← デモステネス

第五十八弁論 テオクリネス弁論

§10-17

船の告発放棄と公金横領による法律違反

告発者はテオクリネスが船の告発を違法に放棄したことで二つの法律に違反していると指摘し、さらに彼が部族の公金を横領して名祖の英雄に対し七百ドラクマの債務を負っていることを暴いて第三の法律違反および告発資格の不在を証明する。また、テオクリネスが債務の名義人は祖父であると弁明する予測に対し、相続規定を根拠に有罪性は変わらないと反論する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§10

ὡς μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἔφηνε Θεοκρίνης τὸ τοῦ Μίκωνος πλοῖον, καὶ ὡς ἐξέκειτο πολὺν χρόνον ἡ φάσις, καὶ ὡς εἰς τὴν ἀνάκρισιν καλούμενος οὐχ ὑπήκουσεν οὐδʼ ἐπεξῆλθεν, ἀκηκόατε μαρτυρούντων οὓς εἰδέναι μάλιστα προσήκει. ὅτι δʼ οὐ ταῖς χιλίαις μόνον ἔνοχός ἐστιν, ἀλλὰ καὶ ἀπαγωγῇ καὶ τοῖς ἄλλοις ὅσα κελεύει πάσχειν ὁ νόμος οὑτοσὶ τὸν συκοφαντοῦντα τοὺς ἐμπόρους καὶ τοὺς ναυκλήρους, ῥᾳδίως ἐξ αὐτοῦ τοῦ νόμου γνώσεσθε.

ですから、裁判員の方々、テオクリネスがどのようにしてミコンの船を告発したか、そして、その告発書がどのようにして長い間公示されていたか、そして、予備審問に呼び出された彼が、どのように応じず、また裁判を追行しなかったかについては、これを知るのが最もふさわしい人々が証言するのをお聞きになりました。しかし、彼が千ドラクマの罰金に値するだけでなく、連行や、この法律が商人や船主を不当に告訴する者に受けるよう命じているその他のすべての罰則にも値することは、法律そのものから容易に知ることができるでしょう。

§11

βουλόμενος γὰρ ὁ τὸν νόμον τιθεὶς μήτε τοὺς ἀδικοῦντας τῶν ἐμπόρων ἀθῴους εἶναι, μήτε τοὺς ἄλλους πράγματʼ ἔχειν, ἁπλῶς ἀπεῖπε τοῖς τοιούτοις τῶν ἀνθρώπων μὴ φαίνειν, εἰ μὴ πιστεύει τις αὑτῷ δείξειν ἐν ὑμῖν γεγενημένα περὶ ὧν ποιεῖται τὴν φάσιν· ἐὰν δέ τις παρὰ ταῦτα ποιῇ τῶν συκοφαντούντων, ἔνδειξιν αὐτῶν εἶναι καὶ ἀπαγωγήν.1 μᾶλλον δὲ λέγε τὸν νόμον αὐτόν· πολὺ γὰρ ἐμοῦ σαφέστερον διδάξει. ΝΟΜΟΣ. ἀκούετε τοῦ νόμου ἃ κελεύει πάσχειν, ὦ ἄνδρες δικασταί, τὸν συκοφάντην. οὐκοῦν εἰ μέν τι πεποιηκότα τούτων ὧν ἔγραψεν ἐν τῇ φάσει Θεοκρίνης πεποιηκέναι τὸν Μίκωνα, καθυφεῖκε τὸ πρᾶγμα καὶ διαλέλυται πρὸς τὸν ἄνθρωπον, ἀδικεῖ πάντας ὑμᾶς καὶ δικαίως ὀφείλει τὰς χιλίας. εἰ δὲ πλεύσαντα αὐτὸν δικαίως οἷ προσῆκεν (ἔστω γὰρ ὁπότερον οὗτος βούλεται)2 φαίνει καὶ προσκαλεῖται, συκοφαντεῖ τοὺς ναυκλήρους, καὶ τὸν νόμον οὐ μόνον τὸν πρότερον, ἀλλὰ καὶ τὸν ἀρτίως ἀναγνωσθέντα παραβέβηκεν, καὶ καταμεμαρτύρηκεν αὑτοῦ μηδὲν ὑγιὲς μήτε λέγειν μήτε πράττειν.

