§34προσῆκεν δήπουθεν εἰδότας αὐτὴν πολλοὺς ἥτις ἐστὶ μαρτυρεῖν, καὶ μὴ μόνον ἀκοήν, ἀλλʼ εἰ μὲν ξένη ἦν, τὰ τέλη ἐξετάσαντας τὰ ἐν τῇ ἀγορᾷ, εἰ ξενικὰ ἐτέλει, καὶ ποδαπὴ ἦν ἐπιδεικνύντας· εἰ δὲ δούλη, μάλιστα μὲν τὸν πριάμενον, εἰ δὲ μή, τὸν ἀποδόμενον ἥκειν καταμαρτυροῦντα, εἰ δὲ μή, τῶν ἄλλων τινά, ἢ ὡς ἐδούλευσεν ἢ ὡς ἀφείθη ἐλευθέρα.
想必,许多知道她是谁的人理当出庭作证,而不仅仅凭传闻;也就是说,如果她是外国人,他们理应审查市场里的税收,看她是否缴纳了外国人税,并指明她是哪国人;如果她是奴隶,最起码买下她的人,否则就是卖出她的人,理应出庭作不利于她的指证,再不然就是其他什么人,来证明她是如何做奴隶的,或者她是如何被释放获得自由的。
νῦν δὲ τούτων μὲν ἀπέδειξεν οὐδέν, λελοιδόρηκεν δέ, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ὅ τι οὔ.
然而实际上,此人对这些事情没有做出任何证明,在我看来,他只是把能骂的都骂了一遍。
τοῦτο γάρ ἐστιν ὁ συκοφάντης, αἰτιᾶσθαι μὲν πάντα, ἐξελέγξαι δὲ μηδέν.
因为所谓诬告者就是这样,指责一切,却什么也无法证实。
§35ἐπεὶ κἀκεῖνο περὶ τῆς μητρὸς εἴρηκεν, ὅτι ἐτίτθευσεν.
此外,关于我的母亲,他还说了那件事,即她做过乳母。
ἡμεῖς δέ, ὅθʼ ἡ πόλις ἠτύχει καὶ πάντες κακῶς ἔπραττον, οὐκ ἀρνούμεθα τοῦτο γενέσθαι· ὃν δὲ τρόπον καὶ ὧν ἕνεκʼ ἐτίτθευσεν, ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω.
我们并不否认,在城邦遭遇不幸、人人处境悲惨的时候,曾发生过这样的事;但我将向你们清楚地表明,她是以何种方式、又因何种原因担任乳母的。
μηδεὶς δʼ ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, δυσχερῶς ὑπολάβῃ· καὶ γὰρ νῦν ἀστὰς γυναῖκας πολλὰς εὑρήσετε τιτθευούσας, ἃς ὑμῖν καὶ κατʼ ὄνομα, ἐὰν βούλησθε, ἐροῦμεν.
雅典的诸位,你们当中谁也不要对此产生反感;因为即使在今天,你们也会发现许多公民女性在做乳母,如果你们愿意,我们甚至可以逐一说出她们的名字。
εἰ δέ γε πλούσιοι ἦμεν, οὔτʼ ἂν τὰς ταινίας ἐπωλοῦμεν οὔτʼ ἂν ὅλως ἦμεν ἄποροι.
但是,如果我们当时富有,我们既不会卖带子,也不会陷入完全贫困的境地。
ἀλλὰ τί ταῦτα κοινωνεῖ τῷ γένει;
可是,这些事情与血统又有什么关系呢?
§36ἐγὼ μὲν οὐδὲν οἶμαι.
