Humanitext Reader

狄摩西尼 · 控诉埃乌布利德斯 §9-17

区民大会的舞弊投票与血统证明的预告

第 2 段,共 9 段 · 希腊语

内容简介

原告详细叙述了尤布利德斯如何故意拖延区民大会的时间,以便在黑暗中由少数同谋者进行舞弊投票来剥夺他的公民权。随后他宣布,自己已准备好通过父母双方的家系证明自己的雅典公民身份。

§9πρῶτον μέν, ἐπειδὴ συνελέγησαν οἱ δημόται, κατέτριψεν τὴν ἡμέραν δημηγορῶν καὶ ψηφίσματα γράφων.
首先,当区民们聚集起来时,他通过演说和撰写决议案消磨了整天的时间。
τοῦτο δʼ ἦν οὐκ ἀπὸ τοῦ αὐτομάτου, ἀλλʼ ἐπιβουλεύων ἐμοί, ὅπως ὡς ὀψιαίταθʼ ἡ διαψήφισις ἡ περὶ ἐμοῦ γένοιτο·
这绝非偶然,而是针对我的阴谋,目的是为了让关于我的投票尽可能晚地进行。
καὶ διεπράξατο τοῦτο.
而他也确实做到了这一点。
καὶ τῶν μὲν δημοτῶν οἱ ὀμόσαντες ἐγενόμεθα τρεῖς καὶ ἑβδομήκοντα, ἠρξάμεθα δὲ τοῦ διαψηφίζεσθαι δείλης ὀψίας, ὥστε συνέβη, ἡνίκα τοὐμὸν ὄνομʼ ἐκαλεῖτο, σκότος εἶναι ἤδη·
在区民中,我们宣誓的人共有七十三人,但我们开始投票时已是傍晚,结果当叫到我的名字时,天已经黑了。
§10καὶ γὰρ ἦν περὶ ἑξηκοστόν, καὶ ἐκλήθην ὕστατος ἁπάντων τῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κληθέντων, ἡνίχʼ οἱ μὲν πρεσβύτεροι τῶν δημοτῶν ἀπεληλύθεσαν εἰς τοὺς ἀγρούς·
实际上,我是第六十个左右,是在那天被召集的所有人中最后一个被叫到的,当时年长的区民已经返回了田间的家。
τοῦ γὰρ δήμου ἡμῖν, ὦ ἄνδρες δικασταί, πέντε καὶ τριάκοντα στάδια τοῦ ἄστεως ἀπέχοντος καὶ τῶν πλείστων ἐκεῖ οἰκούντων, ἀπεληλύθεσαν οἱ πολλοί· οἱ δὲ κατάλοιποι ἦσαν οὐ πλείους ἢ τριάκοντα.
裁判员诸君,因为我们的区距离市区有三十五斯塔德,而且大多数人都住在那里,所以大部分人都已经回去了,留下来的人不超过三十个。
ἐν δὲ τούτοις ἦσαν ἅπαντες οἱ τούτῳ παρεσκευασμένοι.
在这些人当中,全都是被此人收买好的人。
§11ἐπειδὴ δʼ ἐκλήθη τοὐμὸν ὄνομα, ἀναπηδήσας οὗτος ἐβλασφήμει κατʼ ἐμοῦ ταχὺ καὶ πολλὰ καὶ μεγάλῃ τῇ φωνῇ, ὥσπερ καὶ νῦν, μάρτυρα μὲν ὧν κατηγόρησεν οὐδένα παρασχόμενος οὔτε τῶν δημοτῶν οὔτε τῶν ἄλλων πολιτῶν, παρεκελεύετο δὲ τοῖς δημόταις ἀποψηφίζεσθαι.
当我的名字被叫到时,此人一跃而起,像现在一样,用宏亮的声音、极快的语速和大量的言辞对我进行诽谤,对于他所控告的事情,他没有提供任何来自区民或其他市民的证人,而只是极力怂恿区民们投票驱逐我。
§12ἀξιοῦντος δέ μου ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν διά τε τὴν ὥραν καὶ τὸ μηδένα μοι παρεῖναι τό τε πρᾶγμʼ ἄφνω προσπεπτωκέναι, ἵνα τούτῳ τʼ ἐξουσία γένοιθʼ ὁπόσα βούλοιτο κατηγορῆσαι καὶ μάρτυρας εἴ τινας ἔχοι παρασχέσθαι, ἐμοί τʼ ἐκγένοιτʼ ἀπολογήσασθαι ἐν ἅπασι τοῖς δημόταις καὶ τοὺς οἰκείους μάρτυρας παρασχέσθαι· καὶ ὅ τι γνοίησαν περὶ ἐμοῦ, τούτοις ἤθελον ἐμμένειν· §13οὗτος ὧν μὲν ἐγὼ προὐκαλούμην οὐδὲν ἐφρόντισεν, τὴν δὲ ψῆφον εὐθὺς ἐδίδου τοῖς παροῦσι τῶν δημοτῶν, οὔτʼ ἀπολογίαν οὐδεμίαν ἐμοὶ δοὺς οὔτʼ ἔλεγχον οὐδένʼ ἀκριβῆ ποιήσας.
尽管我因为时间已晚、身边没有支持者,且此事来得突然,而请求推迟到第二天,以便能让此人有充分的机会进行他所希望的任何控告并提供他可能有的任何证人,也让我得以在所有区民面前进行辩护并提供我自己的亲属作为证人;并且无论他们对我做出什么决定,我都愿意遵守;此人对我所提议的毫无理会,没有给我任何申辩的机会,也没有进行任何精确的审查,就立刻让在场的区民进行投票。
οἱ δὲ τούτῳ συνεστῶτες ἀναπηδήσαντες ἐψηφίζοντο.
与他结伙的人便一跃而起进行投票。
καὶ ἦν μὲν σκότος, οἱ δὲ λαμβάνοντες δύο καὶ τρεῖς ψήφους ἕκαστος παρὰ τούτου ἐνέβαλλον εἰς τὸν καδίσκον.
