§18διαβεβλήκασι γάρ μου τὸν πατέρα, ὡς ἐξένιζεν·
因为他们诽谤我的父亲,声称他举止像个外国人。
καὶ ὅτι μὲν ἁλοὺς ὑπὸ τῶν πολεμίων ὑπὸ τὸν Δεκελεικὸν πόλεμον καὶ πραθεὶς εἰς Λευκάδα, Κλεάνδρῳ περιτυχὼν τῷ ὑποκριτῇ πρὸς τοὺς οἰκείους ἐσώθη δεῦρο πολλοστῷ χρόνῳ, παραλελοίπασιν, ὥσπερ δὲ δέον ἡμᾶς διʼ ἐκείνας τὰς ἀτυχίας ἀπολέσθαι, τὸ ξενίζειν αὐτοῦ κατηγορήκασιν.
然而,他们忽略了这样一个事实:在德凯莱亚战争期间,他被敌人俘虏并卖到了莱夫卡斯,但在遇到演员克莱安德罗斯之后,经过漫长的岁月,他终于获救回到了这里的亲人身边。 相反,他们仿佛认为我们理应因那些不幸而毁灭,竟然指控他“举止像外国人”。
§19ἐγὼ δʼ ἐξ αὐτῶν τούτων μάλιστʼ οἶμαι ὑμῖν ἐμαυτὸν Ἀθηναῖον ὄντʼ ἐπιδείξειν.
但我认为,恰恰通过这些事实,我能向你们最充分地证明我自己是雅典人。
καὶ πρῶτον μὲν ὡς ἑάλω καὶ ἐσώθη, μάρτυρας ὑμῖν παρέξομαι, ἔπειθʼ ὅτι ἀφικόμενος τῆς οὐσίας παρὰ τῶν θείων τὸ μέρος μετέλαβεν, εἶθʼ ὅτι οὔτʼ ἐν τοῖς δημόταις οὔτʼ ἐν τοῖς φράτερσιν οὔτʼ ἄλλοθι οὐδαμοῦ τὸν ξενίζοντʼ οὐδεὶς πώποτʼ ᾐτιάσαθʼ ὡς εἴη ξένος.
首先,我将向你们提供关于他如何被俘及获救的证人;其次,证明他回来时从叔叔们那里分得了财产;再者,证明无论在区民中、同信族中,还是在其他任何地方,从未有人因他所谓的“外国举止”而指控他是外国人。
καί μοι λαβὲ τὰς μαρτυρίας.
请帮我拿取这些证言。
ΜΑΡΤΥΡΙΑΙ. §20περὶ μὲν τῆς ἁλώσεως καὶ τῆς σωτηρίας, ἣν συνέβη γενέσθαι τῷ πατρὶ δεῦρο, ἀκηκόατε.
[证言] 关于我父亲被俘以及获救回到这里的经历,你们已经听到了。
ὡς δʼ ὑμέτερος ἦν πολίτης, ὦ ἄνδρες δικασταί (τὸ γὰρ ὂν καὶ ἀληθὲς οὕτως ὑπάρχει), μάρτυρας καλῶ τοὺς ζῶντας ὑμῖν τῶν συγγενῶν τῶν πρὸς πατρός.
但为了证明他是你们的公民(因为客观事实和真理确是如此),我为你们传唤他健在的父系亲属作证。
κάλει δή μοι πρῶτον μὲν Θουκριτίδην καὶ Χαρισιάδην· ὁ γὰρ τούτων πατὴρ Χαρίσιος ἀδελφὸς ἦν τοῦ πάππου τοῦ ἐμοῦ Θουκριτίδου καὶ Λυσαρέτης τῆς ἐμῆς τήθης (ἀδελφὴν γὰρ ὁ πάππος οὑμὸς ἔγημεν οὐχ ὁμομητρίαν), θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ·
请首先帮我传唤苏克里蒂德斯和哈里西亚德斯;因为他们的父亲哈里西奥斯是我祖父苏克里蒂德斯和祖母吕萨蕾特(实际上我的祖父娶了他同父异母的姐妹)的兄弟,也是我父亲的叔叔。
§21ἔπειτα Νικιάδην· καὶ γὰρ ὁ τούτου πατὴρ Λυσανίας ἀδελφὸς ἦν τοῦ Θουκριτίδου καὶ τῆς Λυσαρέτης, θεῖος δὲ τοῦ πατρὸς τοῦ ἐμοῦ·
接着,传唤尼基亚德斯;因为他的父亲吕萨尼亚斯也是苏克里蒂德斯和吕萨蕾特的兄弟,是我父亲的叔叔。
ἔπειτα Νικόστρατον· καὶ γὰρ ὁ τούτου πατὴρ Νικιάδης ἀδελφιδοῦς ἦν τῷ πάππῳ τῷ ἐμῷ καὶ τῇ τήθῃ, ἀνεψιὸς δὲ τῷ πατρί.
接着,传唤尼科斯特拉托斯;因为他的父亲尼基亚德斯是我祖父和祖母的侄子,是我父亲的堂兄弟。
καί μοι κάλει τούτους πάντας.
请帮我传唤所有这些人。
σὺ δʼ ἐπίλαβε τὸ ὕδωρ.