我个人认为毫无关系。
μηδαμῶς, ὦ ἄνδρες δικασταί, τοὺς πένητας ἀτιμάζετε (ἱκανὸν γὰρ αὐτοῖς τὸ πένεσθαι κακόν), μηδέ γε τοὺς ἐργάζεσθαι καὶ ζῆν ἐκ τοῦ δικαίου προαιρουμένους· ἀλλʼ ἀκούσαντες, ἐὰν ὑμῖν ἐπιδεικνύω τῆς μητρὸς τοὺς οἰκείους οἵους προσήκει εἶναι ἀνθρώποις ἐλευθέροις, ἃ καταιτιᾶται περὶ αὐτῆς, ταύτας τὰς διαβολὰς ἐξομνυμένους, καὶ μαρτυροῦντας αὐτὴν ἀστὴν οὖσαν εἰδέναι, οὓς ὑμεῖς φήσετε πιστοὺς εἶναι, δικαίαν ἡμῖν θέσθε τὴν ψῆφον.
审判官诸位,请绝不要轻视穷人(因为贫穷对他们来说已经是足够不幸的事了),也不要轻视那些选择通过正当手段劳作和生活的人;相反,在听我说完之后,如果我向你们证明我母亲的亲属都是自由人理应拥有的体面之人,且他们宣誓否认此人对她做出的这些诽谤,并证明他们知道她是一名公民——这些人是你们也会认为值得信赖的——请为我们投下公正的一票。
§37ἐμοὶ γὰρ ἦν πάππος, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς μητρὸς πατήρ, Δαμόστρατος Μελιτεύς.
雅典的诸位,我有一位外祖父,即我母亲的父亲,名叫梅利特区的达莫斯特拉托斯。
τούτῳ γίγνονται τέτταρες παῖδες, ἐκ μὲν ἧς τὸ πρῶτον ἔσχεν γυναικὸς θυγάτηρ καὶ υἱὸς ᾧ ὄνομʼ Ἀμυθέων, ἐκ δὲ τῆς ὕστερον, Χαιρεστράτης, ἡ μήτηρ ἡ ἐμὴ καὶ Τιμοκράτης.
他育有四个孩子:他与第一任妻子生了一个女儿和一个名叫阿缪提翁的儿子,与后一任妻子生了我的母亲海蕾斯特拉特以及提摩克拉特斯。
τούτοις δὲ γίγνονται παῖδες, τῷ μὲν Ἀμυθέωνι Δαμόστρατος, τοῦ πάππου τοὔνομʼ ἔχων, καὶ Καλλίστρατος καὶ Δεξίθεος.
这些人也育有子女:阿缪提翁生了继承祖父名字的达莫斯特拉托斯、卡利斯特拉托斯和德克西特奥斯。
καὶ ὁ μὲν Ἀμυθέων ὁ τῆς μητρὸς ἀδελφὸς τῶν ἐν Σικελίᾳ στρατευσαμένων καὶ τελευτησάντων ἐστίν, καὶ τέθαπται ἐν τοῖς δημοσίοις μνήμασιν· καὶ ταῦτα μαρτυρήσεται.
而我母亲的兄弟阿缪提翁,是那些参加西西里远征并牺牲的人之一,他被安葬在公墓中;这些事情也将得到证明。
§38τῇ δʼ ἀδελφῇ αὐτοῦ συνοικησάσῃ Διοδώρῳ Ἁλαιεῖ υἱὸς γίγνεται Κτησίβιος.
而与哈莱区的迪奥多罗斯结婚的他的姐妹生了一个儿子克特西比奥斯。
καὶ οὗτος μὲν ἐτελεύτησεν ἐν Ἀβύδῳ μετὰ Θρασυβούλου στρατευόμενος, ζῇ δὲ τούτων ὁ Δαμόστρατος ὁ τοῦ Ἀμυθέωνος, τῆς μητρὸς ἀδελφιδοῦς τῆς ἐμῆς.
