§1πολλὰ καὶ ψευδῆ κατηγορηκότος ἡμῶν Εὐβουλίδου, καὶ βλασφημίας οὔτε προσηκούσας οὔτε δικαίας πεποιημένου, πειράσομαι τἀληθῆ καὶ τὰ δίκαια λέγων, ὦ ἄνδρες δικασταί, δεῖξαι καὶ μετὸν τῆς πόλεως ἡμῖν καὶ πεπονθότʼ ἐμαυτὸν οὐχὶ προσήκονθʼ ὑπὸ τούτου.
由于尤布利德斯对我们进行了许多虚假的控告,并且施加了既不合适也不公正的诽谤,诸位陪审员,我将通过讲述真实和公正的事情,力图向你们证明,我既享有这个城邦的公民权,又遭受了此人对我的不公对待。
δέομαι δʼ ἁπάντων ὑμῶν, ὦ ἄνδρες δικασταί, καὶ ἱκετεύω καὶ ἀντιβολῶ, λογισαμένους τό τε μέγεθος τοῦ παρόντος ἀγῶνος καὶ τὴν αἰσχύνην μεθʼ ἧς ὑπάρχει τοῖς ἁλισκομένοις ἀπολωλέναι, ἀκοῦσαι καὶ ἐμοῦ σιωπῇ, μάλιστα μέν, εἰ δυνατόν, μετὰ πλείονος εὐνοίας ἢ τούτου (τοῖς γὰρ ἐν κινδύνῳ καθεστηκόσιν εἰκὸς εὐνοϊκωτέρους ὑπάρχειν), εἰ δὲ μή, μετά γε τῆς ἴσης.
诸位陪审员,我恳求、请托并哀求你们所有人,考虑到当前这场诉讼的重大,以及被判有罪者在毁灭时所伴随的耻辱,请静静地听我申诉,如果可能的话,最好是对我抱有比对他更大的好意(因为对于处于危险之中的人,理应给予更多的同情),如果做不到这一点,至少也请保持同等的好意。
συμβαίνει δέ μοι τὸ μὲν καθʼ ἡμᾶς, §2ὦ ἄνδρες δικασταί, καὶ τὸ προσήκειν μοι τῆς πόλεως, θαρρεῖν καὶ πολλὰς ἔχειν ἐλπίδας καλῶς ἀγωνιεῖσθαι, τὸν καιρὸν δὲ καὶ τὸ παρωξύνθαι τὴν πόλιν πρὸς τὰς ἀποψηφίσεις φοβεῖσθαι·
然而对我来说,关于我们自身的情况,诸位陪审员,以及我在这座城邦中所享有的权利,使我满怀信心并寄予极大的希望,相信自己能够很好地应对这场诉讼;但当前的局势以及城邦对于驱逐投票的群情激愤,却让我感到恐惧。
πολλῶν γὰρ ἐξεληλαμένων δικαίως ἐκ πάντων τῶν δήμων, συγκεκοινωνήκαμεν τῆς δόξης ταύτης οἱ κατεστασιασμένοι, καὶ πρὸς τὴν κατʼ ἐκείνων αἰτίαν, οὐ πρὸς τὸ καθʼ αὑτὸν ἕκαστος ἀγωνιζόμεθα, ὥστʼ ἐξ ἀνάγκης μέγαν ἡμῖν εἶναι τὸν φόβον.
因为,尽管有许多人是从所有区中被公正地驱逐出去的,但我们这些遭受党派阴谋陷害的人,却也一同承受了这种恶名,而且我们是在与针对那些人的指控作斗争,而不是每个人只为自己的事情辩白,因此,我们的恐惧必然是巨大的。
§3οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων, ἃ νομίζω περὶ τούτων αὐτῶν πρῶτον εἶναι δίκαια, ἐρῶ πρὸς ὑμᾶς.