というのも、立法者は、不正を行う商人たちが罰せられないままでいることも、それ以外の商人たちが煩わされることも望まなかったので、そのような人々に対し、自分が告発の対象としている事柄があなた方の前で証明できると確信していない限り、告発することを一律に禁じたのです。そして、もし不当な告訴をする者たちのうち誰かがこれに反して行動するなら、彼らに対する告発と連行が認められるようにしたのです。それよりも、法律そのものを読みなさい。私よりもはるかに明確に教えてくれるでしょう。 法律裁判員の方々、法律が不当な告訴人にどのような罰を受けるよう命じているか、お聞きになった通りです。したがって、もしミコンが、テオクリネスが告発状に彼が犯したと書いたこれらの罪の何かを行っていたのに、テオクリネスが事件をうやむやにし、その男と和解したのであるなら、彼はあなた方すべてに対して不義を働いており、当然ながら千ドラクマを支払う義務があります。しかし、もしミコンが本来行くべき場所に正当に航海したのに(この男が望む方のどちらの解釈でもよいですが)、彼を告発し召喚したのであるなら、彼は船主たちを不当に告訴しており、前の法律だけでなく、今しがた朗読された法律にも違反したことになり、自分が言うことも行うことも全く不健全であることを自ら証言したことになります。

§13

τίς γὰρ ἂν παρεὶς τὸ δικαίως πράττοντα λαβεῖν τὸ μέρος τῶν χρημάτων κατὰ τὸν νόμον, διαλυσάμενος ἐβουλήθη μικρὰ κερδᾶναι καὶ τούτοις ἔνοχον αὑτὸν καταστῆσαι τοῖς νόμοις, ἐξόν, ὅπερ ἀρτίως εἶπον, τὰ ἡμίσεα τῶν φανθέντων λαβεῖν; οὐδʼ ἂν εἷς, ὦ ἄνδρες δικασταί, μὴ οὐ συνειδὼς ἑαυτῷ συκοφαντοῦντι.3

なぜなら、法に従って正当に事を行うことで財産の一部を受け取ることを放棄し、和解してわずかな利益を得て、これらの法律によって有罪とされることを誰が望むでしょうか。さきほど私が言ったように、告発されたものの半分を受け取ることができたのに、です。裁判員の方々、自分が不当な告訴を行っているという自覚がない限り、そのような者は一人もいないでしょう。

