- 底本
- Demosthenes. Orationes, Vol. III. Rennie, W., editor. Oxford: Clarendon Press, 1931.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:41-46
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
話者は、母が父と正式な婚約を経て結婚した経緯や、困窮からやむを得ず乳母を務めた背景を証人の証言とともに説明する。さらに、自身が両親とも市民であり、フラトリアや区に登録されて公職を務めた正当な市民であることを主張する。
ὁ Πρωτόμαχος πένης ἦν· ἐπικλήρου δὲ κληρονομήσας εὐπόρου,1 τὴν μητέρα βουληθεὶς ἐκδοῦναι πείθει λαβεῖν αὐτὴν Θούκριτον τὸν πατέρα τὸν ἐμόν, ὄνθʼ ἑαυτοῦ γνώριμον, καὶ ἐγγυᾶται ὁ πατὴρ τὴν μητέρα τὴν ἐμὴν παρὰ τοῦ ἀδελφοῦ αὐτῆς Τιμοκράτους Μελιτέως, παρόντων τῶν τε θείων ἀμφοτέρων τῶν ἑαυτοῦ καὶ ἄλλων μαρτύρων· καὶ τούτων ὅσοι ζῶσι, μαρτυρήσουσιν ὑμῖν.
プロトマコスは貧しかったのですが、裕福な女相続人を(妻として)娶ったため、私の母を他へ嫁がせたいと考え、自分の知人であった私の父トゥクリトスを説得して彼女を娶らせました。そして、父は、母の兄弟であるメリテ区のティモクラテスから、自分の両方の叔父たちおよび他の証人たちが立ち会う中で、私の母を婚約により娶ったのです。そして彼らのうち、今も存命の者たちが皆さんのために証言してくれます。
μετὰ δὲ ταῦτα χρόνῳ ὕστερον παιδίων αὐτῇ δυοῖν ἤδη γεγενημένων, καὶ τοῦ μὲν πατρὸς στρατευομένου καὶ ἀποδημοῦντος μετὰ Θρασυβούλου, αὐτὴ δʼ οὖσʼ ἐν ἀπορίαις ἠναγκάσθη τὸν Κλεινίαν τὸν τοῦ Κλειδίκου τιτθεῦσαι, τῷ μὲν εἰς ἔμʼ ἥκοντι κινδύνῳ νῦν μὰ τὸν Διʼ οὐχὶ συμφέρον πρᾶγμα ποιήσασα2 (ἀπὸ γὰρ ταύτης τῆς τιτθείας ἅπασʼ ἡ περὶ ἡμᾶς γέγονεν βλασφημία), τῇ μέντοι ὑπαρχούσῃ πενίᾳ ἴσως καὶ ἀναγκαῖα καὶ ἁρμόττοντα ποιοῦσα.
この後しばらくして、母にすでに二人の子供が生まれたのち、父はトラシュブロスとともに従軍してアテネを離れており、母自身は困窮していたために、クレイディコスの息子クレイニアスの乳母をすることを余儀なくされました。このことは、ゼウスにかけて、現在私に及んでいる危険にとっては有益なことをしたとは到底言えませんが(というのも、この乳母の仕事から、私たちに対するすべての中傷が生じたのですから)、その時置かれていた貧しさに対しては、おそらく必要であり、かつふさわしいことをしたのです。
φαίνεται τοίνυν οὐχ ὁ ἐμὸς πατὴρ πρῶτος, ὦ ἄνδρες Ἀθηναῖοι, λαβὼν τὴν ἐμὴν μητέρα, ἀλλʼ ὁ Πρωτόμαχος, καὶ παῖδας ποιησάμενος καὶ θυγατέρʼ ἐκδούς· ὃς καὶ τετελευτηκὼς ὅμως μαρτυρεῖ τοῖς ἔργοις ἀστήν τʼ αὐτὴν καὶ πολῖτιν εἶναι. ὡς οὖν ταῦτʼ ἀληθῆ λέγω, κάλει μοι πρῶτον μὲν τοὺς τοῦ Πρωτομάχου υἱεῖς, ἔπειτα τοὺς ἐγγυωμένῳ παρόντας τῷ πατρὶ καὶ τῶν φρατέρων τοὺς οἰκείους, οἷς τὴν γαμηλίαν εἰσήνεγκεν ὑπὲρ τῆς μητρὸς ὁ πατήρ, εἶτʼ Εὔνικον Χολαργέα τὸν τὴν ἀδελφὴν λαβόντα τὴν ἐμὴν παρὰ τοῦ Πρωτομάχου, εἶτα τὸν υἱὸν τῆς ἀδελφῆς. κάλει τούτους. ΜΑΡΤΥΡΕΣ. πῶς οὖν οὐκ ἂν οἰκτρότατʼ, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων ἐγὼ πεπονθὼς εἴην, εἰ τῶν συγγενῶν ὄντων τοσούτων τουτωνὶ καὶ μαρτυρούντων καὶ διομνυμένων ἐμοὶ προσήκειν, μηδεὶς μηδενὶ τούτων ἀμφισβητῶν ὡς οὐκ εἰσὶ πολῖται, ἐμὲ ψηφίσαισθʼ εἶναι ξένον;3 λαβὲ δή μοι καὶ τὴν τοῦ Κλεινίου καὶ τὴν τῶν συγγενῶν αὐτοῦ μαρτυρίαν· οἳ ἴσασιν δήπου τίς οὖσά ποθʼ ἡ ἐμὴ μήτηρ ἐτίτθευσεν αὐτόν. οὐ γὰρ ἃ τήμερον ἡμεῖς φαμέν, εὔορκον αὐτοῖς μαρτυρεῖν, ἀλλʼ ἃ πάντα τὸν χρόνον ᾔδεσαν τὴν ἡμετέραν μὲν μητέρα, τιτθὴν δὲ τούτου νομιζομένην.