你,请把水止住。
ΜΑΡΤΥΡΕΣ. §22τῶν μὲν τοίνυν πρὸς ἀνδρῶν τῷ πατρὶ συγγενῶν ἀκηκόατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μαρτυρούντων καὶ διομνυμένων Ἀθηναῖον εἶναι καὶ συγγενῆ τὸν ἐμὸν πατέρʼ αὑτοῖς·
[证人] 雅典的诸位,因此,你们已经听到我父亲的父系亲属出庭作证并进行庄严宣誓,证明我的父亲是雅典人,也是他们的亲属。
ὧν οὐδεὶς δήπου, παραστησάμενος τοὺς συνεισομένους αὑτῷ τὰ ψευδῆ μαρτυροῦντι, κατʼ ἐξωλείας ἐπιορκεῖ.
在那些深知他在作伪证的人面前,他们中绝不会有人愿意冒着全家毁灭的诅咒去发假誓。
λαβὲ δὴ καὶ τὰς τῶν πρὸς γυναικῶν τῷ πατρὶ συγγενῶν μαρτυρίας.
现在,请也拿取我父亲母系亲属的证言。
ΜΑΡΤΥΡΙΑΙ. §23οἱ μὲν τοίνυν ζῶντες οὗτοι τῶν συγγενῶν τοῦ πατρὸς καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν μεμαρτυρήκασιν, ὡς ἦν ἀμφοτέρωθεν Ἀθηναῖος καὶ μετῆν τῆς πόλεως αὐτῷ δικαίως.
[证言] 我父亲这些健在的、无论是父系还是母系的亲属,都已经证明他双亲皆为雅典人,并且依法享有这个城邦的公民权。
κάλει δή μοι καὶ τοὺς φράτερας, ἔπειτα τοὺς γεννήτας.
现在,请帮我传唤同信族成员,接着传唤同族成员。
ΜΑΡΤΥΡΕΣ.
λαβὲ δὴ καὶ τὰς τῶν δημοτῶν μαρτυρίας, καὶ τὰς τῶν συγγενῶν περὶ τῶν φρατέρων, ὡς εἵλοντό με φρατρίαρχον.
[证人] 现在,也请拿取区民的证言,以及亲属们关于同信族成员选举我为同信族长官的证言。
ΜΑΡΤΥΡΙΑΙ. §24τὰ μὲν τοίνυν ὑπὸ τῶν συγγενῶν καὶ φρατέρων καὶ δημοτῶν καὶ γεννητῶν, ὧν προσήκει, μαρτυρούμενʼ ἀκηκόατε.
[证言] 因此,你们已经听取了亲属、同信族、区民和同族等相关人士所作的证言。
ἐξ ὧν ἔστιν ὑμῖν εἰδέναι, πότερόν ποτʼ ἀστὸς ἢ ξένος ἦν ᾧ ταῦθʼ ὑπῆρχεν.
通过这些,你们可以知晓,拥有这些权利的人究竟是公民还是外国人。
καὶ γὰρ εἰ μὲν εἰς ἕνʼ ἢ δύʼ ἀνθρώπους κατεφεύγομεν, εἴχομεν ἄν τινʼ ὑποψίαν παρεσκευάσθαι τούτους· εἰ δʼ ἐν ἅπασιν, ὅσοισπερ ἕκαστος ὑμῶν, ἐξητασμένος φαίνεται καὶ ζῶν ὁ πατὴρ καὶ νῦν ἐγώ, λέγω φράτερσι, συγγενέσι, δημόταις, γεννήταις, πῶς ἔνεστιν ἢ πῶς δυνατὸν τούτους ἅπαντας μὴ μετʼ ἀληθείας ὑπάρχοντας κατεσκευάσθαι;
因为,如果我们只投靠一两个人,你们或许还会怀疑我们收买了他们;但如果我的父亲在世时以及现在的我,在所有人——我指的是同信族、亲属、区民、同族——中都显出通过了与你们每个人相同的审查,那么,如果这不是基于事实,这所有人又怎么可能、或者怎么能够被我们收买呢?
§25εἰ μὲν τοίνυν εὔπορος ὢν ὁ πατὴρ χρήματα δοὺς τούτοις ἐφαίνετο πείσας συγγενεῖς αὐτοὺς ἑαυτοῦ φάσκειν εἶναι, λόγον εἶχεν ἂν ὑποψίαν τινʼ ἔχειν ὡς οὐκ ἦν ἀστός·
因此,如果我的父亲富有,并且显出是通过给这些人钱来劝说他们自称是他的亲属,那么怀疑他不是公民尚有情理可原。
εἰ δὲ πένης ὢν ἅμα συγγενεῖς τε παρέσχετο τοὺς αὐτοὺς καὶ μεταδιδόντας τῶν ὄντων ἐπεδείκνυε, πῶς οὐκ εὔδηλον ὅτι τῇ ἀληθείᾳ προσῆκε τούτοις;
但如果他身处贫困,却同时能提供这些亲属,并表明他们愿意分享财产,这难道不显然证明他在事实上与他们有亲属关系吗?
οὐ γὰρ ἂν δήπου, εἴ γε μηδενὶ ἦν οἰκεῖος, χρήματʼ αὐτῷ προστιθέντες οὗτοι τοῦ γένους μετεδίδοσαν.
因为如果他与任何人都没有亲属关系,他们绝不会既给他钱又让他分享家族的血统。
ἀλλʼ ἦν, ὡς τό τʼ ἔργον ἐδήλωσεν καὶ ὑμῖν μεμαρτύρηται.
然而,事实确如其实际行为所表明的、也确如向你们所作证的那样。
ἔτι τοίνυν ἀρχὰς ἔλαχεν καὶ ἦρξεν δοκιμασθείς.
此外,他还通过抽签获得了公职,并在通过资格审查后履行了职责。
καί μοι λαβὲ τὴν μαρτυρίαν.
请帮我拿取该项证言。
ΜΑΡΤΥΡΙΑ.
[证言]