此人在与色拉西布洛斯一同远征时,在阿比多斯牺牲。 而在这些人中,阿缪提翁的儿子、我母亲的侄子达莫斯特拉托斯仍然在世。
τῆς δὲ Χαιρεστράτης τῆς ἐμῆς τήθης τὴν ἀδελφὴν λαμβάνει Ἀπολλόδωρος Πλωθεύς· τούτων γίγνεται Ὀλύμπιχος, τοῦ δʼ Ὀλυμπίχου Ἀπολλόδωρος, καὶ οὗτος ζῇ.
另外,普洛特亚区的人阿波罗多罗斯娶了我外祖母海蕾斯特拉特的姐妹;他们生了奥林匹科斯,奥林匹科斯生了阿波罗多罗斯,此人也还健在。
καί μοι κάλει αὐτούς.
请帮我把他们传唤上来。
ΜΑΡΤΥΡΕΣ. §39τούτων μὲν τοίνυν ἀκηκόατε μαρτυρούντων καὶ διομνυμένων· τὸν δὲ καὶ κατʼ ἀμφότερʼ ἡμῖν συγγενῆ καλῶ, καὶ τοὺς υἱεῖς αὐτοῦ.
[证人] 那么,你们已经听到这些人作证并郑重宣誓了;接下来,我也传唤在双亲两边都与我们有血缘关系的亲属,以及他的儿子们。
τῷ γὰρ Τιμοκράτει τῷ τῆς μητρὸς ἀδελφῷ τῆς ἐμῆς τῷ ὁμοπατρίῳ καὶ ὁμομητρίῳ γίγνεται Εὐξίθεος, τοῦ δʼ Εὐξιθέου τρεῖς υἱεῖς· οὗτοι πάντες ζῶσιν.
因为我母亲同父同母的兄弟提摩克拉特斯生了埃乌克西特奥斯,埃乌克西特奥斯生了三个儿子;他们全都健在。
καί μοι κάλει τοὺς ἐπιδημοῦντας αὐτῶν.
请帮我把他们中留在城里的人传唤上来。
ΜΑΡΤΥΡΕΣ. §40λαβὲ δή μοι καὶ τὰς τῶν φρατέρων τῶν συγγενῶν τῶν τῆς μητρὸς καὶ δημοτῶν μαρτυρίας, καὶ ὧν τὰ μνήματα ταὐτά.
[证人] 也请帮我拿取我母亲亲属的胞族成员、同区民、以及共享同一墓地者的证言。
ΜΑΡΤΥΡΙΑΙ.
τὰ μὲν τοίνυν τοῦ γένους τοῦ τῆς μητρὸς οὕτως ὑμῖν ἐπιδεικνύω, καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἀστήν.
[证言] 因此,我就这样向你们证明我母亲的血统,在男性和女性双方都是公民。
τῇ δὲ μητρὶ τῇ ἐμῇ γίγνεται, ὦ ἄνδρες δικασταί, τὸ μὲν πρῶτον ἐκ Πρωτομάχου, ᾧ αὐτὴν ὁ Τιμοκράτης ὁμομήτριος καὶ ὁμοπάτριος ὢν ἀδελφὸς ἔδωκεν, θυγάτηρ, εἶτʼ ἐκ τοῦ πατρὸς τοῦ ἐμοῦ ἐγώ.
审判官诸位,我的母亲首先与普罗托马科斯(由她同父同母的兄弟提摩克拉特斯将其许配给他)生了一个女儿,接着与我的父亲生下了我。
ὃν δὲ τρόπον τῷ πατρὶ τῷ ἐμῷ συνῴκησεν, ταῦθʼ ὑμᾶς ἀκοῦσαι δεῖ· καὶ γὰρ ἃ περὶ τὸν Κλεινίαν αἰτιᾶται καὶ τὸ τιτθεῦσαι τὴν μητέρα καὶ ταῦτα πάντʼ ἐγὼ σαφῶς ὑμῖν διηγήσομαι.
至于她是如何与我父亲结合的,你们必须要听一听;因为无论是关于他对克莱尼亚斯的指责,还是关于我母亲担任乳母的事,这一切我都会向你们清楚地细说。