当时天色已暗,他们中有些人从他那里每人拿了两个或三个投票石扔进票箱。
σημεῖον δέ· οἱ μὲν γὰρ ψηφισάμενοι οὐ πλείους ἢ τριάκοντʼ ἦσαν, αἱ δὲ ψῆφοι ἠριθμήθησαν πλείους ἢ ἑξήκοντα, ὥστε πάντας ἡμᾶς ἐκπλαγῆναι.
证据是:投票的人不超过三十个,但数出来的票数却超过了六十张,这让我们所有人都大吃一惊。
§14καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ὅτι οὔτʼ ἐδόθη ἡ ψῆφος ἐν ἅπασιν πλείους τʼ ἐγένοντο τῶν ψηφισαμένων, μάρτυρας ὑμῖν παρέξομαι.
我将向你们提供证人,证明我所说属实,证明投票并未在所有人中进行,且票数多于投票人数。
συμβαίνει δέ μοι περὶ τούτων τῶν μὲν φίλων ἢ τῶν ἄλλων Ἀθηναίων μηδένα μάρτυρα παρεῖναι διά τε τὴν ὥραν καὶ διὰ τὸ μηδένα παρακαλέσαι, αὐτοῖς δὲ τοῖς ἠδικηκόσιν με χρῆσθαι μάρτυσιν.
但对于这些事,因为时间太晚且我没有召唤任何人,我的朋友或其他雅典人没有一个在场作证,以至于我不得不使用那些伤害我的人自己来作为证人。
ἃ οὖν οὐ δυνήσονται ἔξαρνοι γενέσθαι, ταῦτα γέγραφʼ αὐτοῖς.
因此,我把他们无法否认的事情为他们写了下来。
λέγε. ΜΑΡΤΥΡΙΑ.
请读。
§15εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, συνέβαινεν τοῖς Ἁλιμουσίοις περὶ ἁπάντων τῶν δημοτῶν διαψηφίσασθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, εἰκὸς ἦν καὶ εἰς ὀψὲ ψηφίζεσθαι, ἵνʼ ἀπηλλαγμένοι ἦσαν ποιήσαντες τὰ ὑμῖν ἐψηφισμένα.
[证言] 诸位陪审员,因此,如果当时哈利姆斯区民必须在那天完成对所有区民的投票,那么投票进行到深夜也是合理的,以便他们通过执行你们所决议的事情而得以解脱。
εἰ δὲ πλείους ἢ εἴκοσιν ὑπόλοιποι ἦσαν τῶν δημοτῶν, περὶ ὧν ἔδει τῇ ὑστεραίᾳ διαψηφίσασθαι, καὶ ὁμοίως ἦν ἀνάγκη συλλέγεσθαι τοὺς δημότας, τί ποτʼ ἦν τὸ δυσχερὲς Εὐβουλίδῃ ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν καὶ περὶ ἐμοῦ πρώτου τὴν ψῆφον διδόναι τοῖς δημόταις;
但如果还有二十多个区民剩下,必须在第二天对他们进行投票,且区民们同样必须聚集起来,那么尤布利德斯将此事推迟到第二天、并让区民们首先对我进行投票,究竟有什么困难呢?
§16διότι, ὦ ἄνδρες δικασταί, οὐκ ἠγνόει Εὐβουλίδης ὅτι, εἰ λόγος ἀποδοθήσοιτο καὶ παραγένοιντό μοι πάντες οἱ δημόται καὶ ἡ ψῆφος δικαίως δοθείη, οὐδαμοῦ γενήσονται οἱ μετὰ τούτου συνεστηκότες.
诸位陪审员,这是因为尤布利德斯深知,如果给予我申辩的机会,所有的区民都为我到场,并且投票能够公正地进行,那么与他结伙的那些人将无立足之地。
ὅθεν δʼ οὗτοι συνέστησαν, ταῦτα, ἐπειδὰν περὶ τοῦ γένους εἴπω, τότε, ἂν βούλησθʼ ἀκούειν, ἐρῶ.
至于他们是如何结成同伙的,等我谈完我的出身之后,如果你们愿意听,我那时再告诉你们。
§17νῦν δὲ τί δίκαιον νομίζω καὶ τί παρεσκεύασμαι ποιεῖν, ἄνδρες δικασταί;
那么现在,诸位陪审员,我认为公正的是什么,我又准备去做什么呢?
δεῖξαι πρὸς ὑμᾶς ἐμαυτὸν Ἀθηναῖον ὄντα καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρός, καὶ μάρτυρας τούτων, οὓς ὑμεῖς ἀληθεῖς φήσετʼ εἶναι, παρασχέσθαι, τὰς δὲ λοιδορίας καὶ τὰς αἰτίας ἀνελεῖν·
那就是向你们证明我自己无论在父系还是母系上都是雅典人,并为此提供你们将承认其真实性的证人,从而消除那些诽谤和指控。
ὑμᾶς δʼ ἀκούσαντας τούτων, ἐὰν μὲν ὑμῖν πολίτης ὢν κατεστασιάσθαι δοκῶ, σῴζειν, εἰ δὲ μή, πράττειν ὁποῖον ἄν τι ὑμῖν εὐσεβὲς εἶναι δοκῇ.
而你们在听了这些之后,如果觉得我是一个遭受党派阴谋陷害的公民,就请拯救我;如果不是,就请做出你们认为合乎神圣正义的任何裁决。
ἄρξομαι δʼ ἐντεῦθεν.
我将从此开始。

