§47οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, εἰ μὲν ἔλαχον ἱερεύς, ὥσπερ προὐκρίθην, δεῖν ἄν με καὶ αὐτὸν θύειν ὑπὲρ τούτων καὶ τοῦτον μετʼ ἐμοῦ συνθύειν, νῦν δὲ τοὺς αὐτοὺς τούτους ἐμὲ μεθʼ αὑτῶν μηδὲ συνθύειν ἐᾶν;
诸位陪审员,这难道不荒谬吗? 如果我像当初被推选为候选人那样,通过抽签当选为祭司,那么我本该代表这些人献祭,而这个人和我也本该一同献祭;然而现在,正是这同一批人,甚至不允许我和他们一同献祭?
φαίνομαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν ἄλλον χρόνον ἅπαντα παρὰ πᾶσιν τοῖς νῦν κατηγοροῦσι πολίτης ὡμολογημένος·
由此可见,雅典的诸位,在过去的整段时间里,在现在指控我的所有人眼中,我一直被公认为是一个公民。
§48οὐ γὰρ ἂν δήπου τόν γε ξένον καὶ μέτοικον, ὡς νῦν φησιν Εὐβουλίδης, οὔτʼ ἀρχὰς ἄρχειν οὔθʼ ἱερωσύνην κληροῦσθαι μεθʼ ἑαυτοῦ προκριθέντʼ εἴασεν· καὶ γὰρ οὗτος ἦν τῶν κληρουμένων καὶ προκριθέντων.
因为如果他真的知道有这样的事情,他绝不会允许一个像埃乌布里德斯现在所说的“外国人和在留外人”去担任公职,或者在与自己一同被推选后参与祭司的抽签;因为他自己也是参与抽签和被推选的人之一。
οὐδέ γʼ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, παλαιὸς ὢν ἐχθρὸς ἐμοὶ τοῦτον τὸν καιρὸν περιέμενεν, ὃν οὐδεὶς ᾔδει γενησόμενον, εἴπερ τι συνῄδει τοιοῦτον.
雅典的诸位,作为我的宿敌,如果他真的知道任何此类事情,他也绝不会等待这个谁也预料不到会到来的机会。
§49ἀλλʼ οὐ συνῄδει·
但他当时并不知道。
διόπερ τὸν μὲν ἄλλον ἅπαντα χρόνον δημοτευόμενος μετʼ ἐμοῦ καὶ κληρούμενος οὐδὲν ἑώρα τούτων, ἐπειδὴ δʼ ἡ πόλις πᾶσα τοῖς ἀσελγῶς εἰσπεπηδηκόσιν εἰς τοὺς δήμους ὀργιζομένη παρώξυντο, τηνικαῦτα μοι ἐπεβούλευσεν.
因此,在过去的整段时间里,他与我同为一个区的区民并一同抽签,却完全没有发现这些问题;但当整个城邦因对那些强行混入各区的人感到愤怒而激昂时,他才在那个时刻对我设下阴谋。
ἦν δʼ ἐκεῖνος μὲν ὁ καιρὸς τοῦ συνειδότος αὑτῷ τἀληθῆ λέγειν, ὁ δὲ νυνὶ παρὼν ἐχθροῦ καὶ συκοφαντεῖν βουλομένου.
那个时刻本是知晓真相者说出真话的机会,而现在的机会则是属于一个企图进行中伤的敌人的。
§50ἐγὼ δʼ, ὦ ἄνδρες δικασταί (καί μοι πρὸς Διὸς καὶ θεῶν μηδεὶς θορυβήσῃ, μηδʼ ἐφʼ ᾧ μέλλω λέγειν ἀχθεσθῇ), ἐμαυτὸν Ἀθηναῖον ὑπείληφʼ ὥσπερ ὑμῶν ἕκαστος ἑαυτόν, μητέρʼ ἐξ ἀρχῆς νομίζων ἥνπερ εἰς ὑμᾶς ἀποφαίνω, καὶ οὐχ ἑτέρας μὲν ὢν ταύτης δὲ προσποιούμενος· πατέρα πάλιν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον.
而我,诸位陪审员(看在宙斯和诸神的份上,请大家不要喧哗,也不要对我将要说的话感到气闹),我一直认为自己是一个雅典人,就像你们每个人认为自己是雅典人一样,我从小就把我向你们引介的这位女性视为我的母亲,而不是明明是别家女性的儿子却冒充是她的儿子;对于父亲,雅典的诸位,也是完全一样。
§51καίτοι εἰ τοῖς ἐξελεγχομένοις ὧν μέν εἰσιν ἀποκρυπτομένοις, ὧν δʼ οὐκ εἰσὶν προσποιουμένοις, δίκαιον ὑπάρχειν παρʼ ὑμῖν τοῦτο σημεῖον ὡς εἰσὶ ξένοι, ἐμοὶ δήπου τοὐναντίον ὡς εἰμὶ πολίτης.
然而,如果对于那些被揭穿隐藏亲生父母、并冒充他人子女的人,在你们看来,这可以公正地作为他们是外国人的证据,那么对我来说,相反的事实显然应该成为我是公民的证据。
οὐ γὰρ ἂν ξένην καὶ ξένον τοὺς ἐμαυτοῦ γονέας ἐπιγραψάμενος μετέχειν ἠξίουν τῆς πόλεως· ἀλλʼ εἴ τι τοιοῦτον συνῄδειν, ἐζήτησʼ ἂν ὧν φήσω γονέων εἶναι.