§14

δύο μὲν τοίνυν οὗτοι νόμοι εἰσὶν οὓς παραβέβηκεν ὁ τοὺς ἄλλους παρανόμων γραφόμενος· ἕτερον δὲ τρίτον, ὃς ὁμοίως κελεύει κατά τε τῶν ὀφειλόντων τῷ δημοσίῳ τὰς ἐνδείξεις τὸν βουλόμενον ποιεῖσθαι τῶν πολιτῶν, καὶ ἐάν τις ὀφείλῃ τῇ Ἀθηνᾷ ἢ τῶν ἄλλων θεῶν ἢ τῶν ἐπωνύμων τῳ. ὃ φανήσεται οὗτος, ὀφείλων4 καὶ οὐκ ἐκτετεικὼς ἑπτακοσίας δραχμάς, ἃς ὦφλεν ἐν ταῖς εὐθύναις τῷ ἐπωνύμῳ τῆς αὑτοῦ φυλῆς. καί μοι λέγε τοῦτʼ αὐτὸ τοῦ νόμου. ΝΟΜΟΣ. ἐπίσχες. ἀκούεις, οὑτοσί, τί λέγει; ἢ τῶν ἐπωνύμων τῳ. λέγε δὴ τὴν τῶν φυλετῶν μαρτυρίαν. ΜΑΡΤΥΡΙΑ. ταχύ γʼ ἂν οὗτος, ὦ ἄνδρες δικασταί, ἀνθρώπων ὀλίγων φροντίσειεν ἢ τῶν τὸν πλεῖστον τοῦ χρόνου πλεόντων, ὥσπερ ὁ Μίκων, ὅστις τοὺς φυλέτας παρόντας οὔτʼ ἔδεισεν οὔτʼ ᾐσχύνθη, τοῦτο μὲν οὕτως αὐτῶν τὰ κοινὰ διοικήσας ὥστʼ ἐκείνους κλοπὴν αὐτοῦ καταγνῶναι, τοῦτο δὲ ὀφλὼν καὶ τοὺς νόμους ἀκριβῶς εἰδὼς ὅτι κωλύουσιν αὐτὸν γράφεσθαι γραφὰς ἕως ἂν ἐκτείσῃ, βιαζόμενος καὶ νομίζων δεῖν τοὺς μὲν ἄλλους τοὺς ὀφείλοντας μηδενὸς μετέχειν τῶν κοινῶν, αὑτὸν δὲ κρείττω τῶν νόμων εἶναι.

さて、他人を違法提案で告発しているこの男が違反した法律は、これら二つです。しかし、さらに第三の法律があり、それは、市民のうち望む者が、国庫への債務者に対して告発を行うことを同様に命じており、またアテナ、あるいは他の神々、あるいはエポニュモスの誰かに対して債務がある場合にも適用されます。そして、この男は、自身の部族のエポニュモスに対して、会計監査において科された七百ドラクマを、負債として支払いもせずに抱えていることが明らかになるでしょう。法律のまさにこの部分を読みなさい。 法律止まりなさい。そこにいるお前、これが何と言っているか聞こえるか。 ἢ τῶν ἐπωνύμων τῳ。では、部族民たちの証言を読みなさい。 証言裁判員の方々、目の前にいる部族民たちを恐れも恥じもしなかったようなこの男が、少数の人々や、ミコンのように時間の大部分を航海して過ごす人々を気にかけるはずがありません。この男は一方では、部族の共有財産を、彼らが彼に横領の判決を下すほどのように管理し、他方では、負債を負っており、また、支払いを済ませるまでは公訴を提起することを法律が禁じていると正確に知りながら、それを押し通して、他の債務者たちは共有の権利に何一つ関わるべきではないとする一方で、自分自身は法律よりも強いと考えているのです。

§16

φήσει τοίνυν τὸν πάππον, οὐχ αὑτὸν εἶναι τὸν ἐν τῷ γραμματείῳ γεγραμμένον, καὶ περὶ τούτου πολλοὺς ἐρεῖ λόγους, ὡς ἐκεῖνός ἐστιν. ἐγὼ δὲ τὸ μὲν ἀκριβές, ὁπότερός ἐστιν, οὐκ ἔχω λέγειν· εἰ δʼ οὖν ἐστιν ὡς οὗτος ἐρεῖ, πολὺ δικαιότερον εἶναι νομίζω καταψηφίσασθαι ὑμᾶς αὐτοῦ, εἰ ταῦθʼ οὕτως ἐστίν.

