Humanitext Reader

狄摩西尼 · 控诉埃乌布利德斯 §26-33

父亲的公职经历与对从事市集劳动的辩护

第 4 段,共 9 段 · 希腊语

内容简介

针对埃乌布利德斯的无理指控,发言人指出其已故父亲作为雅典公民曾担任公职、通过了重新审查,并在祖传墓地安葬了孩子。他还论证了在市场劳作并非外国人的证据,反而受到法律的保护。

§26οἴεταί τις οὖν ὑμῶν ἐᾶσαί ποτʼ ἂν τοὺς δημότας ἐκεῖνον τὸν ξένον καὶ μὴ πολίτην ἄρχειν παρʼ αὑτοῖς, ἀλλʼ οὐκ ἂν κατηγορεῖν;
那么,你们当中难道有人会认为,如果那个人是外国人而非公民,区民们竟然会允许他在他们中间担任公职,而不是去指控他吗?
οὐ τοίνυν κατηγόρησεν οὐδὲ εἷς, οὐδʼ ᾐτιάσατο.
然而,没有一个人指控他,也没有一个人非难他。
ἀλλὰ μὴν καὶ διαψηφίσεις ἐξ ἀνάγκης ἐγένοντο τοῖς δημόταις ὀμόσασιν καθʼ ἱερῶν, ὅτʼ ἀπώλετʼ αὐτοῖς τὸ ληξιαρχικὸν γραμματεῖον δημαρχοῦντος Ἀντιφίλου τοῦ πατρὸς τοῦ Εὐβουλίδου, καί τινας ἀπήλασαν αὑτῶν· περὶ ἐκείνου δʼ οὐδεὶς οὔτʼ εἶπεν οὔτʼ ᾐτιάσατο τοιοῦτον οὐδέν.
而且,当埃乌布利德斯的父亲安蒂菲洛斯担任区长时,由于他们的公民登记名册丢失,区民们在祭品面前宣誓,被迫举行了投票表决,并从他们当中驱逐了一些人;但关于那个人,却没有任何人说过或指控过任何此类事情。
§27καίτοι πᾶσίν ἐστιν ἀνθρώποις τέλος τοῦ βίου θάνατος, καὶ περὶ ὧν μὲν ἄν τις ζῶν αἰτίαν σχῇ, δίκαιον τοὺς παῖδας τὴν ἀειλογίαν παρέχειν· περὶ ὧν δʼ ἂν μηδεὶς αὐτὸν ζῶντα καταιτιάσηται, πῶς οὐ δεινὸν εἰ τοὺς παῖδας ὁ βουλόμενος κρινεῖ;
然而,对所有人来说,生命的终点都是死亡;对于一个人活着时所遭受的指控,由其子女提供长期的申辩是公正的;但对于他活着时从未有人指责过的事,任何想指控的人都可以把他的子女送上法庭,这难道不是很荒谬吗?
εἰ μὲν τοίνυν περὶ τούτων μηδεὶς λόγος ἐξητάσθη, δῶμεν τοῦτο λεληθέναι· εἰ δʼ ἐδόθη καὶ διεψηφίσαντο καὶ μηδὲν ᾐτιάσατο πώποτε μηδείς, πῶς οὐ δικαίως ἂν ἐγὼ κατʼ ἐκεῖνον Ἀθηναῖος εἴην, τὸν τελευτήσαντα πρὶν ἀμφισβητηθῆναι τοῦ γένους αὐτῷ;
因此,如果从未对这些事情进行过调查,我们大可承认它是被忽略了;但如果机会已经给出,他们也进行了投票表决,且从未有人提出过任何指责,那么,根据一个在他血统受到质疑之前就已经去世的人,我难道不应该理所当然地是雅典人吗?
ὡς δὴ ταῦτʼ ἀληθῆ λέγω, καλῶ καὶ τούτων μάρτυρας. ΜΑΡΤΥΡΕΣ.
为了证明我所说的是事实,我也为这些事情传唤证人。
§28ἔτι τοίνυν παίδων αὐτῷ τεττάρων γενομένων ὁμομητρίων ἐμοὶ καὶ τελευτησάντων, ἔθαψε τούτους εἰς τὰ πατρῷα μνήματα, ὧν ὅσοιπέρ εἰσιν τοῦ γένους κοινωνοῦσιν· καὶ τούτων οὐδεὶς οὐκ ἀπεῖπεν πώποτε, οὐκ ἐκώλυσεν, οὐ δίκην ἔλαχεν.
[证人] 再者,当他与我同母的四个孩子出生并相继夭折时,他将他们安葬在祖传的墓地里,凡是属于这一家族的人都共同使用这一墓地;而在这些人中,从未有人对此表示反对,或进行阻止,或提起诉讼。
καίτοι τίς ἔστιν ὅστις ἂν εἰς τὰ πατρῷα μνήματα τοὺς μηδὲν ἐν γένει τιθέναι ἐάσαι;
然而,如果与家族毫无关系,又有谁会允许将他们安葬在祖传的墓地里呢?
ὡς τοίνυν καὶ ταῦτʼ ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν.
为了证明我所说的这些也是事实,请拿取该项证言。
ΜΑΡΤΥΡΙΑ. §29περὶ μὲν τοίνυν τοῦ πατρός, ὡς Ἀθηναῖος ἦν, ταῦτʼ ἔχω λέγειν, καὶ μάρτυρας παρέσχημαι τοὺς ὑπʼ αὐτῶν τούτων ἐψηφισμένους εἶναι πολίτας, μαρτυροῦντας ἐκεῖνον ἑαυτοῖς ἀνεψιὸν εἶναι.
[证言] 因此,关于我的父亲是雅典人这一点,这就是我所能说的,并且我已经提供了一些证人,他们正是被这些亲属投票承认为公民的人,他们证明我的父亲是他们的堂兄弟。
φαίνεται δὲ βιοὺς ἔτη τόσα καὶ τόσʼ ἐνθάδε, καὶ οὐδαμοῦ πώποθʼ ὡς ξένος ἐξετασθείς, ἀλλὰ πρὸς τούτους ὄντας συγγενεῖς καταφεύγων, οὗτοι δὲ καὶ προσδεχόμενοι καὶ τῆς οὐσίας μεταδιδόντες ὡς αὑτῶν ἑνί.
