← デモステネス

第五十七弁論 エウブリデスへの抗弁

§9-17

不正な投票による市民名簿抹消の経緯と血統証明の予告

原告は、被告エウブリデスが区民の集まりで意図的に時間を引き延ばし、暗闇の中で不正な投票を行って自身を市民名簿から除外した経緯を詳述する。その上で、父母双方の系譜を通じて自らのアテネ市民権を証明する準備があることを宣言する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

πρῶτον μέν, ἐπειδὴ συνελέγησαν οἱ δημόται, κατέτριψεν τὴν ἡμέραν δημηγορῶν καὶ ψηφίσματα γράφων. τοῦτο δʼ ἦν οὐκ ἀπὸ τοῦ αὐτομάτου, ἀλλʼ ἐπιβουλεύων ἐμοί, ὅπως ὡς ὀψιαίταθʼ ἡ διαψήφισις ἡ περὶ ἐμοῦ γένοιτο· καὶ διεπράξατο τοῦτο. καὶ τῶν μὲν δημοτῶν οἱ ὀμόσαντες1 ἐγενόμεθα τρεῖς καὶ ἑβδομήκοντα, ἠρξάμεθα δὲ τοῦ διαψηφίζεσθαι δείλης ὀψίας, ὥστε συνέβη, ἡνίκα τοὐμὸν ὄνομʼ ἐκαλεῖτο, σκότος εἶναι ἤδη·

まず第一に、区民たちが集まると、彼は演説をしたり決議案を書いたりして一日中時間を引き延ばしました。これは偶然ではなく、私の投票をできるだけ遅らせようという、私に対する陰謀によるものでした。そして彼はそれを成し遂げたのです。誓約を立てた区民は、我々のうちで七十三人いましたが、我々が投票を始めたのは夕方遅くであり、その結果、私の名前が呼ばれたときには、すでに暗くなっていました。

§10

καὶ γὰρ ἦν περὶ ἑξηκοστόν, καὶ ἐκλήθην ὕστατος ἁπάντων τῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κληθέντων, ἡνίχʼ οἱ μὲν πρεσβύτεροι τῶν δημοτῶν ἀπεληλύθεσαν εἰς τοὺς ἀγρούς· τοῦ γὰρ δήμου ἡμῖν, ὦ ἄνδρες δικασταί, πέντε καὶ τριάκοντα στάδια τοῦ ἄστεως ἀπέχοντος2 καὶ τῶν πλείστων ἐκεῖ οἰκούντων, ἀπεληλύθεσαν οἱ πολλοί· οἱ δὲ κατάλοιποι ἦσαν οὐ πλείους ἢ τριάκοντα. ἐν δὲ τούτοις ἦσαν ἅπαντες οἱ τούτῳ παρεσκευασμένοι.

実際、私は六十番目くらいであり、その日名前を呼ばれたすべての者の中で最後に呼ばれましたが、その時、年配の区民たちは田舎へ帰ってしまっていました。裁判員諸君、我々の区は都市から三十五スタディオンも離れており、大半の者がそこに住んでいるため、多くの者は帰ってしまっていたのです。そして残っていた者は三十人以下でした。その中には、この男によって買収された者たちが全員含まれていました。

§11

ἐπειδὴ δʼ ἐκλήθη τοὐμὸν ὄνομα, ἀναπηδήσας οὗτος ἐβλασφήμει κατʼ ἐμοῦ ταχὺ καὶ πολλὰ καὶ μεγάλῃ τῇ φωνῇ, ὥσπερ καὶ νῦν, μάρτυρα μὲν ὧν κατηγόρησεν οὐδένα παρασχόμενος οὔτε τῶν δημοτῶν οὔτε τῶν ἄλλων πολιτῶν, παρεκελεύετο δὲ τοῖς δημόταις ἀποψηφίζεσθαι.

そして、私の名前が呼ばれると、この男は飛び起きて、今のように、大声で、早口に、かつ多くの言葉で私を誹謗中傷しました。彼が告発した事柄については、区民からも他の市民からも誰一人として証人を立てることなく、ただ区民たちに私を追放するよう促したのです。

§12

ἀξιοῦντος δέ μου ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν διά τε τὴν ὥραν καὶ τὸ μηδένα μοι παρεῖναι τό τε πρᾶγμʼ ἄφνω προσπεπτωκέναι, ἵνα τούτῳ τʼ ἐξουσία γένοιθʼ ὁπόσα βούλοιτο κατηγορῆσαι καὶ μάρτυρας εἴ τινας ἔχοι παρασχέσθαι, ἐμοί τʼ ἐκγένοιτʼ ἀπολογήσασθαι ἐν ἅπασι τοῖς δημόταις καὶ τοὺς οἰκείους μάρτυρας παρασχέσθαι· καὶ ὅ τι γνοίησαν περὶ ἐμοῦ, τούτοις ἤθελον ἐμμένειν·

