§41ὁ Πρωτόμαχος πένης ἦν· ἐπικλήρου δὲ κληρονομήσας εὐπόρου, τὴν μητέρα βουληθεὶς ἐκδοῦναι πείθει λαβεῖν αὐτὴν Θούκριτον τὸν πατέρα τὸν ἐμόν, ὄνθʼ ἑαυτοῦ γνώριμον, καὶ ἐγγυᾶται ὁ πατὴρ τὴν μητέρα τὴν ἐμὴν παρὰ τοῦ ἀδελφοῦ αὐτῆς Τιμοκράτους Μελιτέως, παρόντων τῶν τε θείων ἀμφοτέρων τῶν ἑαυτοῦ καὶ ἄλλων μαρτύρων·
普罗托马科斯很贫穷;但他由于娶了一个富有的女继承人,便想把我母亲嫁出去,于是说服了他的熟人——也就是我的父亲图克里托斯——娶她;我的父亲就在自己的两位叔父以及其他证人到场的情况下,向我母亲的兄弟——梅利特区的提摩克拉特斯,订下了与我母亲的婚约;这些人中凡是还健在的,都将为你们作证。
καὶ τούτων ὅσοι ζῶσι, μαρτυρήσουσιν ὑμῖν. §42μετὰ δὲ ταῦτα χρόνῳ ὕστερον παιδίων αὐτῇ δυοῖν ἤδη γεγενημένων, καὶ τοῦ μὲν πατρὸς στρατευομένου καὶ ἀποδημοῦντος μετὰ Θρασυβούλου, αὐτὴ δʼ οὖσʼ ἐν ἀπορίαις ἠναγκάσθη τὸν Κλεινίαν τὸν τοῦ Κλειδίκου τιτθεῦσαι, τῷ μὲν εἰς ἔμʼ ἥκοντι κινδύνῳ νῦν μὰ τὸν Διʼ οὐχὶ συμφέρον πρᾶγμα ποιήσασα (ἀπὸ γὰρ ταύτης τῆς τιτθείας ἅπασʼ ἡ περὶ ἡμᾶς γέγονεν βλασφημία), τῇ μέντοι ὑπαρχούσῃ πενίᾳ ἴσως καὶ ἀναγκαῖα καὶ ἁρμόττοντα ποιοῦσα.
此后过了一段时间,在母亲已经生下两个孩子之后,而我的父亲正与色拉西布洛斯一同出征在外,母亲自己也陷入了困境,因而被迫去给克莱迪科斯之子克莱尼亚斯当乳母。 借由宙斯发誓,此举对于我现在所面临的危险,绝对算不上是一件有利的事(因为正是由于这件当乳母的事,才产生了针对我们的所有诽谤),然而对于当时所面临的贫穷而言,她做出的或许既是无奈之举,也是合情合理的。
§43φαίνεται τοίνυν οὐχ ὁ ἐμὸς πατὴρ πρῶτος, ὦ ἄνδρες Ἀθηναῖοι, λαβὼν τὴν ἐμὴν μητέρα, ἀλλʼ ὁ Πρωτόμαχος, καὶ παῖδας ποιησάμενος καὶ θυγατέρʼ ἐκδούς· ὃς καὶ τετελευτηκὼς ὅμως μαρτυρεῖ τοῖς ἔργοις ἀστήν τʼ αὐτὴν καὶ πολῖτιν εἶναι.
由此可见,雅典的诸位,最初娶我母亲的并不是我的父亲,而是普罗托马科斯,他与她生了孩子,并且把女儿嫁了出去;他虽然已经去世,却依然通过其当年的行为,证明了她是一个公民,是城邦的成员。
ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι πρῶτον μὲν τοὺς τοῦ Πρωτομάχου υἱεῖς, ἔπειτα τοὺς ἐγγυωμένῳ παρόντας τῷ πατρὶ καὶ τῶν φρατέρων τοὺς οἰκείους, οἷς τὴν γαμηλίαν εἰσήνεγκεν ὑπὲρ τῆς μητρὸς ὁ πατήρ, εἶτʼ Εὔνικον Χολαργέα τὸν τὴν ἀδελφὴν λαβόντα τὴν ἐμὴν παρὰ τοῦ Πρωτομάχου, εἶτα τὸν υἱὸν τῆς ἀδελφῆς.
为了证明我所说的是真话,首先请为我传唤普罗托马科斯的儿子们,接着传唤见证了我父亲订婚的人们,以及那些收到了我父亲为我母亲缴纳的结婚献礼的胞族亲属,然后是娶了普罗托马科斯许配的我姐姐的霍拉尔古斯区的埃乌尼科斯,以及姐姐的儿子。
κάλει τούτους.
传唤这些人。
ΜΑΡΤΥΡΕΣ. §44πῶς οὖν οὐκ ἂν οἰκτρότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων ἐγὼ πεπονθὼς εἴην, εἰ τῶν συγγενῶν ὄντων τοσούτων τουτωνὶ καὶ μαρτυρούντων καὶ διομνυμένων ἐμοὶ προσήκειν, μηδεὶς μηδενὶ τούτων ἀμφισβητῶν ὡς οὐκ εἰσὶ πολῖται, ἐμὲ ψηφίσαισθʼ εἶναι ξένον;
[证人] 那么,雅典的诸位,在有这么多亲属出庭证明并庄严宣誓他们与我有血缘关系,且没有任何人对他们中任何一人的公民身份提出异议的情况下,你们却投票判我是一个外国人,那我岂不是遭受了所有人中最可怜的命运吗?