然而,尽管情况如此,我首先要向你们陈述我认为在这些事情本身中是公正的内容。
ἐγὼ γὰρ οἴομαι δεῖν ὑμᾶς τοῖς μὲν ἐξελεγχομένοις ξένοις οὖσιν χαλεπαίνειν, εἰ μήτε πείσαντες μήτε δεηθέντες ὑμῶν λάθρᾳ καὶ βίᾳ τῶν ὑμετέρων ἱερῶν καὶ κοινῶν μετεῖχον, τοῖς δʼ ἠτυχηκόσι καὶ δεικνύουσι πολίτας ὄντας αὑτοὺς βοηθεῖν καὶ σῴζειν, ἐνθυμουμένους ὅτι πάντων οἰκτρότατον πάθος ἡμῖν ἂν συμβαίη τοῖς ἠδικημένοις, εἰ τῶν λαμβανόντων δίκην ὄντες ἂν δικαίως μεθʼ ὑμῶν, ἐν τοῖς διδοῦσι γενοίμεθα καὶ συναδικηθείημεν διὰ τὴν τοῦ πράγματος ὀργήν.
因为我认为,你们应当对那些被证实是外邦人的人严加惩处,如果他们既没有说服你们,也没有请求你们,就暗中且强行参与了你们的神圣仪式和公共事务;但对于那些遭遇不幸并能证明自己是公民的人,你们应当给予援助并加以拯救,考虑到如果原本应当和你们一起公正地惩罚罪人的人,却落入被惩罚者的行列,并因为对该事件的愤怒而一同遭受不白之冤,这对于我们这些受害者来说,将是所有遭遇中最令人同情的事。
§4ᾤμην μὲν οὖν ἔγωγʼ, ὦ ἄνδρες δικασταί, προσήκειν Εὐβουλίδῃ, καὶ πᾶσιν δʼ ὅσοι νῦν ἐπὶ ταῖς ἀποψηφίσεσιν κατηγοροῦσιν, ὅσʼ ἴσασιν ἀκριβῶς λέγειν καὶ μηδεμίαν προσάγειν ἀκοὴν πρὸς τὸν τοιοῦτον ἀγῶνα.
诸位陪审员,我原本以为,对于尤布利德斯以及所有现在在驱逐投票中进行控告的人来说,只陈述他们确切知道的事情,而不把任何传闻带入这种诉讼,才是合适的。
οὕτω γὰρ τοῦτʼ ἄδικον καὶ σφόδρα πάλαι κέκριται, ὥστʼ οὐδὲ μαρτυρεῖν ἀκοὴν ἐῶσιν οἱ νόμοι, οὐδʼ ἐπὶ τοῖς πάνυ φαύλοις ἐγκλήμασιν, εἰκότως·
因为这件事在很久以前就被判定为非常不公正,以至于法律甚至不允许在最微不足道的指控中提供传闻证据,这显然是合理的。
ὅπου γὰρ εἰδέναι τινὲς ἤδη φήσαντες ψευδεῖς ἐφάνησαν, πῶς ἅ γε μηδʼ αὐτὸς οἶδεν ὁ λέγων, προσήκει πιστεύεσθαι;
既然连那些声称自己知道的人,后来都被证实是在说谎,那么对于说话者自己都不知道的事情,又怎么适合被相信呢?
§5ἀλλὰ μὴν ὅπου γε μηδʼ ὑπεύθυνον καθιστάνθʼ ἑαυτὸν ἔξεστιν, διʼ ὧν ἂν ἀκοῦσαι τις φῇ, βλάπτειν μηδένα, πῶς ἀνυπευθύνῳ γε λέγοντι προσήκει πιστεύειν ὑμᾶς;
况且,即使在愿意承担法律责任的情况下,也不允许通过声称自己听到的事情来伤害任何人,那么对于一个不承担任何法律责任的说话者,你们怎么适合相信他呢?