私は、時間が遅いこと、誰も私の味方がいないこと、そしてこの事態が不意に降りかかったことから、翌日に延期することを要求しました。それは、この男にも望むだけの告発を行い、もしいるなら証人を立てる機会が与えられ、私にもすべての区民の前で弁明し、身内の証人を立てる機会が得られるようにするためでした。そして、区民たちが私について決定したことには、何であれ従うつもりでした。

§13

οὗτος ὧν μὲν ἐγὼ προὐκαλούμην οὐδὲν ἐφρόντισεν, τὴν δὲ ψῆφον εὐθὺς ἐδίδου τοῖς παροῦσι τῶν δημοτῶν, οὔτʼ ἀπολογίαν οὐδεμίαν ἐμοὶ δοὺς οὔτʼ ἔλεγχον οὐδένʼ ἀκριβῆ ποιήσας. οἱ δὲ τούτῳ συνεστῶτες ἀναπηδήσαντες ἐψηφίζοντο. καὶ ἦν μὲν σκότος, οἱ δὲ λαμβάνοντες δύο καὶ τρεῖς ψήφους ἕκαστος παρὰ τούτου ἐνέβαλλον εἰς τὸν καδίσκον. σημεῖον δέ· οἱ μὲν γὰρ ψηφισάμενοι οὐ πλείους ἢ τριάκοντʼ ἦσαν, αἱ δὲ ψῆφοι ἠριθμήθησαν πλείους ἢ ἑξήκοντα, ὥστε πάντας ἡμᾶς ἐκπλαγῆναι.

しかし、この男は私が申し出たことを全く気にかけず、私に何ら弁明の機会も与えず、正確な審査も行わないまま、その場にいた区民たちにすぐに投票をさせました。彼と結託した者たちが飛び起きて投票したのです。あたりは暗く、彼らの中には、この男から各自二枚も三枚も投票用の小石を受け取って投票箱に入れる者もいました。その証拠に、投票した者は三十人以下であったにもかかわらず、投票数は六十枚以上と数えられ、我々全員が驚愕したのです。

§14

καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ὅτι οὔτʼ ἐδόθη ἡ ψῆφος ἐν ἅπασιν πλείους τʼ ἐγένοντο τῶν ψηφισαμένων, μάρτυρας ὑμῖν παρέξομαι. συμβαίνει δέ μοι περὶ τούτων τῶν μὲν φίλων ἢ τῶν ἄλλων Ἀθηναίων μηδένα μάρτυρα παρεῖναι διά τε τὴν ὥραν καὶ διὰ τὸ μηδένα παρακαλέσαι, αὐτοῖς δὲ τοῖς ἠδικηκόσιν με χρῆσθαι μάρτυσιν. ἃ οὖν οὐ δυνήσονται ἔξαρνοι γενέσθαι, ταῦτα γέγραφʼ αὐτοῖς. λέγε. ΜΑΡΤΥΡΙΑ.

そして、私がこれらのことを真実として語っていること、投票が全員の中で行われなかったこと、そして投票した者より多くの票があったことについて、皆さんに証人を立てましょう。しかし私には、時間があまりに遅かったことと、誰も呼び集めなかったことから、友人や他のアテネ市民が誰一人として証人として立ち会っておらず、まさに私を害した者たち自身を証人として用いざるを得ないという事態が生じています。それゆえ、彼らが否認できない事柄を、彼らのために書面にまとめました。読みなさい。 [証言]

§15

εἰ μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, συνέβαινεν τοῖς Ἁλιμουσίοις περὶ ἁπάντων τῶν δημοτῶν διαψηφίσασθαι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, εἰκὸς ἦν καὶ εἰς ὀψὲ ψηφίζεσθαι, ἵνʼ ἀπηλλαγμένοι ἦσαν3 ποιήσαντες τὰ ὑμῖν ἐψηφισμένα. εἰ δὲ πλείους ἢ εἴκοσιν ὑπόλοιποι ἦσαν τῶν δημοτῶν, περὶ ὧν ἔδει τῇ ὑστεραίᾳ διαψηφίσασθαι, καὶ ὁμοίως ἦν ἀνάγκη συλλέγεσθαι τοὺς δημότας, τί ποτʼ ἦν τὸ δυσχερὲς Εὐβουλίδῃ ἀναβαλέσθαι εἰς τὴν ὑστεραίαν καὶ περὶ ἐμοῦ πρώτου τὴν ψῆφον διδόναι τοῖς δημόταις;