したがって、アテネの人々よ、私の母を最初に娶ったのは私の父ではなく、プロトマコスであったことが明らかになります。彼は彼女との間に子供をもうけ、その娘を他へ嫁がせました。彼はすでに亡くなっているとはいえ、自らの行いによって、彼女が市民であり、かつポリスの成員であることを証言しているのです。私がこれらのことを真実として語っていることを示すために、まずは私のためにプロトマコスの息子たちを、次に、父の婚約の場に立ち会った人々、および、父が母のために結婚の捧げ物(ガメリア)を納めたフラトリアの親族たちを、それから、プロトマコスから私の姉(妹)を妻として迎えたコラルゴス区のエウニコスを、そしてその姉(妹)の息子を呼んでください。彼らを呼んでください。 〔証人〕そうであるなら、アテネの人々よ、このように多くの親族がいて、彼らが私と親族関係にあることを証言し厳粛に宣誓しており、しかも彼らのうちの誰に対しても市民ではないと異議を唱える者が誰もいないにもかかわらず、皆さんが私を外国人であると議決するようなことになれば、私はすべての人の中で最も哀れな目に遭ったことにならないでしょうか。私のために、クレイニアスおよび彼の親族の証言をも受け取ってください。彼らは、私の母がどのような身分の者としてかつて彼(クレイニアス)の乳母をしたのかを確かに知っているはずです。なぜなら、今日私たちが言っていることではなく、彼らがこれまでずっと知っていたこと、すなわち、彼女が私たちの母であり、彼(クレイニアス)の乳母と見なされていたことこそを、彼らは偽りなく証言できるからです。
καὶ γὰρ εἰ ταπεινὸν ἡ τιτθή, τὴν ἀλήθειαν οὐ φεύγω· οὐ γὰρ εἰ πένητες ἦμεν, ἠδικήκαμεν, ἀλλʼ εἰ μὴ πολῖται· οὐδὲ περὶ τύχης οὐδὲ περὶ χρημάτων ἡμῖν ἐστὶν ὁ παρὼν ἀγών, ἀλλʼ ὑπὲρ γένους. πολλὰ δουλικὰ καὶ ταπεινὰ πράγματα τοὺς ἐλευθέρους ἡ πενία βιάζεται ποιεῖν, ἐφʼ οἷς ἐλεοῖντʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, δικαιότερον ἢ προσαπολλύοιντο. ὡς γὰρ ἐγὼ ἀκούω, πολλαὶ καὶ τιτθαὶ καὶ ἔριθοι καὶ τρυγήτριαι γεγόνασιν ὑπὸ τῶν τῆς πόλεως κατʼ ἐκείνους τοὺς χρόνους συμφορῶν ἀσταὶ γυναῖκες, πολλαὶ δʼ ἐκ πενήτων πλούσιαι νῦν. ἀλλʼ αὐτίχʼ ὑπὲρ τούτων. νῦν δὲ τοὺς μάρτυρας κάλει. ΜΑΡΤΥΡΕΣ. οὐκοῦν ὅτι μὲν καὶ τὰ πρὸς μητρός εἰμʼ ἀστὸς καὶ τὰ πρὸς πατρός, τὰ μὲν ἐξ ὧν ἄρτι μεμαρτύρηται μεμαθήκατε πάντες, τὰ δʼ ἐξ ὧν πρότερον περὶ τοῦ πατρός. λοιπὸν δέ μοι περὶ ἐμαυτοῦ πρὸς ὑμᾶς εἰπεῖν, τὸ μὲν ἁπλούστατον οἶμαι καὶ δικαιότατον,4 ἐξ ἀμφοτέρων ἀστῶν ὄντα με, κεκληρονομηκότα καὶ τῆς οὐσίας καὶ τοῦ γένους, εἶναι πολίτην· οὐ μὴν ἀλλὰ καὶ τὰ προσήκοντα πάντʼ ἐπιδείξω μάρτυρας παρεχόμενος, ὡς εἰσήχθην εἰς τοὺς φράτερας, ὡς ἐνεγράφην εἰς τοὺς δημότας, ὡς ὑπʼ αὐτῶν τούτων προὐκρίθην ἐν τοῖς εὐγενεστάτοις κληροῦσθαι τῆς ἱερωσύνης τῷ Ἡρακλεῖ, ὡς ἦρχον ἀρχὰς δοκιμασθείς. καί μοι κάλει αὐτούς. ΜΑΡΤΥΡΕΣ.