さて、彼は帳簿に書かれているのは祖父であって自分ではないと主張し、それが祖父であることを示すために多くの議論を重ねるでしょう。しかし、私はどちらであるか、正確なところを言うことはできません。しかし、仮にこの男が言う通りであるとしても、もし事態がそうであるなら、あなた方が彼に有罪判決を下す方がはるかに公正であると私は考えます。

§17

εἰ γὰρ ὀφείλοντος αὐτῷ τοῦ πάππου πάλαι, καὶ τοῦ νόμου κελεύοντος κληρονομεῖν τοῦτον τῶν ἐκείνου, προσῆκον αὐτῷ μηδὲ πάλαι γράφεσθαι ἐγράφετο, καὶ διὰ τοῦτο οἰήσεται δεῖν ἀποφεύγειν ὅτι πονηρὸς ἐκ τριγονίας ἐστίν, οὐ δίκαια ἐρεῖ,5 ὦ ἄνδρες δικασταί. ὡς οὖν καὶ παρʼ αὐτοῦ Θεοκρίνου ὁμολογεῖται τοῦτʼ εἶναι τὸ ὄφλημα καὶ κατετάξατο τοῖς φυλέταις ὑπὲρ αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, καὶ τοῖς βουλομένοις εὐορκεῖν οὐ καλῶς ἔχει ταύτην ἀπογιγνώσκειν τὴν ἔνδειξιν, λαβέ μοι τὸ ψήφισμα ὃ εἶπεν ἐν τοῖς φυλέταις Σκιρωνίδης.

というのも、もし彼の祖父が昔から負債を抱えており、法律が彼にその財産を相続するよう命じているため、本来ならば昔から公訴を提起する権利さえなかったはずなのに提起していたのだとしたら、そして彼が、自分が三代にわたる悪人であるからという理由で無罪放免されるべきだと考えるのだとしたら、裁判員の方々、彼の言うことは全く正しくありません。それゆえ、この負債が自分自身のものであることがテオクリネス自身によっても認められており、彼が部族民たちに対して自分自身と兄弟のために支払いの手配をしたこと、また誓いに従おうとする者たちにとって、この告発を無罪とすることが正しくないことを示すために、スキロニデスが部族民たちの中で提案した決議案を私のために取りなさい。

構文注5 件
  1. 11ἔνδειξιν αὐτῶν εἶναι καὶ ἀπαγωγήν

    不定詞 εἶναι は、前の主動詞 ἀπεῖπε(禁じた)に依存しているか、または引用されている法律の条文における命令的意図を表す不定法に由来する。いずれにせよ、「~が認められる(~が存在するべきである)」という意味を表す。

  2. 12ἔστω γὰρ ὁπότερον οὗτος βούλεται

    命令法 ἔστω(〜であれ)を用いた挿入句。「この男がどちらを望もうとも(構わない)」の意。テオクリネスが提示する二つの不都合なシナリオ(ミコンが実際に有罪でテオクリネスが和解したか、ミコンが完全な無罪でテオクリネスが不当告訴したか)のどちらが事実であっても、テオクリネスの違法性は免れないことを示す。

  3. 13μὴ οὐ συνειδὼς ἑαυτῷ συκοφαντοῦντι

    否定語 οὐδʼ ἂν εἷς(一人も〜ないだろう)に続く μὴ οὐ + 分詞の構文。条件節の代わりとして機能し、「自分が不当な告訴を行っていることを自覚していない限りは(一人もそうしないだろう)」という例外的な条件を表す。

  4. 14ὃ φανήσεται οὗτος, ὀφείλων

    文頭の関係代名詞 ὃ は前文の法律の規定(エポニュモス等に対する負債)を指す中性単数対格。ここでは「その規定に当てはまるものとして、この男が負債を負っていることが明らかになるだろう」と連結関係代名詞的に機能している。

  5. 17εἰ γὰρ ὀφείλοντος αὐτῷ τοῦ πάππου πάλαι... οὐ δίκαια ἐρεῖ

    二つの属格絶対句(ὀφείλοντος... / κελεύοντος...)、対格絶対句(προσῆκον...)、および οἰήσεται... の従属節を内包する複雑な条件文。主句は οὐ δίκαια ἐρεῖ(彼の言うことは正しくない)。προσῆκον αὐτῷ μηδὲ πάλαι γράφεσθαι は「昔から公訴を提起する権利が彼にはなかったはずなのに」という含みを持つ。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0014.tlg058.humanitext-grc2:10-17