲν κάλει ὃς ἐγραμμάτευε τῇ ἀρχῇ, Εὐθύφημον.
为了证明我说的是实话,首先传唤当时担任官署书记员的埃乌特菲莫斯。
ΜΑΡΤΥΡΙΑ. §9λέγε δὴ καὶ τὴν τῶν ἰδόντων ἐκκειμένην τὴν φάσιν μαρτυρίαν.
证词也请宣读那些看见控告书公示的人的证词。
λέγε.
请读。
ΜΑΡΤΥΡΙΑ.
κάλει δὲ καὶ τοὺς τοῦ ἐμπορίου ἐπιμελητάς, καὶ αὐτὸν τὸν Μίκωνʼ οὗ ἔφηνε τὸ πλοῖον· καὶ τὰς μαρτυρίας ἀναγίγνωσκε.
证词也请传唤市场监管官,以及他所控告的那艘船的主人米孔本人;并宣读证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词(复数)