ἐπειδὴ τοίνυν οὗτος εἰδὼς τοὺς νόμους καὶ μᾶλλον ἢ προσῆκεν, ἀδίκως καὶ πλεονεκτικῶς τὴν κατηγορίαν πεποίηται, ἀναγκαῖον ἐμοὶ περὶ ὧν ἐν τοῖς δημόταις ὑβρίσθην πρῶτον εἰπεῖν.
既然此人明知法律,甚至超出了应有的限度,却极不公正且自私地进行了控告,那么我必须首先向你们说明我在区民中所遭受的侮辱。
§6ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέπω τὴν τῶν δημοτῶν ἀποψήφισιν ποιεῖσθαι τεκμήριον ὑμᾶς, ὡς ἄρʼ οὐχὶ προσήκει μοι τῆς πόλεως.
雅典的公民们,我请求你们不要把区民们的驱逐投票作为我已经不享有城邦公民权的证据。
εἰ γὰρ πάντʼ ἐνομίζετε τὰ δίκαια δυνήσεσθαι τοὺς δημότας διακρῖναι, οὐκ ἂν ἐδώκατε τὴν εἰς ὑμᾶς ἔφεσιν· νῦν δὲ καὶ διὰ φιλονικίαν καὶ διὰ φθόνον καὶ διʼ ἔχθραν καὶ διʼ ἄλλας προφάσεις ἔσεσθαί τι τοιοῦτον ἡγούμενοι, τὴν εἰς ὑμᾶς τοῖς ἀδικηθεῖσιν ἐποιήσατε καταφυγήν, διʼ ἣν καλῶς ποιοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἠδικημένους ἅπαντας σεσῴκατε.
因为如果你们认为区民们能够公正地裁判一切事情,你们就不会给予向你们申诉的权利;但事实上,你们考虑到由于党派之争、嫉妒、仇恨或其他借口,会发生此类事情,才为遭受不公的人设立了向你们申诉的避难所,由于这一制度,雅典的公民们,你们做得很对,挽救了所有遭受不公的人。
§7πρῶτον μὲν οὖν ὃν τρόπον ἐν τοῖς δημόταις συνέβη τὴν διαψήφισιν γενέσθαι, φράσω πρὸς ὑμᾶς·
因此,首先我将向你们说明在区民中是如何进行投票的。
τὸ γὰρ εἰς αὐτὸ τὸ πρᾶγμα πάντα λέγειν τοῦτʼ ἐγὼ ὑπολαμβάνω, ὅσα τις παρὰ τὸ ψήφισμα πέπονθεν ἀδίκως καταστασιασθείς, ἐπιδεῖξαι.
因为我认为,表明某人因违反决议而在党派斗争中遭受了怎样的不公对待,就是针对事情本身陈述一切。
§8Εὐβουλίδης γὰρ οὑτοσί, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς ὑμῶν ἴσασι πολλοί, γραψάμενος ἀσεβείας τὴν ἀδελφὴν τὴν Λακεδαιμονίου τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετέλαβεν.
雅典的公民们,正如你们许多人所知,这里的尤布利德斯曾指控拉刻代莫尼乌斯的姐姐犯有不敬罪,但未能获得五分之一的票数。
ὅτι δὴ ἐν ἐκείνῳ τῷ ἀγῶνι τὰ δίκαια, τούτῳ δὲ τἀναντίʼ ἐμαρτύρησα, διὰ ταύτην τὴν ἔχθραν ἐπιτίθεταί μοι.
正是因为在那是场诉讼中,我作了公正的证言,而他却作了相反的证言,他正是因为这种仇恨才攻击我。
καὶ βουλεύων, ὦ ἄνδρες δικασταί, καὶ κύριος ὢν τοῦ θʼ ὅρκου καὶ τῶν γραμμάτων ἐξ ὧν ἀνεκάλει τοὺς δημότας, τί ποιεῖ;
诸位陪审员,他作为议员,掌握着誓言和据以召集区民的名簿,他又做了什么呢?