乳母という仕事が卑しいものであるとしても、私は真実から逃れはしません。なぜなら、私たちが貧しかったからといって不正を働いたことにはならず、市民でなかった場合にこそ不正となるからです。また、現在の私たちの争いは、境遇や財産についてのものではなく、血統についてのものであります。貧しさは自由人に多くの奴隷的で卑しい仕事をすることを強制しますが、アテネの人々よ、そうしたことのために彼らは、さらに破滅させられるよりも、むしろ同情される方が正しいのです。私が聞くところによれば、当時のポリスの困難のために、多くの市民の女性たちが乳母、毛織り女、ブドウ収穫人となりました。そして、当時は貧しかった多くの女性たちが、今では裕福になっています。しかし、これらのことについては後ほどお話ししましょう。今は、証人たちを呼んでください。 〔証人〕したがって、私が母の側からも父の側からも市民であるということは、先ほど証言されたことから一部分を、また以前に父に関して示されたことからもう一部分を、皆さん全員がすでにお分かりのことと存じます。あとは、私自身のことについて皆さんに申し上げることが残っています。私が最も単純かつ正当であると考えるのは、両親ともに市民であり、その財産と血統の両方を相続している私が、市民であるということです。しかしそれにとどまらず、私は証人を提示することによって、関連するすべての事実をも示しましょう。すなわち、私がどのようにフラトリアに紹介されたか、どのように区民として登録されたか、さらには、他ならぬ彼ら自身によって、ヘラクレスの神職の抽選を受けるための最も高貴な者たちの一人に私が選出されたことや、資格審査を経た上で私が公職に就いたことについて。彼らを私のもとに呼んでください。 〔証人〕
- 41ἐπικλήρου δὲ κληρονομήσας εὐπόρου
分詞 κληρονομήσας(〜を相続して)の目的語として、属格 ἐπικλήρου εὐπόρου が用いられている。これは通常、亡くなった者の遺産相続人である女性(女相続人)を妻として迎えることを意味する。
- 42τῷ μὲν εἰς ἔμʼ ἥκοντι κινδύνῳ... οὐχὶ συμφέρον πρᾶγμα ποιήσασα
与格 τῷ εἰς ἔμʼ ἥκοντι κινδύνῳ は、分詞 ποιήσασα および形容詞 συμφέρον にかかる「〜に関して」「〜にとって」という関係または利害の与格。全体として「現在私に及んでいる危険にとって、不利益なことを行ったが」という意味になる。
- 44εἰ τῶν συγγενῶν ὄντων... ἐμὲ ψηφίσαισθʼ εἶναι ξένον
条件節 εἰ ... ψηφίσαισθε(もし皆さんが〜と決議するならば)の中に、絶対属格句(τῶν συγγενῶν ὄντων...)と、主格の主語を伴う分詞句(μηδεὶς ... ἀμφισβητῶν)が二重に挿入されており、構文が複雑になっている。全体の主動詞は ψηφίσαισθε であり、εἶναι ξένον はその対格不定詞補文。
- 46λοιπὸν δέ μοι... τὸ μὲν ἁπλούστατον οἶμαι καὶ δικαιότατον
非人称表現 λοιπόν [ἐστι](〜が残されている)に不定詞 εἰπεῖν が続いており、その後に続く文 τὸ μὲν ἁπλούστατον... は、挿入された οἶμαι(私は思う)を伴いつつ、εἶναι πολίτην(市民であること)を不定詞の主語・補語とする主語名詞句を形成している。