λαβὲ δή μοι καὶ τὴν τοῦ Κλεινίου καὶ τὴν τῶν συγγενῶν αὐτοῦ μαρτυρίαν· οἳ ἴσασιν δήπου τίς οὖσά ποθʼ ἡ ἐμὴ μήτηρ ἐτίτθευσεν αὐτόν.
也请帮我拿取克莱尼亚斯及其亲属的证言;他们想必很清楚,当年我母亲是以何种身份担任他乳母的。
οὐ γὰρ ἃ τήμερον ἡμεῖς φαμέν, εὔορκον αὐτοῖς μαρτυρεῖν, ἀλλʼ ἃ πάντα τὸν χρόνον ᾔδεσαν τὴν ἡμετέραν μὲν μητέρα, τιτθὴν δὲ τούτου νομιζομένην.
因为他们问心无愧能作证的,并非我们今天所说的话,而是他们长期以来所熟知的事实——即她确实是我们的母亲,却被看作是他的乳母。
§45καὶ γὰρ εἰ ταπεινὸν ἡ τιτθή, τὴν ἀλήθειαν οὐ φεύγω· οὐ γὰρ εἰ πένητες ἦμεν, ἠδικήκαμεν, ἀλλʼ εἰ μὴ πολῖται· οὐδὲ περὶ τύχης οὐδὲ περὶ χρημάτων ἡμῖν ἐστὶν ὁ παρὼν ἀγών, ἀλλʼ ὑπὲρ γένους.
因为即使乳母是一个卑微的职业,我也不回避真相;因为如果我们贫穷,我们并没有犯错,但如果我们不是公民,那才是犯错;我们眼前的这场诉讼,无关境遇也无关钱财,而是关系到血统。
πολλὰ δουλικὰ καὶ ταπεινὰ πράγματα τοὺς ἐλευθέρους ἡ πενία βιάζεται ποιεῖν, ἐφʼ οἷς ἐλεοῖντʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιότερον ἢ προσαπολλύοιντο.
贫穷迫使自由人去做许多奴性的和卑微的事情,雅典的诸位,因为这些事情,他们理应获得同情,而不是在贫困之余还要遭受毁灭。
ὡς γὰρ ἐγὼ ἀκούω, πολλαὶ καὶ τιτθαὶ καὶ ἔριθοι καὶ τρυγήτριαι γεγόνασιν ὑπὸ τῶν τῆς πόλεως κατʼ ἐκείνους τοὺς χρόνους συμφορῶν ἀσταὶ γυναῖκες, πολλαὶ δʼ ἐκ πενήτων πλούσιαι νῦν.
因为据我所闻,由于那个时期城邦遭遇的种种不幸,许多公民女性都做过乳母、女红和采葡萄工,而当时许多贫穷的人,如今已变得富有。
ἀλλʼ αὐτίχʼ ὑπὲρ τούτων.
不过关于这些事,我稍后再说。
νῦν δὲ τοὺς μάρτυρας κάλει.
现在请传唤证人。
ΜΑΡΤΥΡΕΣ. §46οὐκοῦν ὅτι μὲν καὶ τὰ πρὸς μητρός εἰμʼ ἀστὸς καὶ τὰ πρὸς πατρός, τὰ μὲν ἐξ ὧν ἄρτι μεμαρτύρηται μεμαθήκατε πάντες, τὰ δʼ ἐξ ὧν πρότερον περὶ τοῦ πατρός.
[证人] 因此,无论在母亲一方还是父亲一方,我都是一个公民。 关于这一点,你们大家已从刚才作证的内容中了解了一部分,也从之前关于我父亲的证言中了解了另一部分。
λοιπὸν δέ μοι περὶ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν, τὸ μὲν ἁπλούστατον οἶμαι καὶ δικαιότατον, ἐξ ἀμφοτέρων ἀστῶν ὄντα με, κεκληρονομηκότα καὶ τῆς οὐσίας καὶ τοῦ γένους, εἶναι πολίτην· οὐ μὴν ἀλλὰ καὶ τὰ προσήκοντα πάντʼ ἐπιδείξω μάρτυρας παρεχόμενος, ὡς εἰσήχθην εἰς τοὺς φράτερας, ὡς ἐνεγράφην εἰς τοὺς δημότας, ὡς ὑπʼ αὐτῶν τούτων προὐκρίθην ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ, ὡς ἦρχον ἀρχὰς δοκιμασθείς.
接下来,我还有必要向你们谈谈我自己的情况。 我认为最简单也最公正的一点是:我既生于双亲皆为公民的家庭,又继承了他们的财产和血统,那我自然是一名公民;不仅如此,我还将通过提供证人,向你们展示所有相关的证据,包括:我是如何被引入胞族的,我是如何被登记入区民名册的,以及如何被这些人亲自从最显贵者中推选出来去抽签担任赫拉克勒斯祭司,以及在通过资格审查后如何担任公职。
καί μοι κάλει αὐτούς.
请为我传唤他们。
ΜΑΡΤΥΡΕΣ.
[证人]