显而易见,他在这里生活了许多年,从未在任何地方被作为外国人进行过审查,而是投靠这些作为亲属的人,而他们不仅接纳了他,还像对待自己家族中的成员一样,把财产分给他。
§30τοῖς χρόνοις τοίνυν οὕτω φαίνεται γεγονὼς ὥστε, εἰ καὶ κατὰ θάτερʼ ἀστὸς ἦν, εἶναι πολίτην προσήκειν αὐτόν· γέγονε γὰρ πρὸ Εὐκλείδου.
此外,从年代来看,他出生的时期显然使得他即使只有单亲是公民,也理应享有公民权;因为他是在欧克莱德斯任执政官之前出生的。
περὶ δὲ τῆς μητρὸς (καὶ γὰρ ταύτην διαβεβλήκασί μου) λέξω, καὶ μάρτυρας ὧν ἂν λέγω, καλῶ.
现在,关于我的母亲(因为他们也诽谤了她),我将进行说明,并为我所说的话传唤证人。
καίτοι, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ μόνον παρὰ τὸ ψήφισμα τὰ περὶ τὴν ἀγορὰν διέβαλλεν ἡμᾶς Εὐβουλίδης, ἀλλὰ καὶ παρὰ τοὺς νόμους, οἳ κελεύουσιν ἔνοχον εἶναι τῇ κακηγορίᾳ τὸν τὴν ἐργασίαν τὴν ἐν τῇ ἀγορᾷ ἢ τῶν πολιτῶν ἢ τῶν πολιτίδων ὀνειδίζοντά τινι.
然而,雅典的诸位,埃乌布利德斯在市场的事上诽谤我们,不仅违反了决议,而且也违反了法律。 因为法律规定,凡因在市场上的生业而指责任何男女公民的人,都将构成名誉毁谤罪。
§31ἡμεῖς δʼ ὁμολογοῦμεν καὶ ταινίας πωλεῖν καὶ ζῆν οὐχ ὅντινα τρόπον βουλόμεθα.
我们承认我们卖带子,也承认我们没有过上自己所期望的那种生活。
καὶ εἴ σοί ἐστιν τοῦτο σημεῖον, ὦ Εὐβουλίδη, τοῦ μὴ Ἀθηναίους εἶναι, ἐγώ σοι τούτου ὅλως τοὐναντίον ἐπιδείξω, ὅτι οὐκ ἔξεστιν ξένῳ ἐν τῇ ἀγορᾷ ἐργάζεσθαι.
埃乌布利德斯啊,如果这对你来说是我们不是雅典人的证据,那么我将向你证明恰恰相反的事实:外国人是不允许在市场里劳作的。
καί μοι λαβὼν ἀνάγνωθι πρῶτον τὸν Σόλωνος νόμον. ΝΟΜΟΣ.
请帮我拿取并宣读首个法律——索伦的法律。
§32λαβὲ δὴ καὶ τὸν Ἀριστοφῶντος· οὕτω γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτον ἔδοξεν ἐκεῖνος καλῶς καὶ δημοτικῶς νομοθετῆσαι, ὥστʼ ἐψηφίσασθε πάλιν ἀνανεώσασθαι.
[法律] 那么,也请拿取阿里斯托丰的法律;雅典的诸位,因为那个人制定这项法律是如此之好、且如此符合民主精神,以至于你们投票决定再次予以重新实施。
ΝΟΜΟΣ. προσήκει τοίνυν ὑμῖν βοηθοῦσι τοῖς νόμοις μὴ τοὺς ἐργαζομένους ξένους νομίζειν, ἀλλὰ τοὺς συκοφαντοῦντας πονηρούς.
[法律] 因此,在你们维护法律的同时,理所应当不要把劳作的人视为外国人,而应当把进行恶意诬告的人视为恶棍。
ἐπεί, ὦ Εὐβουλίδη, ἔστι καὶ ἕτερος περὶ τῆς ἀργίας νόμος, ᾧ αὐτὸς ἔνοχος ὢν ἡμᾶς τοὺς ἐργαζομένους διαβάλλεις.
因为,埃乌布利德斯啊,还有另一项关于游手好闲的法律,你自身就触犯了该法,却还在诽谤我们这些劳作的人。
§33ἀλλὰ γὰρ τοσαύτη τις ἀτυχία ἐστὶν περὶ ἡμᾶς νῦν, ὥστε τούτῳ μὲν ἔξεστιν ἔξω τοῦ πράγματος βλασφημεῖν καὶ πάντα ποιεῖν, ὅπως μηδενὸς τῶν δικαίων ἐγὼ τύχω· ἐμοὶ δʼ ἐπιτιμήσετʼ ἴσως, ἐὰν λέγω ὃν τρόπον οὗτος ἐργάζεται περιιὼν ἐν τῇ πόλει, καὶ εἰκότως· ἃ γὰρ ὑμεῖς ἴστε, τί δεῖ λέγειν;
然而,现在我们面临着如此巨大的不幸,以至于这个人可以脱离案情进行诽谤,并无所不用其极地使我无法获得任何公正的对待;而如果我说出这个人是如何在城邦里四处游荡来谋生的,你们或许会指责我,而这也是理所当然的;因为既然你们已经知道,我又何必多说呢?
σκοπεῖτε δή· νομίζω γὰρ ἔγωγε τὸ ἐν τῇ ἀγορᾷ ἡμᾶς ἐργάζεσθαι μέγιστον εἶναι σημεῖον τοῦ ψευδεῖς ἡμῖν αἰτίας τοῦτον ἐπιφέρειν.
那么,请想一想;因为我个人认为,我们在市场里劳作正是此人对我们提出虚假指控的最大证据。
ἣν γάρ φησιν ταινιόπωλιν εἶναι καὶ φανερὰν πᾶσιν,
因为,对于他声称其卖带子且在所有人面前公开露面的那位妇女,