词汇与语法注释

  1. §9τῶν μὲν δημοτῶν οἱ ὀμόσαντες — 部分属格用法。`τῶν δημοτῶν` 修饰名词化的分词 `οἱ ὀμόσαντες`(宣誓的人)。这一整体构成了第一人称复数动词 `ἐγενόμεθα` 的主语,意为“我们当中宣誓的区民共有……”。
  2. §10τοῦ γὰρ δήμου ἡμῖν ... ἀπέχοντος — 属格绝对结构(分词独立主格)。`τοῦ δήμου` 是逻辑主语,`ἀπέχοντος` 是分词。`ἡμῖν` 是表示关系或所有权的与格(“对我们而言的区”,即“我们的区”),修饰主语。
  3. §15ἵνʼ ἀπηλλαγμένοι ἦσαν — 由表示目的的连词 `ἵna` 引导并接过去直说法的从句(此处为分词加未完成过去时直说法的迂回过去完成时),用来表示过去未曾实现的目的或结果(“以便他们本已完成了义务而得以脱身”)。
  4. §17δεῖξαι ... καὶ μάρτυρας ... παρασχέσθαι, τὰς δὲ λοιδορίας ... ἀνελεῖν — 并列的不定式从句。这些不定式(`δεῖξαι`, `παρασχέσθαι`, `ἀνελεῖν`)受 `νομίζω`(或省略的无人称动词 `δεῖ`)支配,作为对疑问句“我认为公正的是什么……”的具体回答,表明说话者的行动方针。

引用这一段

狄摩西尼, 控诉埃乌布利德斯 §9-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:9-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。