§18προσελθὼν δὲ οὑτοσὶ Θεοκρίνης ὡμολόγησεν ὀφείλειν καὶ ἐκτείσειν ἐναντίον τῶν φυλετῶν, ἐπειδὴ προσιόντας ἡμᾶς ᾔσθετο καὶ βουλομένους ἀντίγραφα τῶν ἐν τῷ γραμματείῳ γεγραμμένων λαβεῖν.
这里的西奥克里奈斯走上前来,当他察觉到我们走近并想要获取名簿上所记内容的抄本时,便在部落成员面前承认自己欠债并将予以偿还。
ΨΗΦΙΣΜΑ.
πολύ γʼ ἄν, ὦ ἄνδρες Λεωντίδαι, τοὺς ἀναγκάσαντας ἀποδοῦναι Θεοκρίνην τὰς ἑπτὰ μνᾶς ἐπῃνέσατʼ ἂν μᾶλλον ἢ τοῦτον.
决议案莱昂提斯部落的诸位,比起这个人,你们无疑会更加赞赏那些强迫西奥克里奈斯偿还这七米纳的人。
§19τέταρτος τοίνυν νόμος ἐστίν (ὁμολογῶ γὰρ τῶν τούτῳ πεπραγμένων τὰ πλεῖστα ἐξητακέναι) καθʼ ὃν ὀφείλει πεντακοσίας δραχμὰς Θεοκρίνης οὑτοσί, οὐκ ἐκτετεικότος αὐτῷ τοῦ πατρὸς ἃς προσῶφλεν ἀφελόμενος τὴν Κηφισοδώρου θεράπαιναν εἰς ἐλευθερίαν, ἀλλὰ διοικησαμένου πρὸς Κτησικλέα τὸν λογογράφον, ὃς ἦν ἐπὶ τοῖς τῶν ἀντιδίκων πράγμασιν, ὥστε μήτʼ ἐκτεῖσαι μήτʼ εἰς ἀκρόπολιν ἀνενεχθῆναι.
那么,还有第四个法律(因为我承认我已经调查了这个人大部分的所作所为),根据该法,这里的西奥克里奈斯欠了五百德拉克马。 这是因为他的父亲因要求将凯菲索多洛斯的婢女释放为自由人而被追加罚款,但他并未偿还,而是与负责对手事务的代书人克特西克莱斯达成协议,从而既未偿还,也未被登记在卫城上。
§20ἃς οὐδὲν ἧττον οἶμαι Θεοκρίνης ὀφείλει νυνὶ κατὰ τὸν νόμον.
我认为,根据法律,西奥克里奈斯现在同样拖欠着这笔钱。
οὐ γὰρ ἐὰν Κτησικλῆς ὁ μέτοικος συγχωρήσῃ τούτῳ, πονηρὸς πονηρῷ, μὴ παραδοθῆναι τοῖς πράκτορσιν τὸν προσοφλόντα κατὰ τὸν νόμον, διὰ τοῦτο δεῖ τὴν πόλιν ἀπεστερῆσθαι τῶν ἐκ τῶν νόμων ἐπικειμένων ζημιῶν, ἀλλὰ προσήκει τοὺς ἀντιδίκους ὑπὲρ μὲν τῶν ἰδίων, ὅπως ἂν αὑτοὺς πείθωσιν, διοικεῖσθαι πρὸς ἀλλήλους, ὑπὲρ δὲ τῶν πρὸς τὸ δημόσιον, ὅπως ἂν οἱ νόμοι κελεύωσιν.
因为,并不能因为同为恶棍的侨民克特西克莱斯与这个人达成协议,不将根据法律被追加罚款的人移交给征收官,城邦就因此被剥夺法律所规定的罚款;相反,对手之间对于私事应当以彼此能说服的方式解决,但对于公事,则应当按照法律所命令的方式解决。
§21καί μοι λέγε τόν τε νόμον, ὃς κελεύει τὸ ἥμισυ τοῦ τιμήματος ὀφείλειν τῷ δημοσίῳ ὃς ἂν δόξῃ μὴ δικαίως εἰς τὴν ἐλευθερίαν ἀφελέσθαι, καὶ τὴν τοῦ Κηφισοδώρου μαρτυρίαν.