因为我绝不会在登记自己父母为外国男女的情况下,还要求享有城邦的权利;如果我知道任何此类事情,我早就去寻找那些我可以声称为父母的人了。
ἀλλʼ οὐ συνῄδειν, διόπερ μένων ἐπὶ τοῖς οὖσιν δικαίως γονεῦσιν ἐμαυτῷ τῆς πόλεως μετέχειν ἀξιῶ.
但我并不知道任何此类事情,因此,我坚守着我真正的父母,正当地要求享有城邦的权利。
§52ἔτι τοίνυν ὀρφανὸς κατελείφθην, καὶ φασίν μʼ εὔπορον εἶναι καὶ τῶν μαρτύρων ἐνίους ὠφελουμένους μοι μαρτυρεῖν συγγενεῖς εἶναι.
此外,我自幼成为孤儿,他们说我很富有,还说有些证人因为从我这里得到了好处,才证明他们是我的亲属。
καὶ ἅμα μὲν κατʼ ἐμοῦ λέγουσιν τὰς ἐκ τῆς πενίας ἀδοξίας καὶ περὶ τὸ γένος διαβάλλουσιν, ἅμα δὲ διʼ εὐπορίαν φασὶ πάντα μʼ ὠνεῖσθαι.
他们一方面针对我大谈因贫困带来的耻辱,中伤我的出身,另一方面又声称我因为富有而收买了一切。
§53ὥστε πότερα χρὴ αὐτοῖς πιστεύειν;
那么,应该相信他们的哪一种说法呢?
ἐξῆν δὲ δήπου τούτοις, εἰ νόθος ἢ ξένος ἦν ἐγώ, κληρονόμοις εἶναι τῶν ἐμῶν πάντων.
如果我是私生子或外国人,这些人显然有权继承我的全部财产。
εἶθʼ οὗτοι μικρὰ λαμβάνειν καὶ κινδυνεύειν ἐν ψευδομαρτυρίοις καὶ ἐπιορκεῖν μᾶλλον αἱροῦνται ἢ πάντʼ ἔχειν, καὶ ταῦτʼ ἀσφαλῶς, καὶ μηδεμιᾶς ἐξωλείας ὑπόχους ἑαυτοὺς ποιεῖν;
难道这些人宁愿拿取微薄的利益,冒着伪证的危险和违背誓言的惩罚,也不愿安稳地继承全部财产,并且不用让自己承担任何遭受彻底毁灭的毁灭之誓吗?
οὐκ ἔστι ταῦτα, ἀλλʼ οἶμαι συγγενεῖς ὄντες τὰ δίκαια ποιοῦσι, βοηθοῦντες αὑτῶν ἑνί.
绝非如此,我认为,他们作为亲属,正在做着正义的事情,帮助他们中的一员。
§54καὶ ταῦτʼ οὐχὶ νῦν πεπεισμένοι ποιοῦσιν, ἀλλὰ παιδίον ὄντα μʼ εὐθέως ἦγον εἰς τοὺς φράτερας, εἰς Ἀπόλλωνος πατρῴου, εἰς τἄλλʼ ἱερά.
而且他们这样做并不是现在被说服的,而是在我还是个孩子的时候,他们就立刻带我去了胞族、去祖先神阿波罗的祭坛以及其他圣所。
καίτοι οὐ δήπου παῖς ὢν ἐγὼ ταῦτʼ ἔπειθον αὐτοὺς ἀργύριον διδούς.
然而,当我还是个孩子的时候,我显然不可能通过给钱来说服他们。
ἀλλὰ μὴν ὁ πατὴρ αὐτὸς ζῶν ὀμόσας τὸν νόμιμον τοῖς φράτερσιν ὅρκον εἰσήγαγέν με, ἀστὸν ἐξ ἀστῆς ἐγγυητῆς αὑτῷ γεγενημένον εἰδώς, καὶ ταῦτα μεμαρτύρηται.
更何况,我的父亲自己生前在向胞族成员宣读了法定的誓言后引介了我,因为他知道我是他通过婚约娶进来的公民女性所生的公民,这些都是有证言证明的。
§55εἶτʼ ἐγὼ ξένος;
那么我怎么会是外国人呢?
ποῦ μετοίκιον καταθείς;
我在哪里缴纳过在留外人税?
ἢ τίς τῶν ἐμῶν πώποτε;
或者我的家人中有谁曾缴纳过?
ποῦ πρὸς ἄλλους δημότας ἐλθών, καὶ οὐ δυνηθεὶς ἐκείνους πεῖσαι δεῦρʼ ἐμαυτὸν ἐνέγραψα;
我又是在哪里去找过其他区的区民,在未能说服他们之后才在这里登记自己的?
ποῦ τί ποιήσας ὧν ὅσοι μὴ καθαρῶς ἦσαν πολῖται πεποιηκότες φαίνονται;
在所有那些并非纯正公民的人被证实所做过的事情中,我又是在哪里做过哪一件?
οὐδαμοῦ, ἀλλʼ ἁπλῶς, ἐν οἷς ὁ πάππος ὁ τοῦ πατρός, ὁ ἐμός, ὁ πατήρ, ἐνταῦθα καὶ αὐτὸς φαίνομαι δημοτευόμενος.
毫无此种情况,极其简单地说,在我父亲的祖父、我的祖父以及我的父亲所属的同一个地方,我自己也被证实是该区的区民。
καὶ νῦν πῶς ἄν τις ὑμῖν σαφέστερον ἐπιδείξειεν μετὸν τῆς πόλεως αὑτῷ;
现在,还有谁能向你们更清楚地证明自己享有城邦的权利呢?