词汇与语法注释

  1. §26ἐᾶσαί ποτʼ ἂν ... οὐκ ἂν κατηγορεῖν — 作为动词 οἴεται 宾语的不定式短语。助词 ἄν 同时修饰不定式 ἐᾶσαι 和 κατηγορεῖν,将直接引语中带 ἄν 的直陈式过去时(虚拟语气,表示与过去事实相反的推论)转写为不定式(即“区民们当时会允许……还是不会指控……”)。
  2. §27πῶς οὐ δεινὸν εἰ ... κρινεῖ — 在表示情感的形容词 δεινόν(“荒谬的、可怕的”)之后,连接词 εἰ 用于引入事实而非纯粹的假设,其功能类似于引导名词性从句的 ὅ提(相当于“……这件事”)。动词 κρινεῖ 为将来时直陈式。
  3. §30κατὰ θάτερʼ — 缩合形 θάτερα 来源于 τὰ ἕτερα(“两者之一”)。此处与介词 κατά 连用,表示“仅从父母的一方”(即只有父亲或母亲是公民)。在欧克莱德斯担任执政官(公元前403/2年)的法律改革之前,即使只有单亲是雅典公民,其子女也拥有公民权。

引用这一段

狄摩西尼, 控诉埃乌布利德斯 §26-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg057.humanitext-grc2:26-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。