那么,请向我宣读那项命令判定不当要求释放自由人者应向国库缴纳估价一半的法律,以及凯菲索多洛斯的证词。
ΝΟΜΟΣ. ΜΑΡΤΥΡΙΑ.
λέγε δὴ κἀκεῖνον τὸν νόμον τὸν ἀπʼ ἐκείνης κελεύοντα τῆς ἡμέρας ὀφείλειν ἀφʼ ἧς ἂν ὄφλῃ, ἐάν τε ἐγγεγραμμένος ᾖ, ἐάν τε μή. ΝΟΜΟΣ.
法律证词那么也请宣读那另一项法律,该法命令无论是否被登记,都应从判决下达之日起承担债务。
§22πῶς οὖν ἄλλως, ὦ ἄνδρες δικασταί, προσήκει τὸν δικαίως κατηγοροῦντα ἀποφαίνειν ὀρθῶς ἐνδεδειγμένον Θεοκρίνην τουτονί, καὶ μὴ μόνον ἔνοχον ὄντα τῇ ἐνδείξει κατὰ τὰς χιλίας ἐφʼ αἷς ἐνδέδεικται, ἀλλὰ καὶ πολλοῖς ἄλλοις ὀφλήμασιν;
法律那么,诸位陪审员,正当起诉的人除了通过这种方式,还能如何证明这里的西奥克里奈斯是被正确起诉的,并且他不仅适用于被起诉的一千德拉克马的起诉,还适用于许多其他债务呢?
ἐγὼ μὲν οὐδαμῶς νομίζω.
我认为绝无他法。
οὐ γὰρ δὴ προσδοκᾶν γε δεῖ Θεοκρίνην αὐτὸν ὁμολογήσειν ὀφείλειν ὑμῖν τῷ δημοσίῳ καὶ δικαίως ἐνδεδεῖχθαι φήσειν, ἀλλὰ τοὐναντίον πάντα λόγον μᾶλλον ἐρεῖν καὶ πάσας αἰτίας οἴσειν, ὡς καταστασιάζεται, ὡς διὰ τὰς τῶν παρανόμων γραφὰς εἰς ταῦθʼ ἥκει.
因为我们绝不能指望西奥克里奈斯自己会承认欠你们国库的债,并说自己是被正确起诉的;相反,他会提出各种说辞并搬出各种指控,声声自称遭到了阴谋陷害,声称自己是因为提出违法提案的指控才落到这般地步。
§23λοιπὸν γάρ ἐστιν τοῦτο τοῖς ἐν αὐτοῖς τοῖς πράγμασιν ἐξελεγχομένοις, αἰτίας καὶ προφάσεις εὑρίσκειν αἵτινες τοῦ παρόντος ὑμᾶς ποιήσουσι πράγματος ἐπιλαθομένους τοῖς ἔξω τῆς κατηγορίας λόγοις προσέχειν.
因为对于那些在罪行当场被戳穿的人来说,剩下的唯一出路就是寻找借口和说辞,使你们忘记眼前的案子,转而关注控告范围之外的言论。
ἐγὼ δέ, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἑώρων ἐν τοῖς ἀνεγνωσμένοις νόμοις γεγραμμένον
ταῦτα δʼ εἶναι κύρια περὶ τῶν συκοφαντούντων, ἂν μὴ Θεοκρίνης ἐνδειχθεὶς αἰτιᾶσθαι βούληται Θουκυδίδην ἢ Δημοσθένην ἢ καὶ τῶν πολιτευομένων ἄλλον τινά
, ἡσυχίαν ἂν ἦγον.