裁判員諸君、もし仮に、ハリムスの区民たちがその日にすべての区民について投票を終わらせなければならない状況であったなら、皆さんが議決したことを成し遂げてその義務から解放されているために、夜遅くまで投票することも道理にかなっていたでしょう。しかし、翌日に投票を行わねばならない区民がまだ二十人以上も残っており、いずれにせよ区民たちが集まることが不可欠であったのに、翌日に延期して、私の投票を翌日の最初に行うことについて、エウブリデスにとって一体何の不都合があったというのでしょうか。

§16

διότι, ὦ ἄνδρες δικασταί, οὐκ ἠγνόει Εὐβουλίδης ὅτι, εἰ λόγος ἀποδοθήσοιτο καὶ παραγένοιντό μοι πάντες οἱ δημόται καὶ ἡ ψῆφος δικαίως δοθείη, οὐδαμοῦ γενήσονται οἱ μετὰ τούτου συνεστηκότες. ὅθεν δʼ οὗτοι συνέστησαν, ταῦτα, ἐπειδὰν περὶ τοῦ γένους εἴπω, τότε, ἂν βούλησθʼ ἀκούειν, ἐρῶ.

裁判員諸君、それは、もし弁明の機会が与えられ、すべての区民が私のために集まり、そして投票が公正に行われるならば、この男と結託した者たちがどこにもいなくなってしまう(=勝ち目がなくなる)ということを、エウブリデスがよく知っていたからです。彼らがどのような経緯で結託したかについては、私の家系についてお話しした後で、もし皆さんがお聞きになりたければ、その時にお話ししましょう。

§17

νῦν δὲ τί δίκαιον νομίζω καὶ τί παρεσκεύασμαι ποιεῖν, ἄνδρες δικασταί; δεῖξαι πρὸς ὑμᾶς ἐμαυτὸν Ἀθηναῖον ὄντα καὶ τὰ πρὸς πατρὸς καὶ τὰ πρὸς μητρός, καὶ μάρτυρας τούτων, οὓς ὑμεῖς ἀληθεῖς φήσετʼ εἶναι, παρασχέσθαι, τὰς δὲ λοιδορίας καὶ τὰς αἰτίας ἀνελεῖν·4 ὑμᾶς δʼ ἀκούσαντας τούτων, ἐὰν μὲν ὑμῖν πολίτης ὢν κατεστασιάσθαι δοκῶ, σῴζειν, εἰ δὲ μή, πράττειν ὁποῖον ἄν τι ὑμῖν εὐσεβὲς εἶναι δοκῇ. ἄρξομαι δʼ ἐντεῦθεν.

そこで現在、裁判員諸君、私は何を公正なことと考え、何をしようと準備してきたでしょうか。それは、私が父方からも母方からもアテネ市民であることを皆さんに示し、皆さんが真実であると認めるであろう証人たちを立て、あの誹謗中傷や非難を退けることです。皆さんは、これらを聞いた上で、もし私が市民でありながら陰謀に陥ったと思われるなら、私を救っていただき、そう思われないなら、皆さんにとって神聖であると思われるような処置をとっていただくことです。では、ここから始めましょう。

構文注4 件
  1. 9τῶν μὲν δημοτῶν οἱ ὀμόσαντες

    部分属格の用法。τῶν δημοτῶν は名詞化した分詞 οἱ ὀμόσαντες(誓約を立てた人々)を修飾する。これら全体が1人称複数動詞 ἐγενόμεθα の主語を構成しており、「我々誓約した区民は全部で…」という意味になる。

  2. 10τοῦ γὰρ δήμου ἡμῖν ... ἀπέχοντος

    属格絶対(分詞による独立構造)。τοῦ δήμου が意味上の主語で ἀπέχοντος が分詞。ἡμῖν は関係・所有を示す与格(「我々にとっての区」すなわち「我々の区」)として主語にかかる。

  3. 15ἵνʼ ἀπηλλαγμένοι ἦσαν

    目的を表す接続詞 ἵνα のあとに直説法過去(ここでは完了分詞+直説法未完了過去による迂言的過去完了)が続く、過去における実現しなかった目的や結果を指す用法。「すでに(その用事から)解放されているはずであるように」という意味合いを表す。

  4. 17δεῖξαι ... καὶ μάρτυρας ... παρασχέσθαι, τὰς δὲ λοιδορίας ... ἀνελεῖν

    不定詞句の列挙。疑問文 τί δίκαιον νομίζω...;(私は何が公正であると考えているか)に対する具体的な説明として νομίζω (または省略された非人称の δεῖ)に支配される形となっており、「〜を示すこと、〜を立てること、〜を退けること」という話し手の行動指針を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 2 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:9-17