然而,诸位陪审员,如果我在宣读的法律中看到写着:“¦ ταῦτα δʼ εἶναι κύρια περὶ τῶν συκοφαντούντων, ἂν μὴ Θεοκρίνης ἐνδειχθεὶς αἰτιᾶσθαι βούληται Θουκυδίδην ἢ Δημοσθένην ἢ καὶ τῶν πολιτευоμένων ἄλλον τινά ¦”,我本会保持沉默。
νῦν δὲ τούτων οὐδεμίαν ὁρῶ τῶν σκήψεων ὑπόλογον οὖσαν ἐν τοῖς νόμοις, οὐδὲ καινήν, ὥστε προσέχειν νῦν πρῶτον ἀκούσαντας, ἀλλὰ μυριάκις παρὰ τῶν κρινομένων εἰρημένην.
但事实上,我看到这些托词在法律中没有任何一条是予以考虑的,也非什么新鲜事,值得你们现在初次听到就予以关注,而是早已被受审者说过成千上万次了。
§24ἀκούω δὲ καὶ παρὰ τῶν πρεσβυτέρων, ὦ ἄνδρες δικασταί, ὡς ἄρα προσῆκόν ἐστιν ὅλως μὲν μηδενὶ μηδεμίαν συγγνώμην ὑπάρχειν παραβαίνοντι τοὺς νόμους, εἰ δʼ ἄρα δεῖ, μὴ τοῖς συνεχῶς οὖσι πονηροῖς μηδὲ τοῖς ἐπʼ ἀργυρίῳ τοὺς νόμους προϊεμένοις (οὐ γὰρ εἰκός), ἀλλʼ οἵτινες ἂν διὰ τὴν αὑτῶν ἀπραγμοσύνην ἄκοντές τι τῶν γεγραμμένων παραβῶσιν.
诸位陪审员,我也从长辈那里听说,总之,对于任何违反法律的人都不应给予任何宽恕,但如果确实需要宽恕,也不应给予那些一贯作恶的人,或者为了金钱而背叛法律的人(因为这不合情理),而应当给予那些因自己不谙世事而无意中违反了成文法某项规定的人。
ὧν οὐδεὶς ἂν δήπου Θεοκρίνην τουτονὶ φήσειεν εἶναι, ἀλλὰ τοὐναντίον οὐδενὸς τῶν ἐν τοῖς νόμοις ἄπειρον.
而在这些人当中,想必绝无一人会说这里的西奥克里奈斯是其中之一;相反,对于法律中的任何一处,他都绝非毫无经验。
§25διὸ καὶ δεῖ φυλάττειν αὐτόν, μὴ πρὸς τοὺς ἐμοὺς λόγους μηδὲ τοὺς ὑπὸ τούτου ῥηθησομένους ἀποβλέποντας.
因此,必须对他保持警惕,不要指望我的话,也不要指望他将要说的话。
οὐ γὰρ δίκαιον τοὺς ὑπὲρ τῶν νόμων καθημένους μακροῖς λόγοις καὶ κατηγορίαις προσέχειν, ἀλλʼ οἷς ἂν ἅπαντες ῥᾳδίως ἐπακολουθήσαιτε, καὶ διʼ ὧν δόξετε πᾶσι τοῖς ἐν τῇ πόλει τῶν νόμων ἀξίως ταύτην τὴν ἔνδειξιν δικάσαι, σαφῶς ἐρωτῶντας
τί λέγεις, Θεοκρίνη καὶ πάντες οἱ τῶν αὐτῶν τούτῳ μετέχοντες;
因为,对于为了维护法律而坐在这里的人来说,关注长篇大论和指控是不公正的,而应当关注你们所有人都能轻易理解的事情,并通过这些事情,让城邦里的所有人觉得你们以配得上法律的方式判决了这项起诉,从而清晰地质问:“西奥克里奈斯,以及所有与他同流合污的人,你们说什么?
ἀξιοῦθʼ ἡμᾶς, κατὰ τοὺς νόμους ὀμωμοκότας δικάσειν, παρὰ τούτους διὰ τοὺς ὑμετέρους λόγους ψηφίζεσθαι;
你们难道要求我们这些宣誓按照法律判决的人,因为你们的言辞而违反法律投票吗? ”